ὡ δὲ ταῦτʼ ἤκουσεν ὁ βασιλεύς, ἐκεῖνον μὲν ἀπαγαγόντας τοὺς δορυφόρους ἐκέλευσε δῆσαι καὶ φυλάττειν ἐπιμελῶς· αὐτὸς δὲ τοὺς πιστοτάτους τῶν φίλων παραλαβὼν καὶ τὸν υἱὸν Ἄρροντα παρακαθισάμενος, μετʼ ἐκείνων ἐσκόπει, τί ποιῶν τὰς ἐπιβουλὰς αὐτῶν διακρούσεται.τῶν μὲν οὖν ἄλλων ἕκαστος εὐήθεις ἀσφαλείας λέγων ἐδόκει τῶν δεόντων φρονεῖν οὐδέν· ὁ δʼ υἱὸς αὐτοῦ τελευταίαν ἀπεφήνατο γνώμην πρεσβυτέραν τῆς ἡλικίας, ἀξιῶν αὐτὸν μὴ σκοπεῖν, τίσι φυλακαῖς χρώμενος οὐδὲν πείσεται δεινόν, ἀλλὰ τί ποιῶν οὐ δεήσεται φυλακῆς· θαυμασάντων δὲ τὴν διάνοιαν αὐτοῦ πάντων καὶ πῶς ἂν τοῦτο γένοιτο μαθεῖν βουλομένων, Εἰ φίλους ἀντὶ πολεμίων, ἔφη, ποιήσαιο τοὺς ἄνδρας, τιμιωτέραν ἡγησάμενος τὴν σεαυτοῦ ψυχὴν τῆς καθόδου τῶν σὺν Ταρκυνίῳ φυγάδων.καὶ ὁ βασιλεὺς τὰ κράτιστα μὲν ἔφησεν αὐτὸν λέγειν, βουλῆς δʼ εἶναι ἄξιον τὸ πρᾶγμα, πῶς εὐπρεπεῖς γενήσονται πρὸς αὐτοὺς αἱ διαλλαγαί· μεγάλην αἰσχύνην φάσκων εἶναι, εἰ κρατήσας αὐτῶν μάχῃ καὶ τειχήρεις ἔχων ἀπελεύσεται, μηθὲν ὧν Ταρκυνίοις ὑπέσχετο διαπραξάμενος, ὥσπερ ἡττημένος ὑπὸ τῶν νενικημένων καὶ πεφευγὼς τοὺς μηδʼ ἐκ τῶν πυλῶν ὑπομένοντας ἔτι προελθεῖν· μίαν δὲ μόνην ἔσεσθαι ἀποφαίνων καλὴν τῆς ἔχθρας λύσιν, εἰ παρὰ τῶν πολεμίων παραγένοιντό τινες πρὸς αὐτὸν περὶ φιλίας διαλεγόμενοι.ταῦτα μὲν τότε πρὸς τὸν υἱὸν καὶ τοὺς παρόντας εἶπεν· ὀλίγαις δʼ ὕστερον ἡμέραις αὐτὸς ἠναγκάσθη πρότερος ἄρχειν λόγων διαλλακτηρίων διὰ τοιαύτην αἰτίαν· ἐσκεδασμένων ἀνὰ τὴν χώραν τῶν στρατιωτῶν καὶ τὰς ἀγομένας εἰς τὴν πόλιν ἀγορὰς ἀφαιρουμένων καὶ τοῦτο ποιούντων συνεχῶς, οἱ τῶν Ῥωμαίων ὕπατοι λοχήσαντες αὐτοὺς ἐν καλῷ χωρίῳ διαφθείρουσί τε συχνοὺς καὶ ἔτι πλείους τῶν ἀναιρεθέντων αἰχμαλώτους λαμβάνουσιν. ἐφʼ ᾧ χαλεπαίνοντες οἱ Τυρρηνοὶ διελέγοντο πρὸς ἀλλήλους κατὰ συστροφάς, δι’ αἰτίας τόν τε βασιλέα καὶ τοὺς ἄλλους ἡγεμόνας ἔχοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ ἀπαλλάττεσθαι ποθοῦντες ἐπὶ τὰ οἰκεῖα.δόξας μὲν οὖν ἅπασι κεχαρισμένας φανήσεσθαι τὰς διαλλαγάς, ἀποστέλλει πρεσβευτὰς ἐκ τῶν ἰδίων φίλων τοὺς ἀναγκαιοτάτους. τινὲς μὲν οὖν φασι καὶ τὸν Μούκιον ἅμα τούτοις ἀποσταλῆναι δόντα τὴν πίστιν τῷ βασιλεῖ διʼ ὅρκων ὑπὲρ τοῦ πάλιν ἐλεύσεσθαι· ἕτεροι δὲ λέγουσιν ὅμηρον, ἕως αἱ διαλλαγαὶ γένωνται, τὸν ἄνδρα τοῦτον ἐν τῷ στρατοπέδῳ φυλάττεσθαι· καὶ τάχʼ ἂν εἴη τοῦτʼἀληθέστερον. ἐντολαὶ δʼ ἦσαν, ἃς ἔδωκε τοῖς πρεσβευταῖς ὁ βασιλεύς, τοιαίδε· περὶ μὲν καθόδου Ταρκυνίων μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ χρήματα αὐτοῖς ἀξιοῦν ἀποδοθῆναι, μάλιστα μὲν ἅπαντα ὅσα Ταρκύνιός θʼ ὁ πρεσβύτατος κατέλιπε καὶ αὐτοὶ σὺν τῷ δικαίῳ κτησάμενοι κατέσχον· εἰ δὲ μή γʼ ὅσα δυνατὰ ἀγρῶν τε καὶ οἰκιῶν καὶ βοσκημάτων καὶ ὧν ἐκ γῆς ἀνῄρηνται καρπῶν τὰς ἀξίας, ὁποτέρως ἂν αὐτοῖς δόξῃ συμφέρειν, ἐάν τε τοὺς κατέχοντας αὐτὰ καὶ καρπουμένους εἰσφέρειν, ἐάν τʼ ἐκ τοῦ δημοσίου διαλύειν.