οὕτω δʼ αἰσχρῶς καὶ κακῶς ἀμφοτέρων τῶν στρατοπέδων ἀναρπασθέντων εἰς στενὰς ἐλπίδας οἱ Σαβῖνοι κατακεκλεισμένοι καὶ περὶ τῶν πόλεων, μὴ ἐξ ἐφόδου καταληφθῶσι, δεδιότες ὑπὲρ εἰρήνης διεπρεσβεύοντο παραδιδόντες σφᾶς αὐτοὺς ὑπηκόους εἶναι Ταρκυνίου καὶ φόρου τὸ λοιπὸν ὑποτελεῖς. σπεισάμενος δὴ πρὸς αὐτοὺς τὸν πόλεμον καὶ ἐπὶ ταῖς αὐταῖς συνθήκαις παραλαβὼν τὰς πόλεις ἐπὶ Σύεσσαν ᾤχετο. ἐκεῖθεν δὲ τήν τε καταλειφθεῖσαν δύναμιν καὶ τὰ λάφυρα καὶ τὴν ἄλλην ἀποσκευὴν ἀναλαβὼν εἰς Ῥώμην ἀπῄει πλουτοῦσαν τὴν στρατιὰν ἀπάγων.ἐποιήσατο δὲ καὶ μετὰ ταῦτα πολλὰς ἐξόδους ἐπὶ τὴν Οὐολούσκων χώραν τοτὲ μὲν ἁπάσῃ τῇ δυνάμει, τότε δὲ μέρει τινί, καὶ λείας πολλῆς ἐγένετο κύριος. ἤδη δὲ τῶν πλείστων αὐτῷ κατὰ νοῦν χωρούντων πόλεμος ἐκ τῶν ὁμόρων ἀνέστη χρόνῳ τε μακρός· ἔτη γὰρ ἑπτὰ συνεχῶς ἐπολεμήθη· καὶ παθήμασι χαλεποῖς καὶ ἀπροσδοκήτοις μέγας. ἀφʼ ὧν δʼ αἰτιῶν ἤρξατο καὶ τελευτῆς ὁποίας ἔτυχεν, ἐπειδὴ δολίῳ τʼ ἀπάτῃ καὶ στρατηγήματι παραδόξῳ κατειργάσθη, διʼ ὀλίγων ἐρῶ.πόλις ἦν ἐκ τοῦ Λατίνων γένους Ἀλβανῶν ἀπόκτισις ἀπέχουσα τῆς Ῥώμης σταδίους ἑκατὸν ἐπὶ τῆς εἰς Πραίνεστον φερούσης ὁδοῦ κειμένη· Γαβίους αὐτὴν ἐκάλουν· νῦν μὲν οὐκέτι συνοικουμένη πᾶσα, πλὴν ὅσα μέρη πανδοκεύεται κατὰ τὴν δίοδον, τότε δὲ πολυάνθρωπος εἰ καί τις ἄλλη καὶ μεγάλη. τεκμήραιτο δ᾽ἄν τις αὐτῆς τὸ μέγεθος καὶ τὴν ἀξίωσιν ἐρείπια θεασάμενος οἰκιῶν πολλαχῇ καὶ τείχους κύκλον,ἔτι γὰρ ἕστηκεν αὐτοῦ τὰ πλεῖστα. εἰς ταύτην συνερρύησαν Πωμεντίνων τε τῶν ἐκ Συέσσης διαφυγόντων τινές, ὅτε τὴν πόλιν αὐτῶν Ταρκύνιος κατελάβετο, καὶ τῶν ἐκ Ῥώμης φυγάδων συχνοί· οὗτοι δεόμενοι καὶ λιπαροῦντες τιμωρῆσαί σφισι τοὺς Γαβίους καὶ πολλὰς ὑπισχνούμενοι δωρεάς, εἰ κατέλθοιεν ἐπὶ τὰ σφέτερα, τήν τε κατάλυσιν τοῦ τυράννου δυνατὴν ἀποφαίνοντες καὶ ῥᾳδίαν, ὡς καὶ τῶν ἐν τῇ πόλει συλληψομένων, ἔπεισαν αὐτοὺς συμπροθυμηθέντων καὶ Οὐολούσκων· ἐπρεσβεύσαντο γὰρ κἀκεῖνοι δεόμενοι συμμαχίας· τὸν κατὰ τοῦ Ταρκυνίου πόλεμον ἀναλαβεῖν.ἐγίνοντο δὴ μετὰ ταῦτα μεγάλοις στρατεύμασιν εἰς τὴν ἀλλήλων γῆν εἰσβολαὶ καὶ καταδρομαὶ μάχαι τε, ὅπερ εἰκός, τοτὲ μὲν ὀλίγοις πρὸς ὀλίγους, τοτὲ δὲ πᾶσι πρὸς πάντας, ἐν αἷς πολλάκις μὲν οἱ Γάβιοι τοὺς Ῥωμαίους τρεψάμενοι μέχρι τῶν τειχῶν καὶ πολλοὺς καταβαλόντες ἀδεῶς τὴν χώραν ἐπόρθουν, πολλάκις δʼ οἱ Ῥωμαῖοι τοὺς Γαβίους ὠσάμενοι καὶ κατακλείσαντες εἰς τὴν πόλιν ἀνδράποδα καὶ λείαν αὐτῶν πολλὴν ἀπῆγον.