οὔτε γὰρ ἀπέκτεινεν οὐδένα Γαβίων οὔτʼ ἐξήλασε τῆς πόλεως οὔτʼ εἰς ἀτιμίαν ἢ χρημάτων ἀφαίρεσιν ἐζημίωσε, συγκαλέσας δʼ εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ βασιλικὸν ἐκ τυραννικοῦ τρόπου μεταλαβὼν τήν τε πόλιν αὐτοῖς ἔφη τὴν ἰδίαν ἀποδιδόναι καὶ τὰς οὐσίας, ἃς ἔχουσι, συγχωρεῖν καὶ σὺν τούτοις τὴν Ῥωμαίων ἰσοπολιτείαν ἅπασι χαρίζεσθαι, οὐ διʼ εὔνοιαν τὴν πρὸς τοὺς Γαβίους, ἀλλʼ ἵνα τὴν Ῥωμαίων ἡγεμονίαν ἐγκρατέστερον κατέχῃ ταῦτα πράττων· κρατίστην ἡγούμενος ἔσεσθαι φυλακὴν ἑαυτοῦ τε καὶ τῶν παίδων τὴν ἐκ τῶν παρʼ ἐλπίδας σεσωσμένων καὶ τὰ ἴδια πάντα κεκομισμένων πίστιν.καὶ ἵνα μηδὲν αὐτοῖς ἔτι δεῖμα περὶ τοῦ μέλλοντος ὑπάρχῃ χρόνου μηδʼ ἐνδοιάζωσιν, εἰ βέβαια ταῦτα σφίσι διαμενεῖ, γράψας ἐφʼ οἷς ἔσονται δικαίοις φίλοι, τὰ περὶ τούτων ὅρκια συνετέλεσεν ἐπὶ τῆς ἐκκλησίας παραχρῆμα καὶ διωμόσατο κατὰ τῶν σφαγίων. τούτων ἐστὶ τῶν ὁρκίων μνημεῖον ἐν Ῥώμῃ κείμενον ἐν ἱερῷ Διὸς Πιστίου, ὃν Ῥωμαῖοι Σάγκον καλοῦσιν, ἀσπὶς ξυλίνη βύρσῃ βοείᾳ περίτονος τοῦ σφαγιασθέντος ἐπὶ τῶν ὁρκίων τότε βοός, γράμμασιν ἀρχαϊκοῖς ἐπιγεγραμμένη τὰς γενομένας αὐτοῖς ὁμολογίας. ταῦτα πράξας καὶ βασιλέα τῶν Γαβίων τὸν υἱὸν Σέξτον ἀποδείξας ἀπῆγε τὴν δύναμιν. ὁ μὲν δὴ πρὸς Γαβίους πόλεμος τοιούτου τέλους ἔτυχεν.Ταρκύνιος δὲ μετὰ τοῦτο τὸ ἔργον ἀναπαύσας τὸν λεὼν τῶν στρατειῶν καὶ πολέμων περὶ τὴν κατασκευὴν τῶν ἱερῶν ἐγίνετο τὰς τοῦ πάππου προθυμούμενος εὐχὰς ἐπιτελέσαι. ἐκεῖνος γὰρ ἐν τῷ τελευταίῳ πολέμῳ μαχόμενος πρὸς Σαβίνους εὔξατο τῷ Διὶ καὶ τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ, ἐὰν κρατήσῃ τῇ μάχῃ, ναοὺς αὐτοῖς κατασκευάσειν· καὶ τὸν μὲν σκόπελον, ἔνθα ἱδρύσεσθαι τοὺς θεοὺς ἔμελλεν, ἀναλήμμασί τε καὶ χώμασι μεγάλοις ἐξειργάσατο, καθάπερ ἔφην ἐν τῷ πρὸ τούτου λόγῳ, τὴν δὲ τῶν ναῶν κατασκευὴν οὐκ ἔφθη τελέσαι. τοῦτο δὴ τὸ ἔργον ὁ Ταρκύνιος ἀπὸ τῆς δεκάτης τῶν ἐκ Συέσσης λαφύρων ἐπιτελέσαι προαιρούμενος ἅπαντας τοὺς τεχνίτας ἐπέστησε ταῖς ἐργασίαις.ἔνθα δὴ λέγεται τέρας τι θαυμαστὸν ὑπόγειον ὀρυττομένων τε τῶν θεμελίων καὶ τῆς ὀρυγῆς εἰς πολὺ βάθος ἤδη προϊούσης, εὑρῆσθαι κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου τό τε πρόσωπον ἔχουσα τοῖς ἐμψύχοις ὅμοιον καὶ τὸ καταφερόμενον ἐκ τῆς ἀποτομῆς αἷμα θερμὸν ἔτι καὶ νεαρόν.τοῦτο τὸ τέρας ἰδὼν ὁ Ταρκύνιος τοῦ μὲν ὀρύγματος ἐπισχεῖν ἐκέλευσε τοὺς ἐργαζομένους· συγκαλέσας δὲ τοὺς ἐπιχωρίους μάντεις ἐπυνθάνετο παρʼ αὐτῶν, τί βούλεται σημαίνειν τὸ τέρας. οὐδὲν δʼ αὐτῶν ἀποφαινομένων, ἀλλὰ Τυρρηνοῖς ἀποδιδόντων τὴν περὶ τῶν τοιούτων ἐπιστήμην ἐξετάσας παρʼ αὐτῶν καὶ μαθὼν τὸν ἐπιφανέστατον τῶν ἐν Τυρρηνοῖς τερατοσκόπων, ὅστις ἦν, πέμπει τῶν ἀστῶν τοὺς δοκιμωτάτους πρέσβεις πρὸς αὐτόν.