ἔδει γὰρ αὐτὴν ὑπὸ τῶν ἄλλων δικασθῆναι πόλεων· ἀναλαβὼν τὰ χρήματα καὶ τοὺς φίλους τοῖς Ῥωμαίοις προστίθεται ῥοπήν τʼ οὐ μικρὰν εἰς τὰ πράγματα παρέσχε καὶ τοῦ κατορθωθῆναι τόνδε τὸν πόλεμον ἁπάντων ἔδοξεν αἰτιώτατος γενέσθαι· ἀνθʼ ὧν ἡ βουλὴ καὶ ὁ δῆμος εἴς τε τοὺς πατρικίους αὐτὸν ἐνέγραψε καὶ τῆς πόλεως μοῖραν εἴασεν ὅσην ἐβούλετο λαβεῖν εἰς κατασκευὴν οἰκιῶν χώραν τʼ αὐτῷ προσέθηκεν ἐκ τῆς δημοσίας τὴν μεταξὺ Φιδήνης καὶ Πικετίας, ὡς ἔχοι διανεῖμαι κλήρους ἅπασι τοῖς περὶ αὐτόν, ἀφʼ· ὧν καὶ φυλή τις ἐγένετο σὺν χρόνῳ Κλαυδία καλουμένη καὶ μέχρις ἐμοῦ διέμεινε τὸ αὐτὸ φυλάττουσα ὄνομα.ἐπεὶ δὲ παρεσκεύαστο ἅπαντα ἀμφοτέροις, πρῶτον μὲν ἐξῆγον οἱ Σαβῖνοι τὰς δυνάμεις καὶ ποιοῦνται δύο παρεμβολὰς μίαν μὲν ὕπαιθρον οὐ πρόσω Φιδήνης, ἑτέραν δʼ ἐν αὐτῇ Φιδήνῃ φυλακῆς τε τῶν ἔνδον ἕνεκα καὶ καταφυγῆς τῶν ἔξω στρατοπεδευόντων, ἄν τι γένηται πταῖσμα περὶ αὐτούς. ἔπειτα οἱ τῶν Ῥωμαίων ὕπατοι μαθόντες τὴν τῶν Σαβίνων ἐπὶ σφᾶς ἔλασιν καὶ αὐτοὶ πάντας ἄγοντες τοὺς ἐν ἀκμῇ στρατοπεδεύονται χωρὶς ἀλλήλων, Οὐαλέριος μὲν ἀγχοῦ τῆς ὑπαίθρου τῶν Σαβίνων παρεμβολῆς, Λουκρήτιοςδʼ ὀλίγον ἄπωθεν ἐπʼ ὄχθου τινός, ὅθεν ἦν ὁ ἕτερος χάραξ καταφανής. ἡ μὲν οὖν τῶν Ῥωμαίων ὑπόληψις ἦν συμβαλεῖν τοῖς πολεμίοις αὐτίκα, ὡς ἐν ἀγῶνι φανερῷ τοῦ πολέμου ταχείαν ἕξοντος τὴν κρίσιν, ὁ δὲ τῶν Σαβίνων στρατηγὸς ὀρρωδῶν ἐκ τοῦ φανεροῦ συμφέρεσθαι πρὸς εὐτολμίαν τε καὶ καρτερίαν ἀνθρώπων ἅπαντα τὰ δεινὰ ὑπομένειν ἑτοίμων νύκτωρ ἐπιχειρεῖν αὐτοῖς ἔγνω·καὶ παρασκευασάμενος τάφρου τε χώσει καὶ χάρακος ἐπιβάσει ἃ πρόσφορα εἶναι ἔμελλεν, ἐπειδὴ πάντα ἐγένετο τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπῆ, μετὰ τὸν πρῶτον ὕπνον ἀναστήσας τὸ κράτιστον τοῦ στρατοῦ μέρος ἄξειν ἐπὶ τὸ τῶν Ῥωμαίων ἔμελλεν ἔρυμα, τοῖς τʼ ἐν Φιδήνῃ κατεστρατοπεδευκόσι παρήγγειλεν, ἐπειδὰν ἐξεληλυθότας αἴσθωνται τοὺς σφετέρους ἐξιέναι καὶ αὐτοὺς ἐκ τῆς πόλεως κούφῃ ἐσταλμένους ὁπλίσει· ἔπειτα λοχήσαντας ἐν χωρίοις ἐπιτηδείοις ἐκέλευσεν, εἴ τινες ἐπίκουροι τοῖς περὶ τὸν Οὐαλέριον ἐκ τῆς ἑτέρας στρατιᾶς ἐπίοιεν, ἀναστάντας καὶ κατὰ νώτου γενομένους σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ χωρεῖν ἐπʼ αὐτούς.ὁ μὲν δὴ Σέξτος ταῦτα βουλευσάμενος καὶ τοῖς λοχαγοῖς φράσας, ἐπειδὴ κἀκείνοις ἦν βουλομένοις, περιέμεινε τὸν καιρόν· αὐτόμολος δέ τις ἐλθὼν εἰς τὸν χάρακα τῶν Ῥωμαίων μηνύει τὴν διάνοιαν αὐτοῦ πρὸς τὸν ὕπατον, καὶ μετʼ οὐ πολὺ τῶν ἱππέων τινὲς ἧκον ἄγοντες αἰχμαλώτους τῶν Σαβίνων, οὓς ἐπὶ ξυλισμὸν ἐξεληλυθότας συνέλαβον. οὗτοι χωρὶς ἀλλήλων ἀνακρινόμενοι, τί παρασκευάζεται· πράττειν σφῶν αὐτῶν ὁ στρατηγός, λέγουσιν, ὅτι κλίμακας τεκταίνεται καὶ διαβάθρας· ὅπου δʼ αὐταῖς καὶ ὁπότε μέλλοι χρῆσθαι, οὐκ ἔφασαν εἰδέναι.