ταῦτα δʼ εἰπεῖν ἠνάγκασμαι συνισταμένους τινὰς ἐπʼ αὐτοὺς αἰσθόμενος καὶ τὴν ἀρχὴν ἑτέροις παραδοῦναι βουλομένους. ἀξιῶ δʼ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, καὶ τῶν ἐμῶν μεμνημένους ἀγώνων, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμην, οὔτε μικρῶν ὄντων οὔτʼ ὀλίγων, οὓς οὐδὲν δέομαι πρὸς εἰδότας ὑμᾶς λέγειν, τὰς ἀντὶ τούτων ὀφειλομένας ἐμοὶ χάριτας τοῖς παιδίοις ἀκοδοῦναι τούτοις. οὐ γὰρ ἰδίαν ἀρχὴν ἐμαυτῷ κατασκευαζόμενος, ἧς οὐδενὸς ἧττον ἄξιος ἦν βουληθεὶς τυγχάνειν, ἀλλὰ τῷ Ταρκυνίου γένει βοηθῶν τὰ κοινὰ πράττειν προῄρημαι.ἱκέτης δʼ ὑμῶν γίνομαι μὴ τοὺς ὀρφανοὺς ἐγκαταλιπεῖν νῦν μὲν ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας, εἰ δʼ ἡ πρώτη πεῖρα τοῖς ἐχθροῖς αὐτῶν χωρήσει κατὰ νοῦν, καὶ ἐκ τῆς πόλεως ἐξελαθησομένους. ἀλλʼ ὑπὲρ μὲν τούτων ὡς ἐγνωκόσιν ὑμῖν τὰ δέοντα καὶ ποιήσουσιν, ὅσα προσήκει, οὐδὲν δέομαι πλείω λέγειν· ἃ δὲ παρεσκεύασμαι ποιεῖν ὑμᾶς αὐτὸς ἀγαθὰ καὶ ὧν χάριν τὴν ἐκκλησίαν συνεκάλεσα, ἀκούσατέ μου.ὅσοι μὲν ὑμῶν ὀφείλοντες ἤδη χρέα διὰ πενίαν ἀδύνατοί εἰσιν ἀποδοῦναι, τούτοις βοηθεῖν προθυμούμενος, ἐπειδὴ πολῖταί τʼ εἰσι καὶ πολλοὺς ὑπὲρ τῆς πατρίδος ἀνηντλήκασι πόνους, ἵνα μὴ τὴν ἰδίαν ἀφαιρεθῶσιν ἐλευθερίαν οἱ τὴν κοινὴν βεβαιώσαντες, ἐκ τῶν ἐμαυτοῦχρημάτων δίδωμι διαλύσασθαι τὰ χρέα. ὅσοι δʼ ἂν μετὰ ταῦτα δανείσωνται, τούτους οὐκ ἐάσω πρὸς τὰ χρέα ἀπάγεσθαι καὶ νόμον θήσομαι μηδένα δανείζειν ἐπὶ σώμασιν ἐλευθέροις ἱκανὸν ἡγούμενος τοἱς δανεισταῖς τῆς οὐσίας τῶν συμβαλόντων κρατεῖν. ἵνα δὲ καὶ τὰς εἰς τὸ δημόσιον γινομένας εἰσφοράς, διʼ ἃς οἱ πένητες ἐπιβαροῦνταί τε καὶ ἀναγκάζονται δανείσματα ποιεῖν, κουφοτέρας εἰς τὸ λοιπὸν φέρητε, τιμήσασθαι τὰς οὐσίας ἅπαντας κελεύσω καὶ ἀπὸ τοῦ τιμήματος ἕκαστον εἰσφέρειν τὸ ἐπιβάλλον, ὡς ἐν ταῖς μεγίσταις καὶ εὐνομωτάταις πόλεσι πυνθάνομαι γινόμενον, δίκαιόν τε καὶ συμφέρον τῷ κοινῷ τοῦθʼ ἡγούμενος τοὺς μὲν πολλὰ κεκτημένους πολλὰ εἰσφέρειν, τοὺς δʼ ὀλίγα ἔχοντας ὀλίγα.δοκεῖ δέ μοι καὶ τῆς δημοσίας γῆς, ἣν διὰ τῶν ὅπλων κτησάμενοι κατέχετε, μὴ τοὺς ἀναιδεστάτους ὥσπερ νῦν κρατεῖν οὔτε χάριτι λαβόντας οὔτʼ ὠνῇ κτησαμένους, ἀλλὰ τοὺς μηδένα κλῆρον ἔχοντας ὑμῶν, ἵνα μὴ θητεύητε ὄντες ἐλεύθεροι μηδὲ τὰς ἀλλοτρίας κτήσεις, ἀλλὰ τὰς ἰδίας γεωργῆτε· οὐ γὰρ ἂν γένοιτο φρόνημα εὐγενὲς ἐν ἀνδράσιν ἀπορουμένοις τῶν καθʼ ἡμέραν ἀναγκαίων.ὑπὲρ ἅπαντα δὲ ταῦτʼ ἔγνων καὶ ἴσην καὶ κοινὴν ποιεῖν τὴν πολιτείαν καὶ τὰ δίκαια πᾶσι πρὸς ἅπαντας ὅμοια. εἰς τοῦτο γὰρ ἥκουσί τινες αὐθαδείας, ὥσθʼ ὑβρίζειν εἰς τὸ δημοτικὸν ἀξιοῦσι καὶ μηδʼ ἐλευθέρους ἡγεῖσθαι τοὺς πένητας ὑμῶν. ἵνα δὲ καὶ λαμβάνωσι τὰ δίκαια καὶ ὑπέχωσιν οἱ μείζους τοῖς ἐλάττοσιν ἐξ ἴσου, νόμους θήσομαι κωλυτὰς μὲν τῆς βίας, φύλακας δὲ τῆς δικαιοσύνης καὶ αὐτὸς οὐδένα χρόνον ἀνήσω τῆς ἁπάντων προνοούμενος ἰσηγορίας.