Ῥωμαῖοι δὲ πᾶσι τοῖς ἐνδόξοις ἀνδράσιν, ἐάν τε πολέμων ἡγεμονίας λαβόντες ἐάν τε πολιτικῶν ἔργων προστασίας συνετὰ βουλεύματα καὶ πράξεις ἀποδείξωνται καλάς, ταύτην ἔταξαν εἶναι τὴν τιμήν, οὐ μόνον τοῖς κατὰ πόλεμον ἀποθανοῦσιν, ἀλλὰ καὶ τοῖς ὁποιᾳδήποτε χρησαμένοις τοῦ βίου τελευτῇ, ἐξ ἁπάσης τῆς περὶ τὸν βίον ἀρετῆς οἰόμενοι δεῖν ἐπαινεῖσθαι τοὺς ἀγαθούς, οὐκ ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον εὐκλείας.Ἰούνιος μὲν δὴ Βροῦτος ὁ τὴν βασιλείαν ἐκβαλὼν καὶ πρῶτος ἀποδειχθεὶς ὕπατος, ὀψὲ μὲν εἰς ἐπιφάνειαν προελθών, ἀκαρῆ δὲ χρόνον ἀνθήσας ἐν αὐτῇ Ῥωμαίων ἁπάντων κράτιστος φανεὶς τοιαύτης τελευτῆς ἔτυχε, γενεὰν οὔτε ἄρρενα καταλιπὼν οὔτε θήλειαν, ὡς οἱ τὰ Ῥωμαίων σαφέστατα ἐξητακότες γράφουσι, τεκμήρια πολλὰ μὲν καὶ ἄλλα τούτου φέροντες, ὑπὲρ ἅπαντα δʼ ὃ δυσαντίλεκτόν ἐστιν, ὅτι τοῦ πατρικίων γένους ἐκεῖνος ἦν, οἱ δʼ ἀπʼ ἐκείνης αὑτοὺς λέγοντες εἶναι τῆς οἰκίας Ἰούνιοί τε καὶ Βροῦτοι πάντες ἦσαν πλήβειοι καὶ τὰς ἀρχὰς μετῄεσαν, ἃς τοῖς δημοτικοῖς μετιέναι νόμος, ἀγορανομίας τε καὶ δημαρχίας, ὑπατείαν δʼ οὐδείς, ἧς τοῖς πατρικίοις μετῆν.ὀψὲ δέ ποτε καὶ ταύτης ἔτυχον τῆς ἀρχῆς, ὅτε συνεχωρήθη καὶ τοῖς δημοτικοῖς αὐτὴν λαβεῖν. ἀλλʼ ὑπὲρ μὲν τούτων οἷς μέλει τε καὶ διαφέρει τὸ σαφὲς εἰδέναι παρίημι σκοπεῖν.μετὰ δὲ τὴν Βρούτου τελευτὴν ὁ συνύπατος αὐτοῦ Οὐαλέριος ὕποπτος γίνεται τοῖς δημοτικοῖς ὡς βασιλείαν κατασκευαζόμενος· πρῶτον μὲν ὅτι μόνος κατέσχε τὴν ἀρχὴν δέον εὐθὺς ἑλέσθαι τὸν συνύπατον, ὥσπερ ὁ Βροῦτος ἐποίησε Κολλατῖνον ἐκβαλών· ἔπειθʼ ὅτι τὴν οἰκίαν ἐν ἐπιφθόνῳ τόπῳ κατεσκευάσατο λόφον ὑπερκείμενον τῆς ἀγορᾶς ὑψηλὸν ἐπιεικῶς καὶ περίτομον, ὃν καλοῦσι Ῥωμαῖοι Οὐελίαν,ἐκλεξάμενος. πυθόμενος δὲ παρὰ τῶν ἐπιτηδείων, ὅτι ταῦτα λυπεῖ τὸν δῆμον, ἀρχαιρεσιῶν προθεὶς ἡμέραν ὕπατον αἱρεῖται Σπόριον Λουκρήτιον, ὃς οὐ πολλὰς ἡμέρας τὴν ἀρχὴν κατασχὼν ἀποθνήσκει. εἰς δὲ τὸν ἐκείνου τόπον καθίστησι Μάρκον Ὁράτιον, καὶ τὴν οἰκίαν ἀπὸ τοῦ λόφου μετατίθεται κάτω, ἵνʼ ἐξείη Ῥωμαίοις, ὡς αὐτὸς ἐκκλησιάζων ἔφη, βάλλειν αὐτὸν ἄνωθεν ἀπὸ τοῦ μετεώρου τοῖς λίθοις, ἐάν τι λάβωσιν ἀδικοῦντα.βεβαίαν τε πίστιν ὑπὲρ τῆς ἐλευθερίας τοὺς δημοτικοὺς λαβεῖν βουλόμενος ἀφεῖλεν ἀπὸ τῶν ῥάβδων τοὺς πελέκεις, καὶ κατεστήσατο τοῖς μεθʼ ἑαυτὸν ὑπάτοις ἔθος, ὃ καὶ μέχρι τῆς ἐμῆς διέμεινεν ἡλικίας, ὅταν ἔξωθεν τῆς πόλεως γένωνται χρῆσθαι τοῖς πελέκεσιν, ἔνδον δὲ ταῖς ῥάβδοις κοσμεῖσθαι μόναις·νόμους τε φιλανθρωποτάτους ἔθετο βοηθείας ἔχοντας τοῖς δημοτικοῖς· ἕνα