ταῦτα μὲν ὑπὲρ ἐκείνων, ἑαυτῷ δʼ αἰτεῖσθαι διαλυομένῳ τὴν ἔχθραν τοὺς καλουμένους Ἑπτὰ πάγους· αὕτη Τυρρηνῶν ἡ χώρα τὸ ἀρχαῖον ἦν, Ῥωμαῖοι δʼ αὐτὴν κατέσχον πολέμῳ τοὺς ἔχοντας ἀφελόμενοι· καὶ ἵνα μένωσι Ῥωμαῖοι Τυρρηνοῖς βέβαιοι φίλοι, παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἰκιῶν τοὺς ὁμηρεύσοντας ὑπὲρ τῆς πόλεως αἰτεῖν παρʼ αὐτῶν.ἀφικομένης δὲ τῆς πρεσβείας εἰς Ῥώμην ἡ βουλὴ μὲν ἐψηφίσατο Ποπλικόλᾳ θατέρῳ τῶν ὑπάτων πεισθεῖσα πάντα συγχωρεῖν, ὅσα ὁ Τυρρηνὸς ἠξίου, κάμνειν τὸν δημότην καὶ ἄπορον ὄχλον οἰομένη τῇ σπάνει τῶν ἐπιτηδείων, καὶ ἀγαπητῶς δέξεσθαι τὴν τοῦ πολέμου λύσιν, ἐφʼ οἷς ἂν γένηται δικαίοις.ὁ δὲ δῆμος τὰ μὲν ἄλλα τοῦ προβουλεύματος ἐψηφίσατο κύρια εἶναι, τὴν δʼ ἀπόδοσιν τῶν χρημάτων οὐκ ἠνέσχετο, ἀλλὰ τἀναντία ἔγνω, μήτʼ ἐκ τῶν ἰδίων μήτʼ ἐκ τῶν κοινῶν τοῖς τυράννοις μηδὲν ἀποδιδόναι, πρεσβευτὰς δὲ περὶ τούτων πρὸς βασιλέα Πορσίναν ἀποστεῖλαι, οἵτινες ἀξιώσουσιν αὐτὸν τὰ μὲν ὅμηρα καὶ τὴν χώραν παραλαβεῖν, περὶ δὲ τῶν χρημάτων αὐτὸν δικαστὴν γενόμενον Ταρκυνίοις τε καὶ Ῥωμαίοις, ὅταν ἀμφοτέρων ἀκούσῃ κρῖναι τὰ δίκαια μήτε χάριτι μήτʼἔχθρᾳ παραχθέντα. ἀπῄεσαν οἱ Τυρρηνοὶ τὰς ἀποκρίσεις ταύτας πρὸς βασιλέα κομίζοντες καὶ σὺν αὐτοῖς οἱ κατασταθέντες ὑπὸ τοῦ δήμου πρέσβεις ἄγοντες ἐκ τῶν πρώτων οἰκιῶν εἴκοσι παῖδας, οὓς ἔδει περὶ τῆς πατρίδος ὁμηρεῦσαι, τῶν ὑπάτων πρώτων τὰ τέκνα ἐπιδόντων, Μάρκου μὲν Ὁρατίου τὸν υἱόν, Ποπλίου δὲ Οὐαλερίου τὴν θυγατέρα γάμων ἔχουσαν ὥραν.ἀφικομένων δὲ τούτων ἐπὶ τὸ στρατόπεδον ἥσθη τε ὁ βασιλεὺς καὶ πολλὰ τοὺς Ῥωμαίους ἐπαινέσας ἀνοχὰς σπένδεται πρὸς αὐτοὺς εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμὸν καὶ τὴν δίκην αὐτὸς ἀναδέχεται δικάζειν. Ταρκύνιοι δʼ ἤχθοντο μὲν ἀπὸ μειζόνων ἐκπεσόντες ἐλπίδων, ἃς εἶχον ἐπὶ τῷ βασιλεῖ, καταχθῆναι δόξαντες ἐπὶ τὴν ἀρχὴν ὑπʼ ἐκείνου, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο καὶ τὰ δεδομένα δέχεσθαι. ἀφικομένων δʼ εἰς τὸν ὁρισθέντα χρόνον ἐκ τῆς πόλεως τῶν ἀπολογησομένων τὴν δίκην καὶ ἀπὸ τῆς βουλῆς τῶν πρεσβυτάτων, καθίσας ἐπὶ τοῦ βήματος ὁ βασιλεὺς μετὰ τῶν φίλων καὶ τὸν υἱὸν συνδικάζειν κελεύσας ἀπέδωκεν αὐτοῖς λόγον.