τοιαῦτα λέγοντος αὐτοῦ πολὺς ἔπαινος ἐκ τῆς ἐκκλησίας ἐγένετο τῶν μέν, ὅτι πιστὸς ἦν καὶ δίκαιος περὶ τοὺς εὐεργέτας, ἐπαινούντων, τῶν δʼ, ὅτι φιλάνθρωπος καὶ μεγαλόψυχος εἰς τοὺς ἀπόρους, τῶν δʼ, ὡς μέτριος καὶ δημοτικὸς πρὸς τοὺς ταπεινοτέρους, ἁπάντων δʼ, ὅτι νόμιμος καὶ δίκαιος ἄρχων, ἀγαπώντωντε καὶ τεθαυμακότων. διαλυθείσης δὲ τῆς ἐκκλησίας ταῖς ἑξῆς ἡμέραις ἀπογράφεσθαι κελεύσας τοὺς ὑποχρέους, ὅσοι τὴν πίστιν ἀδύνατοι ἦσαν φυλάττειν, τίσιν ὀφείλουσι καὶ πόσον ἕκαστος, ἐπειδὴ τὰς ἀπογραφὰς ἔλαβε, τραπέζας θεὶς ἐν ἀγορᾷ πάντων ὁρώντων ἀπηρίθμει τοῖς δανεισταῖς τὰ χρέα.ταῦτα διαπραξάμενος ἐξέθηκεν ἐν φανερῷ διάταγμα βασιλικόν, ἐκχωρεῖν τῆς δημοσίας γῆς τοὺς καρπουμένους τε καὶ ἰδίᾳ κατέχοντας αὐτὴν ἐν ὡρισμένῳ τινὶ χρόνῳ, καὶ τοὺς οὐδένα κλῆρον ἔχοντας τῶν πολιτῶν πρὸς ἑαυτὸν ἀπογράφεσθαι· νόμους τε συνέγραφεν οὓς μὲν ἐκ τῶν ἀρχαίων καὶ παρημελημένων ἀνανεούμενος, οὓς Ῥωμύλος τʼ εἰσηγήσατο καὶ Νόμας Πομπίλιος, οὓς δʼαὐτὸς καθιστάμενος. ταῦτα δʼ αὐτοῦ πολιτευομένου χαλεπῶς ἔφερον οἱ πατρίκιοι καταλυομένην τὴν δυναστείαν τῆς βουλῆς ὁρῶντες καὶ λογισμοὺς οὐκέτι τοὺς αὐτούς, ἀλλʼ ἐναντίους τοῖς προτέροις ἐλάμβανον.ἐν ἀρχαῖς μὲν γὰρ ὥρμησαν ἀφελέσθαι τὴν παράνομον αὐτοῦ δυναστείαν ἀποδείξαντες μεσοβασιλεῖς καὶ διʼ ἐκείνων ἑλέσθαι τὸν κατὰ νόμους ἕξοντα τὴν ἀρχήν· τότε δὲ στέργειν ἐπὶ τοῖς παροῦσιν ᾤοντο δεῖν καὶ μηδὲν πολυπραγμονεῖν. εἰσῄει γὰρ αὐτοῖς λογισμός, ὅτι τῆς μὲν βουλῆς, ὃν αὐτὴ προῃρεῖτο, παραγούσης ἐπὶ τὰ πράγματα ὁ δῆμος ἐναντιώσεται τὴν ψῆφον ἀναλαβών· ἐὰν δʼ ἐπὶ τῷ δήμῳ ποιήσωσι τὴν τοῦ βασιλέως προαίρεσιν, ἅπασαι τὸν Τύλλιον ψηφοφορήσουσιν αἱ φρᾶτραι, καὶ περιέσται τῷ ἀνδρὶ τὸ δοκεῖν κατὰ νόμους ἄρχειν. ἔδοξεν οὖν αὐτοῖς ἄμεινον εἶναι κλέπτοντα τὴν ἀρχὴν τὸν ἄνδρα καὶ παρακρουόμενον τοὺς πολίτας μᾶλλον ἢ πείσαντα καὶ φανερῶς λαβόντα κατέχειν.ἀλλʼ οὐδὲν αὐτοῖς ἐγένετο προὔργου τῶν λελογισμένων· οὕτω κατεστρατήγησεν αὐτοὺς ὁ Τύλλιος καὶ κατέσχε τὴν βασιλείαν ἀκόντων ἐκείνων. κατασκευάσας γὰρ ἐκ πολλοῦ φήμας λέγεσθαι κατὰ τὴν πόλιν. ὡς ἐπιβουλευόντων αὐτῷ τῶν πατρικίων προῆλθεν εἰς τὴν ἀγορὰν ἐσθῆτα πιναρὰν περιβεβλημένος καὶ κατηφὴς συνούσης αὐτῷ καὶ τῆς μητρὸς Ὀκρισίας καὶ τῆς Ταρκυνίου γυναικὸς Τανακυλίδος καὶ τῆς συγγενείας τῆς βασιλικῆς ὅλης. ὄχλου δὲ συνδραμόντος πολλοῦ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐκκλησίαν συγκαλέσας προῆλθεν ἐπὶ τὸ βῆμα καὶ διεξῆλθε τοιοῦτόν τινα λόγον.