μέν, ἐν ᾧ διαρρήδην ἀπεῖπεν ἄρχοντα μηδένα εἶναι Ῥωμαίων, ὃς ἂν μὴ παρὰ τοῦ δήμου λάβῃ τὴν ἀρχήν, θάνατον ἐπιθεὶς ζημίαν, ἐάν τις παρὰ ταῦτα ποιῇ, καὶ τὸν ἀποκτείναντα τούτων τινὰ ποιῶν ἀθῷον· ἕτερον δʼ, ἐν ᾧ γέγραπται, Ἐάν τις ἄρχων Ῥωμαίων τινὰ ἀποκτείνειν ἢ μαστιγοῦν ἢ ζημιοῦν εἰς χρήματα θέλῃ, ἐξεῖναι τῷ ἰδιώτῃ προκαλεῖσθαι τὴν ἀρχὴν ἐπὶ τὴν τοῦ δήμου κρίσιν, πάσχειν δʼ ἐν τῷ μεταξὺ χρόνῳ μηδὲν ὑπὸ τῆς ἀρχῆς, ἕως ἂν ὁ δῆμος ὑπὲρ αὐτοῦ ψηφίσηται.ἐκ τούτων γίνεται τῶν πολιτευμάτων τίμιος τοῖς δημοτικοῖς, καὶ τίθενται αὐτῷ ἐπωνύμιον Ποπλικόλαν· τοῦτο κατὰ τὴν Ἑλλήνων διάλεκτον βούλεται δηλοῦν δημοκηδῆ. καὶ τὰ μὲν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ συντελεσθέντα ὑπὸ τῶν ὑπάτων τοιάδε ἦν·τῷ δʼ ἑξῆς αὐτός τε πάλιν ἀποδείκνυται Οὐαλέριος τὸ δεύτερον ὕπατος καὶ σὺν αὐτῷ Λουκρήτιος, ἐφʼ ὧν ἄλλο μὲν οὐδὲν ἄξιον λόγου ἐπράχθη, τιμήσεις δʼ ἐγένοντο τῶν βίων καὶ τάξεις τῶν εἰς τοὺς πολέμους εἰσφορῶν, ὡς Τύλλιος ὁ βασιλεὺς ἐνομοθέτησε, πάντα τὸν ἐπὶ τῆς Ταρκυνίου δυναστείας χρόνον ἀφειμέναι, τότε δὲ πρῶτον ὑπὸ τούτων ἀνανεωθεῖσαι· ἐξ ὧν εὑρέθη τῶν ἐν ἥβῃ Ῥωμαίων περὶ τρισκαίδεκα μυριάδας. καὶ εἰς χωρίον τι Σιγνούριον καλούμενον Ῥωμαίων ἀπεστάλη στρατιά, διὰ φυλακῆς ἕξουσα τὸ φρούριον ἐπὶ ταῖς Λατίνων τε καὶ Ἑρνίκων πόλεσι κείμενον, ὅθεν τὸν πόλεμον προσεδέχοντο.Ποπλίου δὲ Οὐαλερίου τοῦ προσαγορευθέντος Ποπλικόλα τὸ τρίτον ἐπὶ τὴν αὐτὴν ἀποδειχθέντος ἀρχὴν καὶ σὺν αὐτῷ Μάρκου Ὁρατίου Πολβίλλου τὸ δεύτερον βασιλεὺς Κλουσινῶν τῶν ἐν Τυρρηνίᾳ Λάρος ὄνομα, Πορσίνας ἐπίκλησιν, καταφυγόντων ἐπʼ αὐτὸν Ταρκυνίων, ὑποσχόμενος αὐτοῖς δυεῖν θάτερον ἢ διαλλάξειν αὐτοὺς πρὸς τοὺς πολίτας ἐπὶ καθόδῳ καὶ ἀναλήψει τῆς ἀρχῆς ἢ τὰς οὐσίας ἀνακομισάμενος, ἃς ἀφῃρέθησαν, ἀποδώσειν, ἐπειδὴ πρέσβεις ἀποστείλας εἰς τὴν Ῥώμην ἐν τῷ παρελθόντι ἐνιαυτῷ μεμιγμένας ἀπειλαῖς ἐπικλήσεις κομίζοντας οὔτε διαλλαγὰς εὕρετο τοῖς ἀνδράσι καὶ κάθοδον, αἰτιωμένης τῆς βουλῆς τὰς ἀρὰς καὶ τοὺς ὅρκους τοὺς γενομένους κατʼ αὐτῶν, οὔτε τὰς οὐσίας ἀνεπράξατο αὐτοῖς, τῶν διανειμαμένων καὶ κατακληρουχησάντων αὐτὰς οὐκ ἀξιούντων ἀποδιδόναι·ὑβρίζεσθαι φήσας ὑπὸ Ῥωμαίων καὶ δεινὰ πάσχειν, ὅτι τῶν ἀξιουμένων οὐδετέρου παρʼ αὐτῶν ἔτυχεν, ἀνὴρ αὐθάδης καὶ διεφθαρμένος τὴν γνώμην ὑπό τε πλούτου καὶ χρημάτων καὶ ἀρχῆς μεγέθους, ἀφορμὰς ὑπέλαβεν ἔχειν καλὰς καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν παλαίτερον ἔτι τοῦτο βουλόμενος καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον.