τὰς μὲν οὖν ἡμετέρας τῶν πατρικίων συμφοράς, ἃς καὶ τῶν πολεμίων ἄν τις μαθὼν δακρύσειε, σιωπῶ, εἴ γʼ ὀλίγοι μὲν ἐκ πολλῶν λελείμμεθα, ταπεινοὶ δʼ ἐκ μεγάλων γεγόναμεν, εἰς πενίαν δὲ καὶ δεινὴν ἀπορίαν ἥκομεν ἐκ πολλῶν καὶ μακαρίων ἐκπεσόντες ἀγαθῶν. οἱ λαμπροὶ δʼ ἐκεῖνοι καὶ δεινοὶ καὶ μεγάλοι, δι’ οὓς ἐπιφανὴς ἡ πόλις ἡμῶν ποτε ἦν, οἱ μὲν ἀπολώλασιν,οἱ δὲ φεύγουσι τὴν πατρίδα. ἀλλὰ τὰ ὑμέτερα πράγματα, ὦ δημόται, πῶς ἔχει; οὐκ ἀφῄρηται μὲν ὑμῶν τοὺς νόμους, ἀφῄρηται δὲ τὰς ἐφʼ ἱερὰ καὶ θυσίας συνόδους, πέπαυκε δὲ τοὺς ἀρχαιρεσιάζοντας καὶ ψηφοφοροῦντας καὶ περὶ τῶν κοινῶν ἐκκλησιάζοντας, ἀναγκάζει δʼ ὅσα δούλους ἀργυρωνήτους αἰσχύνης ἄξια ταλαιπωρεῖν λατομοῦντας ὑλοτομοῦντας ἀχθοφοροῦντας, ἐν ταρτάροις καὶ βαράθροις δαπανωμένους, ἀνάπαυσιν τῶν κακῶν οὐδὲ τὴν ἐλαχίστην λαμβάνοντας;τίς οὖν ὅρος ἔσται τῶν συμφορῶν, καὶ μέχρι τίνος χρόνου ταῦτα πάσχοντες ὑπομενοῦμεν, καὶ πότε τὴν πάτριον ἐλευθερίαν ἀνακτησόμεθα; ὅταν ἀποθάνῃ Ταρκύνιος; νὴ Δία. καὶ τί πλέον ἡμῖν ἔσται τότε, τί δʼ οὐ χεῖρον; τρεῖς γὰρ ἐξ ἑνὸς Ταρκυνίους ἕξομενπολλῷ μιαρωτέρους τοῦ πατρός. ὅπου γὰρ ὁ γενόμενος ἐξ ἰδιώτου τύραννος καὶ ὀψὲ ἀρξάμενος πονηρὸς εἶναι, πᾶσαν ἀκριβοῖ τὴν τυραννικὴν κακίαν, ποδαποὺς χρὴ νομίζειν ἔσεσθαι τοὺς ἐξ ἐκείνου φύντας, οἷς πονηρὸν μὲν γένος, πονηραὶ δὲ τροφαί, πολιτικὸν δὲ καὶ μέτριον οὐδὲν οὔτʼ ἰδεῖν ἐξεγένετο πώποτε πραττόμενον οὔτε μαθεῖν; ἵνα δὲ μὴ μαντεύησθε τὰς καταράτους αὐτῶν φύσεις, ἀλλʼ ἀκριβῶς μάθητε, οἵους σκύλακας ὑμῖν ἡ Ταρκυνίου τυραννὶς ὑποτρέφει, θεάσασθε ἔργον ἑνὸς αὐτῶν τοῦ πρεσβυτάτου.αὕτη Σπορίου μέν ἐστι Λουκρητίου θυγάτηρ, ὃν ἀπέδειξε τῆς πόλεως ἔπαρχον ὁ τύραννος ἐξιὼν ἐπὶ τὸν πόλεμον, Ταρκυνίου δὲ Κολλατίνου γυνὴ τοῦ συγγενοῦς τῶν τυράννων καὶ πολλὰ ὑπὲρ αὐτῶν κακοπαθήσαντος. αὕτη μέντοι σωφρονεῖν βουλομένη καὶ τὸν ἄνδρα τὸν ἑαυτῆς φιλοῦσα, ὥσπερ ἀγαθῇ προσήκει γυναικί, ξενιζομένου παρʼ αὐτῇ Σέξτου διὰ τὴν συγγένειαν τῇ παρελθούσῃ νυκτί, Κολλατίνου δὲ τότʼ ἀποδημοῦντος ἐπὶ στρατοπέδου, τὴν ἀκόλαστον ὕβριν τῆς τυραννίδος οὐκ ἐδυνήθη διαφυγεῖν, ἀλλʼ ὥσπερ αἰχμάλωτος ὑπʼ ἀνάγκης κρατηθεῖσα ὑπέμεινεν ὅσα μὴ θέμις ἐλευθέρᾳ γυναικὶ παθεῖν.ἐφʼ οἷς ἀγανακτοῦσα καὶ ἀφόρητον ἡγουμένη τὴν ὕβριν ἐπειδὴ πρὸς τὸν πατέρα καὶ τοὺς ἄλλους συγγενεῖς τὰς κατασχούσας αὐτὴν ἀνάγκας διεξῆλθε πολλὰς ποιησαμένη διήσεις καὶ ἀράς, ἵνα τιμωροὶ τοῖς κακοῖς αὐτῆς γένοιντο καὶ τὸ κεκρυμμένον ὑπὸ τοῖς κόλποις ξίφος σπασαμένη τοῦ πατρὸς ὁρῶντος, ὦ δημόται, διὰ τῶν ἑαυτῆς σπλάγχνων ἔβαψε τὸν σίδηρον.ὦ θαυμαστὴ σὺ καὶ πολλῶν ἐπαίνων ἀξία τῆς εὐγενοῦς προαιρέσεως, οἴχῃ καὶ ἀπόλωλας οὐχ ὑπομείνασα τυραννικὴν ὕβριν, ἁπάσας ὑπεριδοῦσα τὰς ἐν τῷ ζῆν ἡδονάς, ἵνα σοι μηδὲν ἔτι τοιοῦτον συμβῇ παθεῖν. ἔπειτα σὺ μέν, ὦ Λουκρητία, γυναικείας τυχοῦσα φύσεως ἀνδρὸς εὐγενοῦς φρόνημα ἔσχες, ἡμεῖς δʼ ἄνδρες γενόμενοι γυναικῶν χείρους ἀρετῇ γενησόμεθα; καὶ σοὶ μέν, ὅτι μίαν ἐτυραννήθης νύκτα τὴν ἀμίαντον ἀφαιρεθεῖσʼ αἰδῶ μετὰ βίας, ἡδίων καὶ μακαριώτερος ἔδοξεν ὁ θάνατος εἶναι τοῦ βίου, ἡμῖν δʼ ἆρʼ οὐ παραστήσεται τὸ αὐτὸ τοῦτο ὑπολαβεῖν, ὧν Ταρκύνιος οὐ μίαν ἡμέραν, ἀλλὰ πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη τυραννῶν, πάσας ἀφῄρηται τὰς ἐν τῷ ζῆν ἡδονὰς ἐλευθερίαν ἀφελόμενος;οὐκ ἔστιν ἡμῖν, ὦ δημόται, βιωτὸν ἐν τοιούτοις καλινδουμένοις κακοῖς, ἐκείνων τῶν ἀνδρῶν οὖσιν ἀπογόνοις, οἳ τὰ δίκαια τάττειν ἠξίουν τοῖς ἄλλοις καὶ πολλοὺς ὑπὲρ ἀρχῆς καὶ δόξης ἤραντο κινδύνους· ἀλλὰ δυεῖν θάτερον ἅπασιν αἱρετέον, ἢ βίον ἐλεύθερον, ἢ θάνατον ἔνδοξον.ἥκει δὲ καιρός, οἷον εὐχόμεθα, μεθεστηκότος μὲν ἐκ τῆς πόλεως Ταρκυνίου, ἡγουμένων δὲ τῆς ἐπιχειρήσεως τῶν πατρικίων, οὐδενὸς δʼ ἡμῖν ἐλλείψοντος, ἐὰν ἐκ προθυμίας χωρήσωμεν ἐπὶ τὰ ἔργα, οὐ σωμάτων, οὐ χρημάτων, οὐχ ὅπλων, οὐ στρατηγῶν, οὐ τῆς ἄλλης τῆς εἰς τὰ πολέμια παρασκευῆς· μεστὴ γὰρ ἁπάντων ἡ πόλις, αἰσχρόν τε Οὐολούσκων καὶ Σαβίνων καὶ μυρίων ἄλλων ἄρχειν ἀξιοῦν, αὐτοὺς δὲ δουλεύοντας ἑτέροις ὑπομένειν, καὶ περὶ μὲν τῆς Ταρκυνίου πλεονεξίας πολλοὺς ἀναιρεῖσθαι πολέμους, περὶ δὲ τῆς ἑαυτῶν ἐλευθερίας μηδένα.τίσιν οὖν ἀφορμαῖς εἰς τὰ πράγματα χρησόμεθα καὶ ποίαις συμμαχίαις; τοῦτο γὰρ λοιπὸν εἰπεῖν. πρώταις μὲν ταῖς παρὰ τῶν θεῶν ἐλπίσιν, ὧν ἱερὰ καὶ τεμένη καὶ βωμοὺς μιαίνει Ταρκύνιος ταῖς αἱμοφύρτοις χερσὶ καὶ παντὸς ἐμφυλίου γεμούσαις ἄγους θυσιῶν καὶ σπονδῶν καταρχόμενος· ἔπειτα ταῖς ἐξ ἡμῶν αὐτῶν οὔτʼ ὀλίγων ὄντων οὔτʼ ἀπείρων πολέμου· πρὸς δὲ τούτοις ταῖς παρὰ τῶν συμμάχων ἐπικουρίαις, οἳ μὴ καλούντων μὲν ἡμῶν οὐδὲν ἀξιώσουσι πολυπραγμονεῖν, ἐὰν δʼ ἀρετῆς ὁρῶσι μεταποιουμένους ἄσμενοι συναροῦνται τοῦ πολέμου· τυραννὶς γὰρ ἅπασιν ἐχθρὰ τοῖς βουλομένοις ἐλευθέροις εἶναι.εἰ δέ τινες ὑμῶν τοὺς ἐπὶ στρατοπέδου συνόντας ἅμα Ταρκυνίῳ πολίτας δεδοίκασιν, ὡς ἐκείνῳ μὲν συναγωνιουμένους, ἡμῖν δὲ πολεμήσοντας, οὐκ ὀρθῶς δεδοίκασι. βαρεῖα γὰρ κἀκείνοις ἡ τυραννὶς καὶ ἔμφυτος ἅπασιν ἀνθρώποις ὁ τῆς ἐλευθερίας πόθος, καὶ πᾶσα μεταβολῆς πρόφασις τοῖς διʼ ἀνάγκην ταλαιπωροῦσιν ἱκανή· οὕς, εἰ ψηφιεῖσθε τῇ πατρίδι βοηθεῖν, οὐ φόβος ὁ καθέξων ἔσται παρὰ τοῖς τυράννοις, οὐ χάρις, οὐχ ἕτερόν τι τῶν βιαζομένων ἢ πειθόντων ἀνθρώπους τὰ