ἔτι δὲ τῆς δικαιολογίας γινομένης ἧκέ τις ἀπαγγέλλων τὴν φυγὴν τῶν ὁμηρευουσῶν παρθένων. δεηθεῖσαι γὰρ τῶν φυλαττόντων, ἵνα συγχωρήσωσιν αὐταῖς λούσασθαι παραγενομέναις εἰς τὸν ποταμόν, ἐπειδὴ τὸ συγχώρημα ἔλαβον ἀποστῆναι μικρὸν ἀπὸ τοῦ ποταμοῦ τοῖς ἀνδράσιν εἰποῦσαι, τέως ἂν ἀπολούσωνταί τε καὶ τὰς ἐσθῆτας ἀπολάβωσιν, ἵνα μὴ γυμνὰς ὁρῶσιν αὐτάς· ποιησάντων καὶ τοῦτο τῶν ἀνδρῶν, παρακελευσαμένης αὐταῖς τῆς Κλοιλίας καὶ πρώτης καταρχούσης, διανηξάμεναι τὸν ποταμὸν εἰς τὴν πόλιν ἀπῆλθον.ἔνθα δὴ πολὺς ὁ Ταρκύνιος ἦν ἐπιορκίαν τε καὶ ἀπιστίαν τοῖς Ῥωμαίοις ἐγκαλῶν, καὶ τὸν βασιλέα παροξύνων ὡς ἐξαπατώμενον ὑπʼ ἀνθρώπων δολίων μηθὲν προσέχειν αὐτοῖς. ἀπολογουμένου δὲ τοῦ ὑπάτου καὶ τὸ ἔργον ἐξ αὐτῶν λέγοντος εἶναι τῶν παρθένων δίχα τῆς ἐπιταγῆς τῶν πατέρων, καὶ τὸ πιστὸν οὐκ εἰς μακρὰν παρέξεσθαι λέγοντος ὑπὲρ τοῦ μηδὲν ἐξ ἐπιβουλῆς ὑφʼ ἑαυτῶν πεπρᾶχθαι, πεισθεὶς ὁ βασιλεὺς συνεχώρησεν αὐτῷ πορευθέντι τὰς παρθένους ἀγαγεῖν, ὡς ὑπισχνεῖτο.Οὐαλέριος μὲν δὴ τὰς παρθένους ἄξων ᾤχετο· Ταρκύνιος δὲ καὶ ὁ κηδεστὴς αὐτοῦ τῶν δικαίων ὑπεριδόντες πράγματι ἐπεβούλευσαν ἀνοσίῳ, λόχον ὑποπέμψαντες εἰς τὴν ὁδὸν ἱππέων, τάς τε παρθένους ἁρπάσαι τὰς ἀγομένας καὶ τὸν ὕπατον καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τὸ στρατόπεδον ἐρχομένους συλλαβεῖν, ὡς ῥύσια καθέξοντες ἀνθʼ ὧν Ταρκύνιον ἀφείλοντο Ῥωμαῖοι χρημάτων τὰ σώματα ταῦτα, καὶ τῆς δίκης τὸ τέλος οὐκέτι περιμενοῦντες.οὐκ εἴασε δʼ αὐτοῖς κατὰ νοῦν χωρῆσαι τὴν ἐπιβουλὴν τὸ δαιμόνιον. ἐν ὅσῳ γὰρ ἐκ τοῦ Λατίνων χάρακος ἐξῄεσαν οἱ μέλλοντες τοῖς παραγενομένοις ἐπιθέσθαι, φθάσας ὁ τῶν Ῥωμαίων ὕπατος ἦγε τὰς κόρας· καὶ πρὸς αὐταῖς ἤδη ταῖς πύλαις τοῦ Τυρρηνικοῦ χάρακος ὢν ὐπὸ τῶν ἐπιδιωξάντων ἐκ τῆς ἑτέρας στρατοπεδείας καταλαμβάνεται. ἔνθα τῆς συμπλοκῆς αὐτῶν γενομένης ταχεῖα τοῖς Τυρρηνοῖς αἴσθησις ἐγένετο, καὶ κατὰ σπουδὴν ὁ τοῦ βασιλέως υἱὸς ἴλην ἱππέων ἐπαγόμενος ἐβοήθει, καὶ ἐκ τῶν πεζῶν οἱ προκαθήμενοι τοῦ χάρακος συνέδραμον.ἐφʼ οἷς ἀγανακτῶν ὁ Πορσίνας εἰς ἐκκλησίαν τοὺς Τυρρηνοὺς συνεκάλει καὶ διεξελθών, ὡς ἐπιτρεψάντων αὐτῷ δίκας Ῥωμαίων δικάσαι περὶ ὧν ἐνεκαλοῦντο ὑπὸ Ταρκυνίου, πρὶν ἐπιτελεσθῆναι τὴν δίκην εἰς ἱερὰ σώματα πρέσβεών τε καὶ ὁμήρων παρανομεῖν ἐν σπονδαῖς ἐπεχείρησαν οἱ δικαίως ὑπʼ αὐτῶν ἐξελασθέντες· ὅθεν Τυρρηνοὶ Ῥωμαίους μὲν ἀπολύουσι τῶν ἐγκλημάτων, Ταρκυνίῳ δὲ καὶ Μαμιλίῳ διαλύονται τὴν ξενίαν· καὶ προεῖπεν αὐθημερὸν ἐκ τοῦ χάρακος ἀπιέναι.