συνεχῶς δὲ τούτων γινομένων ἠναγκάζοντο ἀμφότεροι τῆς χώρας ὅσα ἦν ἐρυμνὰ τειχίζοντες φρουρὰν ἐν αὐτοῖς καθιστάναι καταφυγῆς τῶν γεωργῶν ἕνεκα· ὅθεν ὁρμώμενοι τά τε λῃστήρια, καὶ εἴ τι ἀποσπασθὲν ἴδοιεν μέρος ὀλίγον ἀπὸ πολλοῦ στρατοῦ καὶ οἷα εἰκὸς ἐν προνομαῖς ἀσύντακτον διὰ καταφρόνησιν, κατιόντες ἀθρόοι διέφθειρον· καὶ τῶν πόλεων ὅσα ἦν ἐπίμαχα καὶ ῥᾴδια ληφθῆναι διὰ κλιμάκων ἐξοικοδομεῖν τε καὶ ἀποταφρεύειν δεδοικότες τὰς αἰφνιδίους ἀλλήλων ἐφόδους.μᾶλλον δʼ ὁ Ταρκύνιος περὶ ταῦτʼ ἐνεργὸς ἦν καὶ τῆς πόλεως τὰ πρὸς τοὺς Γαβίους φέροντα τοῦ περιβόλου διὰ πολυχειρίας ἐξωχυροῦτο τάφρον ὀρυξάμενος εὐρυτέραν καὶ τεῖχος ἐγείρας ὑψηλότερον καὶ πύργοις διαλαβὼν τὸ χωρίον πυκνοτέροις· κατὰ τοῦτο γὰρ ἐδόκει μάλιστα τὸ μέρος ἡ πόλις ἀνώχυρος εἶναι, πάντα τὸν ἄλλον περίβολον ἀσφαλὴς ἐπιεικῶς οὖσα καὶ δυσπρόσιτος.ἔμελλε δʼ, ὃ πάσαις φιλεῖ συμβαίνειν ταῖς πόλεσιν ἐν τοῖς μακροῖς πολέμοις δῃουμένης διὰ τὰς συνεχεῖς τῶν πολεμίων εἰσβολὰς τῆς γῆς καὶ μηκέτι τοὺς καρποὺς ἐκφερούσης, σπάνις ἁπάσης τροφῆς ἐν ἀμφοτέραις ἔσεσθαι καὶ δεινὴ περὶ τοῦ μέλλοντος ἀθυμία· κάκιον δὲ τοὺς Ῥωμαίους ἐπίεζεν ἢ τοὺς Γαβίους ἡ τῶν ἀναγκαίων ἔνδεια, καὶ οἱ πενέστατοι αὐτῶν μάλιστα κάμνοντες ὁμολογίας ᾤοντο δεῖν ποιήσασθαι πρὸς τοὺς Γαβίους καὶ τὸν πόλεμον ἐφʼ οἷς ἂν ἐκεῖνοι θέλωσι διαλύσασθαι.ἀδημονοῦντος δʼ ἐπὶ τοῖς συμβεβηκόσι τοῦ Ταρκυνίου καὶ οὔτε διαλύσασθαι τὸν πόλεμον αἰσχρῶς ὑπομένοντος οὔτʼ ἀντέχειν ἔτι δυναμένου, πάσας δὲ πείρας ἐπιτεχνωμένου καὶ δόλους παντοδαποὺς συντιθέντος, ὁ πρεσβύτατος αὐτοῦ τῶν υἱῶν Σέξτος ὄνομα κοινωσάμενος τὴν γνώμην τῷ πατρὶ μόνῳ καὶ δόξας τολμηρῷ μὲν ἐπιχειρεῖν πράγματι καὶ μέγαν ἔχοντι κίνδυνον, οὐ μὴν ἀδυνάτῳ γε, συγχωρήσαντος τοῦ πατρὸς ποιεῖν ὅσα βούλεται, σκήπτεται διαφορὰν πρὸς τὸν πατέρα περὶ τῆς καταλύσεως τοῦ πολέμου·μαστιγωθεὶς δʼ ὑπʼ αὐτοῦ ῥάβδοις ἐν ἀγορᾷ καὶ τἆλλα περιυβρισθείς, ὥστε περιβόητον γενέσθαι τὸ πρᾶγμα, πρῶτον μὲν ἐκ τῶν ἑταίρων τοὺς πιστοτάτους ἔπεμπεν ὡς αὐτομόλους φράσοντας τοῖς Γαβίοις διʼ ἀπορρήτων, ὅτι πολεμεῖν τῷ πατρὶ διέγνωκεν ὡς αὐτοὺς ἀφικόμενος, εἰ λάβοι πίστεις, ὅτι φυλάξουσιν αὐτὸν ὥσπερ καὶ τοὺς ἄλλους τοὺς ἐκ Ῥώμης φυγάδας καὶ οὐκ ἐκδώσουσι τῷ πατρὶ τὰς ἰδίας ἔχθρας ἐλπίσαντες ἐπὶ τῷσφετέρῳ συμφέροντι διαλύσεσθαι. ἀσμένως δὲ τῶν Γαβίων τὸν λόγον ἀκουσάντων καὶ μηδὲν εἰς αὐτὸν παρανομήσειν διομολογησαμένων παρῆν ἑταίρους τε πολλοὺς καὶ πελάτας ἐπαγόμενος ὡς αὐτόμολος καὶ ἵνα δὴ μᾶλλον αὐτῷ πιστεύσειαν ἀληθεύειν τὴν ἀπὸ τοῦ πατρὸς ἀπόστασιν, ἀργύριόν τε καὶ χρυσίον πολὺ κομίζων· ἐπισυνέρρεόν τʼ αὐτῷ πολλοὶ μετὰ ταῦτα τῶν ἐκ τῆς πόλεως φεύγειν τὴν τυραννίδα σκηπτόμενοι,