τὰ δὲ κοινά, ὑπὲρ ὧν ὑμᾶς εἰς ἐκκλησίαν συνεκάλεσα, ταῦτʼ ἐστί. Ταρκύνιον οὔτε κατὰ τοὺς πατρίους ἡμῶν ἐθισμοὺς καὶ νόμους τὴν δυναστείαν κατασχόντα οὔτʼ, ἐπειδὴ κατέσχεν ὅπως δή ποτε λαβών, καλῶς αὐτῇ καὶ βασιλικῶς χρώμενον, ἀλλʼ ὑπερβεβληκότα πάντας ὕβρει τε καὶ παρανομίᾳ τοὺς ὅπου δή ποτε γενομένους τυράννους, ἀφελέσθαι τὴν ἐξουσίαν βεβουλεύμεθα συνελθόντες οἱ πατρίκιοι, πάλαι μὲν δέον, ἐν καιρῷ δὲ νῦν αὐτὸ ποιοῦντες ἐπιτηδείῳ, ὑμᾶς τʼ, ὦ δημόται, συνεκαλέσαμεν, ἵνα τὴν προαίρεσιν ἀποδειξάμενοι τὴν ἑαυτῶν συναγωνιστὰς ἀξιώσωμεν ἡμῖν γενέσθαι, πράττοντας ἐλευθερίαν τῇ πατρίδι, ἧς οὔτε πρότερον ἡμῖν ἐξεγένετο μεταλαβεῖν, ἐξ οὗ Ταρκύνιος τὴν ἀρχὴν κατέσχεν, οὔθʼ ὕστερον, ἐὰν νῦν μαλακισθῶμεν, ἐξέσται.εἰ μὲν οὖν χρόνον εἶχον, ὅσον ἐβουλόμην, ἢ πρὸς ἀγνοοῦντας ἔμελλον λέγειν, ἁπάσας διεξῆλθον ἂν τὰς τοῦ τυράννου παρανομίας, ἐφʼ αἷς οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἅπασιν εἴη δίκαιος ἀπολωλέναι· ἐπειδὴ δʼ ὅ τε καιρός, ὃν τὰ πράγματά μοι δίδωσι, βραχύς, ἐν ᾧ λέγειν μὲν ὀλίγα δεῖ, πράττειν δὲ πολλά, καὶ πρὸς εἰδότας οἱ λόγοι, τὰ μέγιστα καὶ φανερώτατα τῶν ἔργων αὐτοῦ καὶ οὐδʼ ἀπολογίας οὐδεμιᾶς δυνάμενα τυχεῖν, ταῦθʼ ὑμᾶς ὑπομνήσω.οὗτός ἐστιν, ἄνδρες πολῖται, ὁ Ταρκύνιος ὁ πρὸ τοῦ παραλαβεῖν τὴν ἀρχὴν Ἄρροντα τὸν γνήσιον ἀδελφόν, ὅτι πονηρὸς οὐκ ἐβούλετο γενέσθαι, φαρμάκοις διαχρησάμενος, συνεργὸν εἰς τοῦτο τὸ μῦσος λαβὼν τὴν ἐκείνου γυναῖκα, τῆς δʼ αὐτῷ συνοικούσης ἀδελφήν, ἣν ἐμοίχευεν ὁ θεοῖς ἐχθρὸς ἔτι καὶ πάλαι·οὗτος ὁ τὴν γαμετὴν γυναῖκα, σώφρονα καὶ τέκνων κοινωνὸν γεγονυῖαν, ἐν ταῖς αὐταῖς ἡμέραις καὶ διὰ τῶν αὐτῶν φαρμάκων ἀποκτείνας οὐδʼ ἀφοσιώσασθαι τῶν φαρμακειῶν ἀμφοτέρων τὰς διαβολάς, ὡς οὐχ ὑφʼ ἑαυτοῦ γενομένων, ἠξίωσεν ἐλεεινῷ χρησάμενος σχήματι καὶ μικρᾷ προσποιήσει πένθους, ἀλλʼ εὐθὺς ἅμα τῷ αὐτὰ διαπράξασθαι τὰ θαυμαστὰ ἔργα, πρὶν ἢ μαρανθῆναι τὰς ὑποδεξαμένας τὰ δύστηνα σώματα πυράς, φίλους εἱστία καὶ γάμους ἐπετέλει καὶ τὴν ἀνδροφόνον νύμφην ἐπὶ τὸν τῆς ἀδελφῆς θάλαμον ἤγετο τὰς ἀπορρήτους ἐμπεδῶν πρὸς αὐτὴν ὁμολογίας· ἀνόσια καὶ ἐξάγιστα καὶ οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι γενόμενα πρῶτος εἰς τὴν Ῥωμαίων πόλιν εἰσαγαγὼν καὶμόνος. οἷα δʼ ἐξειργάσατο, ὦ δημόται, τὰ περιβόητα καὶ δεινὰ περὶ τοὺς κηδεστὰς ἀμφοτέρους ἐπιχειρήματα ἐπὶ ταῖς δυσμαῖς ὄντας ἤδη τοῦ βίου; Σερούιον μὲν Τύλλιον τὸν ἐπιεικέστατον τῶν βασιλέων καὶ πλεῖστα ὑμᾶς εὖ ποιήσαντα φανερῶς ἀποσφάξας καὶ οὔτʼ ἐκκομιδῆς οὔτε ταφῆς ἐάσας νομίμου τὸ σῶμα τυχεῖν·Ταρκυνίαν δὲ τὴν ἐκείνου γυναῖκα, ἣν προσῆκεν αὐτῷ τιμᾶν ὥσπερ μητέρα, πατρὸς ἀδελφὴν οὖσαν καὶ σπουδαίαν περὶ αὐτὸν γενομένην, πρὶν ἢ πενθῆσαι καὶ τὰ νομιζόμενα τῷ κατὰ γῆς ἀνδρὶ ποιῆσαι τὴν ἀθλίαν ἀγχόνῃ διαχρησάμενος, ὑφʼ ὧν ἐσώθη καὶ παρʼ οἷς ἐτράφη καὶ οὓς διαδέξεσθαι μετὰ τὴν τελευτὴν ἔμελλεν ὀλίγον ἀναμείνας, ἕως ὁ κατὰ φύσιν αὐτοῖς παραγένηται θάνατος.ἀλλὰ τί τούτοις ἐπιτιμῶ τοσαύτας ἔχων αὐτοῦ παρανομίας κατηγορεῖν ἔξω τῶν εἰς τοὺς συγγενεῖς καὶ κηδεστὰς γενομένων, τὰς εἰς τὴν πατρίδα καὶ πάντας ἡμᾶς ἐπιτελεσθείσας, εἰ δὴ καὶ παρανομίας δεῖ καλεῖν αὐτάς, ἀλλʼ οὐκ ἀνατροπὰς καὶ ἀφανισμοὺς ἁπάντων τῶν τε νομίμων καὶ τῶν ἐθῶν; αὐτίκα τὴν ἡγεμονίαν, ἵνʼ ἀπὸ ταύτης ἄρξωμαι, πῶς παρέλαβεν; ἆρά γʼ ὡς οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς; πόθεν;πολλοῦ γε καὶ δεῖ. ἐκεῖνοι μέντοι πάντες ὑφʼ ὑμῶν ἐπὶ τὰς δυναστείας παρήγοντο κατὰ τοὺς πατρίους ἐθισμοὺς καὶ νόμους· πρῶτον μὲν ψηφίσματος ὑπὸ τῆς βουλῆς γραφέντος, ᾗ περὶ πάντων ἀποδέδοται τῶν κοινῶν προβουλεύειν· ἔπειτα μεσοβασιλέων αἱρεθέντων, οἷς ἐπιτρέπει τὸ συνέδριον ἐκ τῶν ἀξίων τῆς ἀρχῆς διαγνῶναι τὸν ἐπιτηδειότατον· μετὰ ταῦτα ψῆφον ἐπενέγκαντος ἐν ἀρχαιρεσίαις τοῦ δήμου, μέθʼ ἧς ἅπαντα ἐπικυροῦσθαι βούλεται τὰ μέγιστα ὁ νόμος· ἐφʼ ἅπασι δὲ τούτοις οἰωνῶν καὶ σφαγίων καὶ τῶν ἄλλων σημείων καλῶν γενομένων, ὧν χωρὶς οὐδὲν ἂν γένοιτο τῆς ἀνθρωπίνης σπουδῆς καὶ προνοίας ὄφελος.φέρε δὴ τί τούτων οἶδέ τις ὑμῶν γενόμενον, ὅτε τὴν ἀρχὴν Ταρκύνιος ἐλάμβανε; ποῖον προβούλευμα συνεδρίου; τίνα μεσοβασιλέων διάγνωσιν; ποίαν δήμου ψηφοφορίαν; ποίους οἰωνοὺς αἰσίους; οὐ λέγων ταῦτα πάντα, καίτοι δέον, εἰ γοῦν ἔμελλεν ἕξειν καλῶς, μηδὲν τῶν ἐν ἔθει κατὰ τοὺς νόμους παραλελεῖφθαι, ἀλλʼ ἐάν τις ἓν μόνον ἔχῃ τούτων ἐπιδεῖξαι γεγονός, οὐκ ἀξιῶ τὰ παραλειφθέντα συκοφαντεῖν. πῶς οὖν παρῆλθεν ἐπὶ τὴν δυναστείαν; ὅπλοις καὶ βίᾳ καὶ πονηρῶν ἀνθρώπων συνωμοσίαις, ὡς τυράννοις ἔθος, ἀκόντων ὑμῶν καὶ δυσχεραινόντων.φέρε, ἀλλʼ ἐπειδὴ κατέσχε τὴν δυναστείαν ὁπωσδήποτε λαβών, ἆρα βασιλικῶς αὐτῇ κέχρηται ζηλῶν τοὺς προτέρους ἡγεμόνας, οἳ λέγοντές τε καὶ πράττοντες τοιαῦτα διετέλουν, ἐξ ὧν εὐδαιμονεστέραν τε καὶ μείζω τὴν πόλιν τοῖς ἐπιγινομένοις παρέδοσαν, ἧς αὐτοὶ παρέλαβον; καὶ τίς ἂν ὑγιαίνων ταῦτα φήσειεν, ὁρῶν ὡς οἰκτρῶς καὶ κακῶς ἅπαντες ὑπʼ αὐτοῦ διατεθείμεθα;