Ταρκύνιοι μὲν οὖν ἐν ἐλπίσι χρησταῖς γενόμενοι κατʼ ἀρχάς, ὡς ἢ τυραννήσοντες αὖθις τῆς πόλεως Τυρρηνῶν σφίσι βοηθούντων ἢ τὰ χρήματα κομιούμενοι, διὰ τὴν εἰς τοὺς πρέσβεις καὶ τὰ ὅμηρα παρανομίαν ἀμφοτέρων διαμαρτόντες ἀπῆλθον ἐκ τοῦστρατοπέδου σὺν αἰσχύνῃ τε καὶ μίσει. ὁ δὲ τῶν Τυρρηνῶν βασιλεὺς τὰ ὅμηρα τῶν Ῥωμαίων ἐπὶ τὸ βῆμα προαχθῆναι κελεύσας ἀποδίδωσι τῷ ὑπάτῳ εἰπών, ὅτι πάσης ὁμηρείας κρείττονα ἡγεῖται τὴν πίστιν τῆς πόλεως. μίαν δὲ παρθένον ἐκ τῶν ὁμήρων, ὑφʼ ἧς ἐπείσθησαν αἱ λοιπαὶ διανήξασθαι τὸν ποταμόν, ἐπαινέσας ὡς κρεῖττον ἔχουσαν φρόνημα τῆς τε φύσεως καὶ τῆς ἡλικίας, καὶ τὴν πόλιν μακαρίσας ἐπὶ τῷ μὴ μόνον ἄνδρας ἀγαθοὺς ἐκτρέφειν, ἀλλὰ καὶ παρθένους ἀνδράσιν ὁμοίας, δωρεῖται τὴν κόρην ἵππῳ πολεμιστῇφαλάροις κεκοσμημένῳ διαπρεπέσι. μετὰ δὲ τὴν ἐκκλησίαν τὰ περὶ τῆς εἰρήνης καὶ φιλίας ὅρκια πρὸς τοὺς πρέσβεις τῶν Ῥωμαίων ποιησάμενος καὶ ξενίσας αὐτοὺς δῶρα τῇ πόλει φέρεσθαι δίδωσι τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων συχνοὺς πάνυ ὄντας, καὶ τὸ χωρίον, ἐν ᾧ κατεστρατοπεδευκὼς ἦν, κατεσκευασμένον οὐχ ὡς στρατόπεδον ἐν ξένῃ γῇ πρὸς ὀλίγον καιρόν, ἀλλʼ ὡς πόλιν ἰδίαις τε καὶ δημοσίαις οἰκοδομαῖς ἀποχρώντως, οὐκ ὄντος τοῖς Τυρρηνοῖς ἔθους, ὁπότε ἀναστρατοπεδεύοιεν ἐκ πολεμίας, ὀρθὰς καταλείπειν τὰς κατασκευάς, ἀλλὰ καίειν, οὐ μικρὰν τῇ πόλει χαρισάμενος εἰς χρημάτων λόγον δωρεάν. ἐδήλωσε δʼ ἡ πράσις, ἣν ἐποιήσαντο μετὰ τὴν ἀπαλλαγὴντοῦ βασιλέως οἱ ταμίαι. ὁ μὲν δὴ πόλεμος ὁ συστὰς Ῥωμαίοις πρὸς Ταρκυνίους τε καὶ βασιλέα Κλουσίνων Λάρον Πορσίναν, εἰς κινδύνους μεγάλους ἀγαγὼν τὴν πόλιν τοιούτου τέλους ἔτυχεν.ἡ δὲ τῶν Ῥωμαίων βουλὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν Τυρρηνῶν συνελθοῦσα ἐψηφίσατο Πορσίνᾳ μὲν πέμψαι θρόνον ἐλεφάντινον καὶ σκῆπτρον καὶ στέφανον χρυσοῦν καὶ θριαμβικὴν ἐσθῆτα, ᾗ οἱ βασιλεῖς ἐκοσμοῦντο· Μουκίῳ δὲ τῷ προελομένῳ περὶ τῆς πατρίδος ἀποθανεῖν αἰτιωτάτῳ δόξαντι γεγονέναι τῆς καταλύσεως τοῦ πολέμου χώραν ἐκ τῆς δημοσίας δοθῆναι πέραν τοῦ Τεβέριος ποταμοῦ, τὸν αὐτὸν τρόπον, ὅνπερ Ὁρατίῳ τῷ πρὸ τῆς γεφύρας ἀγωνισαμένῳ πρότερον, ὅσην ἂν ἀρότρῳ περιλαβεῖν ἐν ἡμέρᾳ μιᾷ δύνηται. οὗτος ὁ χῶρος ἕως τῶν καθʼ ἡμᾶς χρόνων,Μούκιοι λειμῶνες καλοῦνται. ταῦτα μὲν τοῖς ἀνδράσι· Κλοιλίᾳ δὲ τῇ παρθένῳ στάσιν εἰκόνος χαλκῆς ἔδοσαν, ἣν ἀνέθεσαν ἐπὶ τῆς ἱερᾶς ὁδοῦ τῆς εἰς τὴν ἀγορὰν φερούσης οἱ τῶν παρθένων πατέρες. ταύτην ἡμεῖς μὲν οὐκέτι κειμένην εὕρομεν, ἐλέγετο δʼ ἐμπρήσεως περὶ