ὑδρευόμενοι γὰρ καὶ τοὺς ἵππους ἄγοντες ἐπὶ τὸν πότον ἐνέβαινον ἐπὶ πολὺ τοῦ ποταμοῦ· βραχὺς δʼ ἔρρει τηνικαῦτα οὔπω τοῖς χειμερινοῖς ὕδασι πληθύων, ὥστʼ ὀλίγον ὑπὲρ τοῦ γόνατος ἔχοντες αὐτὸν ἐπεραιοῦντο. συμπλοκῆς δή τινος πρῶτον ὀλίγοις πρὸς οὐ πολλοὺς γινομένης ἐξέδραμόν τινες ἐπικουροῦντες τοῖς σφετέροις ἐξ ἑκατέρου χάρακος· ἔπειθʼ ἕτεροι πάλιν ἀμυνοῦντες τοῖς κατισχυομένοις ἐκ θατέρου· καὶ τοτὲ μὲν οἱ Ῥωμαῖοι τοὺς Σαβίνους ἀνέστελλον ἀπὸ τοῦ νάματος, τοτὲ δʼ οἱ Σαβῖνοι τοὺς Ῥωμαίους ἐξεῖργον τοῦ ποταμοῦ.πολλῶν δὲ φόνων καὶ τραυμάτων γενομένων καὶ φιλονεικίας ἅπασιν ἐμπεσούσης, οἷα περὶ τὰς ἁψιμαχίας τὰς ἐκ καιροῦ συμπεσούσας γίνεσθαι φιλεῖ, προθυμία τοῖς ἡγεμόσι τῶν στρατοπέδων ὁμοία παρέστη διαβαίνειν τὸν ποταμόν.ἔφθασε δὲ πρῶτος ὁ τῶν Ῥωμαίων ὕπατος καὶ διαβιβάσας τὸν στρατὸν ἔτι τῶν Σαβίνων ὁπλιζομένων τε καὶ εἰς τάξιν καθισταμένων ἐν χερσὶν ἦν. οὐ μὴν ἐμέλλησάν γʼ οὐδʼ ἐκεῖνοι θέσθαι μάχην, καταφρονήσει πολλῇ ἐπαρθέντες, ὅτι οὔτε πρὸς ἀμφοτέρους τοὺς ὑπάτους οὔτε πρὸς ἅπασαν τὴν Ῥωμαίων δύναμιν ἔμελλον ἀγωνιεῖσθαι, καὶ συρράξαντες ἐμάχοντο πᾶσαν εὐτολμίαν καὶ προθυμίαν ἀποδεικνύμενοι.ἀγῶνος δὲ καρτεροῦ γενομένου καὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος, ἔνθα ἦν ὁ ὕπατος, ἐπιβαίνοντος τοῖς ἐναντίοις καὶ προσωτέρω χωροῦντος, τοῦ δʼ εὐωνύμου κάμνοντος ἤδη καὶ πρὸς τῶν πολεμίων ἐπὶ τὸν ποταμὸν ἐξωθουμένου, μαθὼν τὸ γινόμενον ὁ τὴν ἑτέραν τῶν Ῥωμαίων παρεμβολὴν κατέχων ὕπατος ἐξῆγε τὴν στρατιάν.αὐτὸς μὲν οὖν τὴν φάλαγγα τῶν πεζῶν ἐπαγόμενος βάδην ἠκολούθει· τῶν δὲ πρεσβυτέρων Σπόριον Λάρκιον τὸν ὑπατεύσαντα τῷ παρελθόντι ἐνιαυτῷ τοὺς ἱππεῖς ἄγοντα πέμπει κατὰ σπουδήν· ὃς ἀπὸ ῥυτῆρος τοὺς ἵππους ἐλαύνων τόν τε ποταμὸν διαπεραιοῦται κωλύοντος οὐδενὸς εὐπετῶς καὶ κατὰ τὸ δεξιὸν τῶν πολεμίων κέρας παριππεύσας, ἐνσείει πλαγίοις τοῖς ἱππεῦσι τῶν Σαβίνων· καὶ γίνεται μέγας αὐτόθι τῶν ἱππέων ἀμφοτέρων συστάδην μαχομένων ἐπὶ χρόνον πολὺν ἀγών.ἐν δὲ τούτῳ καὶ ὁ Ποστόμιος τοὺς πεζοὺς ἄγων πλησίον αὐτῶν ἐγίνετο· καὶ συρράξας τοῖς πεζοῖς ἀποκτείνει τε πολλοὺς μαχομένους καὶ τοὺς λοιποὺς ἐξωθεῖ τῆς τάξεως. εἰ δὲ μὴ νὺξ ἐπέλαβεν, ἅπαντες ἂν οἱ Σαβῖνοι κυκλωθέντες ὑπὸ τῶν Ῥωμαίων ἱπποκρατούντων ἤδη πανσυδὶ διεφθάρησαν. νῦν δὲ τὸ σκότος τοὺς διαφυγόντας ἐκ τῆς μάχης ὄντας ἀνόπλους καὶ οὐ πολλοὺς ἐρρύσατο καὶ διέσωσεν ἐπὶ τὰ οἰκεῖα. τῆς δὲ παρεμβολῆς αὐτῶν οἱ ὕπατοι χωρὶς ἀγῶνος ἐκράτησαν ἐκλειφθείσης ὑπὸ τῶν ἔνδον ἅμα τῷ θεάσασθαι τὴν τροπὴν τῶν σφετέρων· ἐξ ἧς πολλὰς ὠφελείας λαβόντες, ἃς τοῖς στρατιώταις ἄγειν τε καὶ φέρειν ἐπέτρεψαν,ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις. τότε πρῶτον ἡ πόλις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος εἰς τὸ ἐξ ἀρχῆς ἀποκατέστη φρόνημα, καὶ τῆς ἡγεμονίας τῶν περιοίκων ὡς πρότερον ἐθάρρησεν ἀντιποιεῖσθαι, καὶ ψηφίζεται κοινῇ μὲν ἀμφοτέροις τοῖς ὑπάτοις θριάμβου καταγωγήν, ἰδίᾳ δὲ θατέρῳ τῶν ἀνδρῶν Οὐαλερίῳ δωρεὰν τόπον εἰς οἴκησιν ἐν τῷ κρατίστῳ τοῦ Παλλαντίου τόπῳ δοθῆναι, καὶ τὰς εἰς τὴν κατασκευὴν δαπάνας ἐκ τοῦ δημοσίου χορηγεῖσθαι. ταύτης τῆς οἰκίας, παρʼ ἣν ὁ χαλκοῦς ἕστηκε ταῦρος, αἱ κλισιάδες θύραι μόναι τῶν ἐν τῇ Ῥώμῃ δημοσίων τε καὶ ἰδιωτικῶν οἴκων εἰς τὸ ἔξω μέρος ἀνοίγονται.παρὰ δὲ τούτων ἐκδέχονται τῶν ἀνδρῶν τὴν ὕπατον ἀρχὴν Πόπλιος Οὐαλέριος ὁ κληθεὶς Ποπλικόλας τὸ τέταρτον ἄρχειν αἱρεθεὶς καὶ Τῖτος Λουκρήτιος τὸ δεύτερον τῷ Οὐαλερίῳ συνάρχων. ἐφʼ ὧν ἅπαντες οἱ Σαβῖνοι κοινὴν ποιησάμενοι τῶν πόλεων ἀγορὰν ἐψηφίσαντο Ῥωμαίοις πολεμεῖν, ὡς λελυμένων σφίσι τῶν σπονδῶν, ἐπειδὴ βασιλεὺς Ταρκύνιος ἐξέπεσε τῆς ἀρχῆς, πρὸς ὃν ἐποιήσαντο τοὺς ὅρκους·πεισθέντες ὑπὸ Σέξτου θατέρου τῶν Ταρκυνίου παίδων, ὃς αὐτοὺς ἰδίᾳ θεραπεύων καὶ λιπαρῶν τοὺς δυνατοὺς ἐξ ἑκάστης πόλεως ἐξεπολέμωσε κοινῇ πρὸς πάντας καὶ προσηγάγετο δύο πόλεις, Φιδήνην καὶ Καμερίαν, Ῥωμαίων μὲν ἀποστήσας, ἐκείνοις δὲ συμμαχεῖν πείσας· ἀνθʼ ὧν αὐτὸν αἱροῦνται στρατηγὸν αὐτοκράτορα καὶ δυνάμεις ἐπιτρέπουσιν ἐξ ἁπάσης πόλεως καταγράφειν, ὡς ἐν τῇ προτέρᾳ μάχῃ διʼ ἀσθένειαν δυνάμεως καὶ στρατηγοῦ μωρίαν σφαλέντες.οἱ μὲν δὴ περὶ ταῦτʼ ἦσαν· τύχη δέ τις ἐξισῶσαι βουλομένη ταῖς βλάβαις τῶν Ῥωμαίων τὰς ὠφελείας ἀντὶ τῶν καταλιπόντων αὐτοὺς συμμάχων ἑτέραν οὐκ ἠλπισμένην ἐκ τῶν πολεμίων βοήθειαν προσέθηκε τοιάνδε. ἀνήρ τις ἐκ τοῦ Σαβίνων ἔθνους πόλιν οἰκῶν Ῥήγιλλον εὐγενὴς καὶ χρήμασι δυνατὸς Τῖτος Κλαύδιος, αὐτομολεῖ πρὸς αὐτοὺς συγγένειάν τε μεγάλην ἐπαγόμενος καὶ φίλους καὶ πελάτας συχνοὺς αὐτοῖς μεταναστάντας ἐφεστίοις, οὐκ ἐλάττους πεντακισχιλίων τοὺς ὅπλα φέρειν δυναμένους. ἡ δὲ καταλαβοῦσα αὐτὸν ἀνάγκη μετενέγκασθαι τὴν οἴκησιν εἰς Ῥώμην τοιαύτη λέγεται γενέσθαι.οἱ δυναστεύοντες ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν ἀλλοτρίως ἔχοντες πρὸς τὸν ἄνδρα τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, εἰς δίκην αὐτὸν ὑπῆγον αἰτιασάμενοι προδοσίαν, ὅτι τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν οὐκ ἦν πρόθυμος, ἀλλὰ καὶ ἐν τῷ κοινῷ μόνος ἀντέλεγε τοῖς ἀξιοῦσι τὰς σπονδὰς λελύσθαι, καὶ τοὺς ἑαυτοῦ πολίτας οὐκ εἴα κύρια εἶναι τὰ δόξαντα τοῖς ἄλλοις ἡγεῖσθαι. ταύτην ὀρρωδῶν τὴν δίκην·