ταῦτα μαθὼν ὁ Οὐαλέριος ἀποστέλλει τὸν πρεσβευτὴν Λάρκιον εἰς τὸν ἕτερον χάρακα τήν τε διάνοιαν τῶν πολεμίων ἀπαγγελοῦντα τῷ κατέχοντι τὴν παρεμβολὴν ἐκείνην Λουκρητίῳ, καὶ τίνα χρὴ τρόπον ἐπιχειρεῖν τοῖς πολεμίοις ὑποθησόμενον· αὐτὸς δὲ τοὺς ταξιάρχους καὶ λοχαγοὺς καλέσας καὶ φράσας ὅσα τοῦ τʼ αὐτομόλου καὶ τῶν αἰχμαλώτων ἤκουσε καὶ παρακαλέσας ἄνδρας ἀγαθοὺς εἶναι καιρὸν εἰληφέναι νομίσαντας εὐχῆς ἄξιον, ἐν ᾧ δίκας λήψονται παρὰ τῶν ἐχθρῶν καλάς, ἅ τε δέοι πράττειν ἑκάστοις ὑποθέμενος καὶ τὸ σύνθημα δοὺς ἀπέλυσεν ἐπὶ τὰς τάξεις.οὔπω μέσαι νύκτες ἦσαν, καὶ ὁ τῶν Σαβίνων ἡγεμὼν ἀναστήσας τοῦ στρατοῦ τὸ κράτιστον μέρος ἦγεν ἐπὶ τὸν χάρακα σιωπᾶν ἅπασι παραγγείλας καὶ μὴ ποιεῖν ψόφον τῶν ὅπλων, ἵνα μὴ γνοῖεν ἥκοντας αὐτοὺς οἱ πολέμιοι, πρὶν ἐπὶ τῷ ἐρύματι γένωνται. ὡς δὲ πλησίον ἐγένοντο τοῦ χάρακος οἱ πρῶτοι πορευόμενοι καὶ οὔτε φέγγη λαμπτήρων ἑώρων οὔτε φωνὰς φυλάκων κατήκουον, πολλὴν μωρίαν τῶν Ῥωμαίων καταγνόντες ὡς ἀφεικότων ἐρήμους τὰς φυλακὰς καὶ ἐντὸς τοῦ χάρακος καθευδόντων, ἐνεπίμπλασαν ὕλης τὰς τάφρους κατὰ πολλὰ μέρη καὶ διέβαινον οὐδενὸς σφίσιν ἐμποδὼν γινομένου.παρεκάθηντο δὲ μεταξὺ τῶν τάφρων καὶ τῶν περισταυρωμάτων οἱ Ῥωμαῖοι κατὰ σπείρας ἀφανεῖς διὰ τὸ σκότος, καὶ τοὺς διαβαίνοντας αὐτῶν, ὅτε γένοιντο ἐν χερσίν, ἐφόνευον. μέχρι μὲν οὖν τινος ἐλάνθανε τοὺς ὑστέρους προσιόντας ὁ τῶν προηγουμένων ὄλεθρος· ἐπεὶ δὲ φῶς ἐγένετο σελήνης ἀνισχούσης οἱ πλησιάζοντες τῇ τάφρῳ σωρούς θʼ ὁρῶντες οἰκείων νεκρῶν παρʼ αὐτῇ καὶ στίφη πολεμίων καρτερὰ ὁμόσε χωροῦντα, ῥίψαντες τὰὅπλα τρέπονται πρὸς φυγήν. οἱ δὲ Ῥωμαῖοι μέγα ἀναβοήσαντες· ἦν δὲ τοῦτο σύνθημα τοῖς ἐπὶ τῆς ἑτέρας παρεμβολῆς· ἐκτρέχουσιν ἐπʼ αὐτοὺς ἅπαντες ἀθρόοι. καὶ ὁ Λουκρήτιος ὡς ἤκουσε τῆς κραυγῆς τοὺς ἱππεῖς προαποστείλας διερευνησομένους, μή τις ἐγκάθηται πολεμίων λόχος, ὀλίγον ὕστερον ἠκολούθει τοὺς ἀκμαιοτάτους τῶν πεζῶν ἐπαγόμενος.καὶ κατὰ τὸν αὐτὸν χρόνον οἵ θʼ ἱππεῖς τοῖς ἐκ τῆς Φιδήνης λοχῶσι περιτυχόντες τρέπουσιν εἰς φυγὴν καὶ οἱ πεζοὶ τοὺς ἐπὶ τὴν παρεμβολὴν σφῶν ἀφικομένους κτείνοντες ἐδίωκον οὔτε ὅπλα οὔτε κόσμον σώζοντας. ἐν ταύταις ταῖς μάχαις Σαβίνων τε καὶ τῶν συμμάχων ἀπέθανον μὲν ἀμφὶ τοὺς μυρίους καὶ τρισχιλίους καὶ πεντακοσίους, αἰχμάλωτοι δʼ ἐλήφθησαν τετρακισχίλιοι καὶ διακόσιοι· καὶ ὁ μὲν χάραξ αὐθημερὸν ἑάλω.