θυγατέρα θανάτου χείρονα παθοῦσαν. θαυμάσαντος δʼ αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων καὶ τίς ὕβρικεν αὐτὴν καὶ ποδαπὴν ὕβριν ἀξιοῦντος λέγειν· ἀκούσῃ τὰς ἐμάς, ἔφη, συμφοράς, ὦ πάτερ, οὐκ εἰς μακράν· χάρισαι δέ μοι ταύτην πρῶτον αἰτουμένῃ τὴν χάριν· κάλεσον ὅσους δύνασαι πλείστους φίλους τε καὶ συγγενεῖς, ἵνα παρʼ ἐμοῦ τῆς τὰ δεινὰ παθούσης ἀκούσωσι καὶ μὴ παρʼ ἑτέρων. ὅταν δὲ μάθῃς τὰς κατασχούσας αἰσχρὰς καὶ δεινὰς ἀνάγκας, βούλευσαι μετʼ αὐτῶν, ὅντινα τιμωρήσεις ἐμοί τε καὶ σεαυτῷ τρόπον καὶ μὴ πολὺν ποίει χρόνον τὸν διὰ μέσου.ταχείᾳ δὲ καὶ κατεσπουδασμένῃ παρακλήσει τῶν ἐπιφανεστάτων ἀνδρῶν εἰς τὴν οἰκίαν συνελθόντων ὥσπερ ἠξίου, λέγει πρὸς αὐτοὺς ἅπαν τὸ πρᾶγμα ἐξ ἀρχῆς ἀναλαβοῦσα. καὶ μετὰ τοῦτʼ ἀσπασαμένη τὸν πατέρα καὶ πολλὰς λιτανείας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ παρόντων ποιησαμένη θεοῖς τε καὶ δαίμοσιν εὐξαμένη ταχεῖαν αὐτῇ δοῦναι τὴν ἀπαλλαγὴν τοῦ βίου σπᾶται τὸ ξιφίδιον, ὃ κατέκρυπτεν ὑπὸ τοῖς πέπλοις, καὶ μίαν ἐνέγκασα διὰ τῶν στέρνων πληγὴν ἕως τῆς καρδίας ὠθεῖ τὸ ξίφος.κραυγῆς δὲ καὶ θρήνου καὶ τυπετοῦ γυναικείου τὴν οἰκίαν ὅλην κατασχόντος ὁ μὲν πατὴρ περιχυθεὶς τῷ σώματι περιέβαλλε καὶ ἀνεκαλεῖτο καὶ ὡς ἀνοίσουσαν ἐκ τοῦ τραύματος ἐτημελεῖτο, ἡ δʼ ἐν ταῖς ἀγκάλαις αὐτοῦ σπαίρουσα καὶ ψυχορραγοῦσα ἀποθνήσκει. τοῖς δὲ παροῦσι Ῥωμαίων οὕτω δεινὸν ἔδοξεν εἶναι καὶ ἐλεεινὸν τὸ πάθος, ὥστε μίαν ἁπάντων γενέσθαι φωνήν, ὡς μυριάκις αὐτοῖς κρεῖττον εἴη τεθνάναι περὶ τῆς ἐλευθερίας ἢ τοιαύτας ὕβρεις ὑπὸ τῶν τυράννων γενομένας περιορᾶν.ἦν δέ τις ἐν αὐτοῖς Πόπλιος Οὐαλέριος ἑνὸς τῶν ἅμα Τατίῳ παραγενομένων εἰς Ῥώμην Σαβίνων ἀπόγονος, δραστήριος ἀνὴρ καὶ φρόνιμος. οὗτος ἐπὶ στρατόπεδον ὑπʼ αὐτῶν πέμπεται τῷ τʼ ἀνδρὶ τῆς Λουκρητίας τὰ συμβεβηκότα φράσων καὶ σὺν ἐκείνῳ πράξων ἀπόστασιν τοῦ στρατιωτικοῦ πλήθους ἀπὸ τῶν τυράννων.ἄρτι δʼ αὐτῷ τὰς πύλας ἐξεληλυθότι συναντᾷ κατὰ δαίμονα παραγινόμενος εἰς τὴν πόλιν ὁ Κολλατῖνος ἀπὸ στρατοπέδου, τῶν κατεσχηκότων τὴν οἰκίαν αὐτοῦ κακῶν οὐδὲν εἰδὼς καὶ σὺν αὐτῷ Λεύκιος Ἰούνιος, ᾧ Βροῦτος ἐπωνύμιον ἦν· εἴη δʼ ἂν ἐξερμηνευόμενος ὁ Βροῦτος εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἠλίθιος· ὑπὲρ οὗ μικρὰ προειπεῖν ἀναγκαῖον, ἐπειδὴ τοῦτον ἀποφαίνουσι Ῥωμαῖοι τῆς καταλύσεως τῶν τυράννων αἰτιώτατον γενέσθαι, τίς τʼ ἦν καὶ ἀπὸ τίνων καὶ διὰ τί τῆς ἐπωνυμίας ταύτης ἔτυχεν οὐδὲν αὐτῷ προσηκούσης.