ἄλλοις οἰωνοῖς, τελευταίῳ δὲ τῷδε. αἰετοὶ συνιόντες εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον ἔαρος ὥρᾳ νεοττιὰν ἔπλαττον ἐπὶ κορυφῇ φοίνικος ὑψηλοῦ. τούτων δὲ τῶν αἰετῶν ἀπτῆνας ἔτι τοὺς νεοττοὺς ἐχόντων γῦπες ἀθρόοι προσπετασθέντες τήν τε νεοττιὰν διεφόρησαν καὶ τοὺς νεοττοὺς ἀπέκτειναν καὶ τοὺς αἰετοὺς προσιόντας ἀπὸ τῆς νομῆς ἀμύττοντές τε καὶ παίοντες τοῖς ταρσοῖς ἀπὸ τοῦ φοίνικος ἀπήλασαν.τούτους τοὺς οἰωνοὺς ἰδὼν ὁ Ταρκύνιος καὶ φυλαττόμενος, εἴ πως δύναιτο διακρούσασθαι τὴν μοῖραν, οὐκ ἴσχυσε νικῆσαι τὸ χρεών, ἀλλʼ ἐπιθεμένων αὐτῷ τῶν πατρικίων καὶ τοῦ δήμου συμφρονήσαντος ἐξέπεσε τῆς δυναστείας. οἵτινες δʼ ἦσαν οἱ τῆς ἐπαναστάσεως ἄρξαντες καὶ διʼ οἵων τρόπων ἦλθον ἐπὶ τὰ πράγματα, δι’ ὀλίγων πειράσομαι διελθεῖν.τὴν Ἀρδεατῶν πόλιν ὁ Ταρκύνιος ἐπολιόρκει πρόφασιν μὲν ποιούμενος, ὅτι τοὺς ἐκ Ῥώμης φυγάδας ὑπεδέχετο καὶ συνέπραττεν αὐτοῖς περὶ καθόδου· ὡς δὲ τἀληθὲς εἶχεν ἐπιβουλεύων αὐτῇ διὰ τὸν πλοῦτον εὐδαιμονούσῃ μάλιστα τῶν ἐν Ἰταλίᾳ πόλεων. γενναίως δὲ τῶν Ἀρδεατῶν ἀπομαχομένων καὶ πολυχρονίου τῆς πολιορκίας γινομένης οἵ τʼ ἐπὶ τοῦ στρατοπέδου κάμνοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ οἱ κατὰ πόλιν ἀπειρηκότες ταῖς εἰσφοραῖς ἕτοιμοι πρὸς ἀπόστασιν ἦσαν, εἴ τις ἀρχὴ γένοιτο.ἐν τούτῳ δὴ τῷ καιρῷ Σέξτος ὁ πρεσβύτατος τῶν Ταρκυνίου παίδων ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς πόλιν, ἣ ἐκαλεῖτο Κολλάτεια, χρείας τινὰς ὑπηρετήσων στρατιωτικὰς παρʼ ἀνδρὶ κατήχθη συγγενεῖ Λευκίῳ Ταρκυνίῳ τῷ Κολλατίνῳπροσαγορευομένῳ. τοῦτον τὸν ἄνδρα Φάβιος μὲν υἱὸν εἶναί φησιν Ἠγερίου, περὶ οὗ δεδήλωκα πρότερον, ὅτι Ταρκυνίῳ τῷ προτέρῳ βασιλεύσαντι Ῥωμαίων ἀδελφόπαις ἦν καὶ Κολλατείας ἡγεμὼν ἀποδειχθεὶς ἀπὸ τῆς ἐν ἐκείνῃ τῇ πόλει διατριβῆς αὐτός τε Κολλατῖνος ἐκλήθη καὶ τοῖς ἐγγόνοις ἀφʼ ἑαυτοῦ τὴν αὐτὴν κατέλιπεν ἐπίκλησιν· ἐγὼ δὲ καὶ τοῦτον υἱωνὸν εἶναι τοῦ Ἠγερίου πείθομαι, εἴ γε τὴν αὐτὴν εἶχε τοῖς Ταρκυνίου παισὶν ἡλικίαν, ὡς Φάβιός τε καὶ οἱ λοιποὶ συγγραφεῖς παραδεδώκασιν· ὁ γὰρ χρόνος ταύτην μοι τὴν ὑπόληψιν βεβαιοῖ.ὁ μὲν οὖν Κολλατῖνος ἐπὶ στρατοπέδου τότε ὢν ἐτύγχανεν, ἡ δὲ συνοικοῦσα αὐτῷ γυνὴ Ῥωμαία, Λουκρητίου θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ἐξένιζεν αὐτὸν ὡς συγγενῆ τοῦ ἀνδρὸς πολλῇ προθυμίᾳ τε καὶ φιλοφροσύνῃ. ταύτην τὴν γυναῖκα καλλίστην οὖσαν τῶν ἐν Ῥώμῃ γυναικῶν καὶ σωφρονεστάτην ἐπεχείρησεν ὁ Σέξτος διαφθεῖραι, παλαίτερον μὲν ἔτι εἰργόμενος, ὁπότε κατάγοιτο παρὰ τῷ συγγενεῖ, τότε δὲ καιρὸν ἁρμόττοντα οἰόμενος ἔχειν.ὡς δὲ μετὰ τὸ δεῖπνον ἀπῆλθε κοιμησόμενος ἐπισχὼν τῆς νυκτὸς πολὺ μέρος, ἐπειδὴ καθεύδειν ἅπαντας ἐνόμιζεν, ἀναστὰς ἧκεν ἐπὶ τὸ δωμάτιον, ἐν ᾧ τὴν Λουκρητίαν ᾔδει καθεύδουσαν, καὶ λαθὼν τοὺς παρὰ ταῖς θύραις τοῦ δωματίου κοιμωμένους εἰσέρχεται ξίφος ἔχων.ἐπιστὰς δὲ τῇ κλίνῃ διεγερθείσης ἅμα τῷ συνεῖναι τὸν ψόφον τῆς γυναικὸς καὶ πυνθανομένης, ὅστις εἴη, φράσας τοὔνομα σιωπᾶν ἐκέλευε καὶ μένειν ἐν τῷ δωματίῳ σφάξειν αὐτὴν ἀπειλήσας, ἐὰν ἐπιχειρήσῃ φεύγειν ἢ βοᾶν. τούτῳ καταπληξάμενος τῷ τρόπῳ τὴν ἄνθρωπον αἱρέσεις αὐτῇ δύο προὔτεινεν, ὧν ποτέραν αὐτὴ προῃρεῖτο λαβεῖν ἠξίου, θάνατον μετʼαἰσχύνης ἢ βίον μετʼ εὐδαιμονίας. εἰ μὲν γὰρ ὑπομενεῖς, ἔφη, χαρίσασθαί μοι, γυναῖκά σε ποιήσομαι καὶ βασιλεύσεις σὺν ἐμοὶ νῦν μὲν ἧς ὁ πατήρ μοι ἔδωκε πόλεως, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Ῥωμαίων τε καὶ Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων ὅσων ἐκεῖνος ἄρχει. ἐγὼ γὰρ οἶδʼ, ὅτι παραλήψομαι τὴν τοῦ πατρὸς βασιλείαν, ὥσπερ ἐστὶ δίκαιον, τῶν υἱῶν αὐτοῦ πρεσβύτατος ὤν. ὅσα δʼ ὑπάρχει τοῖς βασιλεῦσιν ἀγαθά, ὧν ἁπάντων ἔσῃ σὺν ἐμοὶ κυρία, τί δεῖ σε καλῶς ἐπισταμένην διδάσκειν;εἰ δʼ ἀντιπράττειν ἐπιχειρήσεις σώζειν βουλομένη τὸ σῶφρον, ἀποκτενῶ σε καὶ τῶν θεραπόντων ἐπικατασφάξας ἕνα θήσω τὰ σώματα ὑμῶν ἅμα καὶ φήσω κατειληφὼς ἀσχημονοῦσάν σε μετὰ τοῦ δούλου τετιμωρῆσθαι τὴν τοῦ συγγενοῦς ὕβριν μετερχόμενος, ὥστʼ αἰσχρὰν καὶ ἐπονείδιστόν σου γενέσθαι τὴν τελευτὴν καὶ μηδὲ ταφῆς τὸ σῶμά σου τυχεῖν μηδʼ ἄλλου τῶν νομίμων μηδενός.ὡς δὲ πολὺς ἦν ἀπειλῶν θʼ ἅμα καὶ ἀντιβολῶν καὶ διομνύμενος ἀληθεύειν τῶν λεγομένων ἑκάτερον, εἰς ἀνάγκην ἦλθεν ἡ Λουκρητία φοβηθεῖσα τὴν περὶ τὸν θάνατον ἀσχημοσύνην εἶξαί τε καὶ περιιδεῖν αὐτὸν ἃ προῃρεῖτο διαπραξάμενον.ἡμέρας δὲ γενομένης ὁ μὲν ἐπὶ τὸ στρατόπεδον ἀπῄει πονηρὰν καὶ ὀλέθριον ἐπιθυμίαν ἐκπεπληρωκώς, ἡ δὲ Λουκρητία δεινῶς φέρουσα τὸ συμβεβηκὸς ὡς εἶχε τάχους ἐπιβᾶσα τῆς ἀπήνης εἰς Ῥώμην ᾤχετο, μέλαιναν ἐσθῆτα περιβαλομένη καὶ ξιφίδιόν τι κρύπτουσα ὑπὸ τῇ στολῇ, οὔτε προσαγορεύουσα κατὰ τὰς συναντήσεις οὐδένα τῶν ἀσπαζομένων οὔτʼ ἀποκρινομένη τοῖς μαθεῖν βουλομένοις, ὅ τι πέπονθεν, ἀλλὰ σύννους καὶ κατηφὴς καὶ μεστοὺς ἔχουσα τοὺς ὀφθαλμοὺς δακρύων.ὡς δʼ εἰς τὴν οἰκίαν εἰσῆλθε τοῦ πατρός· ἔτυχον δὲ συγγενεῖς ὄντες τινὲς παρʼ αὐτῷ· τῶν γονάτων αὐτοῦ λαβομένη καὶ περιπεσοῦσα τέως μὲν ἔκλαιε φωνὴν οὐδεμίαν προϊεμένη, ἔπειτʼ ἀνιστάντος αὐτὴν τοῦ πατρὸς καὶ τί πέπονθεν ἀξιοῦντος λέγειν· ἱκέτις ἔφη γίνομαί σου πάτερ δεινὴν καὶ ἀνήκεστον ὑπομείνασα ὕβριν, τιμωρῆσαί μοι καὶ μὴ περιιδεῖν τὴν σεαυτοῦ