τούτοις τοῖς ἀνδράσιν ἀφικομένοις εἰς τὴν οἰκίαν τοῦ τερατοσκόπου περιτυγχάνει τι μειράκιον ἐξιόν, ᾧ φράσαντες, ὅτι Ῥωμαίων εἰσὶ πρέσβεις τῷ μάντει βουλόμενοι συντυχεῖν, παρεκάλουν ἀπαγγεῖλαι πρὸς αὐτόν. καὶ ὁ νεανίας, Πατὴρ ἐμός ἐστιν, ἔφησεν, ᾧ χρῄζετε συντυχεῖν· ἀσχολεῖται δὲ κατὰ τὸ παρόν· ἔσται δʼ ὑμῖν ὀλίγου χρόνου παρελθεῖν πρὸς αὐτόν.ἐν ᾧ δʼ ἐκεῖνον ἐκδέχεσθε, πρὸς ἐμὲ δηλώσατε, περὶ τίνος ἥκετε. περιέσται γὰρ ὑμῖν, εἴ τι μέλλετε διὰ τὴν ἀπειρίαν σφάλλεσθαι κατὰ τὴν ἐρώτησιν, ὑπʼ ἐμοῦ διδαχθεῖσι μηδὲν ἐξαμαρτεῖν· μοῖρα δʼ οὐκ ἐλαχίστη τῶν ἐν μαντικῇ θεωρημάτων ἐρώτησις ὀρθή. ἐδόκει τοῖς ἀνδράσιν οὕτω ποιεῖν, καὶ λέγουσιν αὐτῷ τὸ τέρας. ὁ δʼ ὡς ἤκουσε μικρὸν ἐπισχὼν χρόνον, ἀκούσατʼ, ἔφησεν, ἄνδρες Ῥωμαῖοι· τὸ μὲν τέρας ὑμῖν ὁ πατὴρ διελεῖται καὶ οὐδὲν ψεύσεται· μάντει γὰρ οὐ θέμις· ἃ δὲ λέγοντες ὑμεῖς καὶ ἀποκρινόμενοι πρὸς τὰς ἐρωτήσεις ἀναμάρτητοί τε καὶ ἀψευδεῖς ἔσεσθε· διαφέρει γὰρ ὑμῖν προεγνωκέναι ταῦτα· παρʼ ἐμοῦ μάθετε.ὅταν ἀφηγήσησθε αὐτῷ τὸ τέρας, οὐκ ἀκριβῶς μανθάνειν φήσας ὅ τι λέγετε περιγράψει τῷ σκήπωνι τῆς γῆς μέρος ὅσον δή τι· ἔπειθʼ ὑμῖν ἐρεῖ, Τουτὶ μέν ἐστιν ὁ Ταρπήιος λόφος, μέρος δʼ αὐτοῦ τουτὶ μὲν τὸ πρὸς τὰς ἀνατολὰς βλέπον, τουτὶ δὲ τὸ πρὸς τὰς δύσεις,βόρειον δʼ αὐτοῦ τόδε καὶ τοὐναντίον νότιον. ταῦτα τῷ σκήπωνι δεικνὺς πεύσεται παρʼ ὑμῶν, ἐπὶ ποίῳ τῶν μερῶν τούτων εὑρέθη ἡ κεφαλή. τί οὖν ὑμῖν ἀποκρίνασθαι παραινῶ; μὴ συγχωρεῖν ἐν μηδενὶ τῶν τόπων τούτων, οὓς ἂν ἐκεῖνος τῷ σκήπωνι δεικνὺς πυνθάνηται, τὸ τέρας εὑρεθῆναι, ἀλλʼ ἐν Ῥώμῃ φάναι παρʼ ἡμῖν ἐν Ταρπηίῳ λόφῳ. ταύτας ἐὰν φυλάττητε τὰς ἀποκρίσεις καὶ μηδὲν παράγησθε ὑπʼ αὐτοῦ, συγγνούς, ὅτι τὸ χρεὼν οὐκ ἔνεστι μετατεθῆναι, διελεῖται τὸ τέρας ὑμῖν ὅ τι βούλεται σημαίνειν καὶ οὐκ ἀποκρύψεται.ταῦτα μαθόντες οἱ πρέσβεις, ἐπειδὴ σχολὴν ὁ πρεσβύτης ἔσχε καὶ προῆλθέ τις αὐτοὺς μετιών, εἰσελθόντες φράζουσι τῷ μάντει τὸ τέρας. σοφιζομένου δʼ αὐτοῦ καὶ διαγράφοντος ἐπὶ τῆς γῆς περιφερεῖς τε γραμμὰς καὶ ἑτέρας αὖθις εὐθείας καὶ καθʼ ἓν ἕκαστον χωρίον ποιουμένου τὰς ὑπὲρ τῆς εὑρέσεως ἐρωτήσεις οὐδὲν ἐπιταραττόμενοι τὴν γνώμην οἱ πρέσβεις τὴν αὐτὴν ἐφύλαττον ἀπόκρισιν, ὥσπερ αὐτοῖς ὁ τοῦ μάντεως ὑπέθετο υἱός, τὴν Ῥώμην καὶ τὸν Ταρπήιον ὀνομάζοντες ἀεὶ λόφον καὶ τὸν ἐξηγητὴν ἀξιοῦντες μὴ σφετερίζεσθαι τὸ σημεῖον, ἀλλʼ ἀπὸ τοῦ