τῷ ἀνδρὶ τούτῳ πατὴρ μὲν ἦν Μάρκος Ἰούνιος ἑνὸς τῶν σὺν Αἰνείᾳ τὴν ἀποικίαν στειλάντων ἀπόγονος, ἐν τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀριθμούμενος δι’ ἀρενήν, μήτηρ δὲ Ταρκυνία τοῦ προτέρου βασιλέως Ταρκυνίου θυγάτηρ· αὐτὸς δὲ τροφῆς τε καὶ παιδείας τῆς ἐπιχωρίου πάσης μετέλαβε καὶ φύσιν εἶχε πρὸς οὐδὲν τῶν καλῶν ἀντιπράττουσαν.ἐπεὶ δὲ Τύλλιον ἀποκτείνας Ταρκύνιος σὺν ἄλλοις ἀνδράσι πολλοῖς καὶ ἀγαθοῖς καὶ τὸν ἐκείνου πατέρα διεχρήσατο ἀφανεῖ θανάτῳ διʼ οὐδὲν μὲν ἀδίκημα, τοῦ δὲ πλούτου προαχθεὶς εἰς ἐπιθυμίαν, ὃν ἐκ παλαιᾶς τε καὶ προγονικῆς παραλαβὼν εὐτυχίας ἐκέκτητο, καὶ σὺν αὐτῷ τὸν πρεσβύτερον υἱὸν εὐγενές τι φρόνημα διαφαίνοντα καὶ τὸ μὴ τιμωρῆσαι τῷ θανάτῳ τοῦ πατρὸς οὐκ ἂν ὑπομείναντα, νέος ὢν ὁ Βροῦτος ἔτι καὶ κομιδῇ βοηθείας συγγενικῆς ἔρημος ἔργον ἐπεχείρησε ποιῆσαι πάντων φρονιμώτατον, ἐπίθετον ἑαυτοῦ καταψεύσασθαι μωρίαν· καὶ διέμεινεν ἅπαντα τὸν ἐξ ἐκείνου χρόνον, ἕως οὗ τὸν ἐπιτήδειον ἔδοξε καιρὸν ἔχειν, φυλάττων τὸ προσποίημα τῆς ἀνοίας, ἐξ οὗ ταύτης ἔτυχε τῆς ἐπωνυμίας· τοῦτʼ αὐτὸν ἐρρύσατο μηδὲν δεινὸν ὑπὸ τοῦ τυράννου παθεῖν πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἀπολλυμένων.καταφρονήσας γὰρ ὁ Ταρκύνιος τῆς δοκούσης εἶναι περὶ αὐτόν, ἀλλʼ οὐ κατʼ ἀλήθειαν ὑπαρχούσης μωρίας, ἀφελόμενος ἅπαντα τὰ πατρῷα, μικρὰ δʼ εἰς τὸν καθʼ ἡμέραν βίον ἐπιχορηγῶν, ὡς παῖδα ὀρφανὸν ἐπιτρόπων ἔτι δεόμενον ἐφύλαττεν ὑφʼ ἑαυτῷ διαιτᾶσθαί τε μετὰ τῶν ἰδίων παίδων ἐπέτρεπεν, οὐ διὰ τιμήν, ὡς ἐσκήπτετο πρὸς τοὺς πέλας οἷα δὴ συγγενής, ἀλλʼ ἵνα γέλωτα παρέχῃ τοῖς μειρακίοις λέγων τʼ ἀνόητα πολλὰ καὶ πράττων ὅμοια τοῖς κατʼ ἀλήθειαν ἠλιθίοις.καὶ δὴ καὶ ὅτε τῷ Δελφικῷ μαντείῳ χρησομένους ἀπέστελλε τοὺς δύο τῶν παίδων Ἄρροντα καὶ Τίτον ὑπὲρ τοῦ λοιμοῦ· κατέσκηψε γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας οὐκ εἰωθυῖα νόσος εἰς παρθένους τε καὶ παῖδας, ὑφʼ ἧς πολλὰ διεφθάρη σώματα, χαλεπωτάτη δὲ καὶ δυσίατος εἰς τὰς κυούσας γυναῖκας αὐτοῖς βρέφεσιν ἀποκτείνουσα τὰς μητέρας ἐν ταῖς γοναῖς· τήν τʼ αἰτίαν τῆς νόσου γνῶναι παρὰ τοῦ θεοῦ καὶ τὴν λύσιν βουλόμενος συνέπεμψε κἀκεῖνον ἅμα τοῖς μειρακίοις δεηθεῖσιν, ἵνα κατασκώπτειν τε καὶ περιυβρίζειν ἔχοιεν.ὡς δὲ παρεγενήθησαν ἐπὶ τὸ μαντεῖον οἱ νεανίσκοι καὶ τοὺς χρησμοὺς ἔλαβον ὑπὲρ ὧν ἐπέμφθησαν, ἀναθήμασι δωρησάμενοι τὸν θεὸν καὶ τοῦ Βρούτου πολλὰ καταγελάσαντες, ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε τῷ Ἀπόλλωνι· ὁ δὲ διατρήσας αὐτὴν ὅλην ὥσπερ αὐλὸν χρυσῆν ῥάβδον ἐνέθηκεν οὐδενὸς ἐπισταμένου· μετὰ τοῦτʼ ἠρώτων τὸν θεόν, τίνι πέπρωται τὴν Ῥωμαίων ἀρχὴν παραλαβεῖν, ὁ δὲ θεὸς αὐτοῖς ἀνεῖλε, τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι.