ταύτας τὰς ἑορτάς τε καὶ τὰς θυσίας μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἐπιτελοῦσι Ῥωμαῖοι Λατίνας καλοῦντες, καὶ φέρουσιν εἰς αὐτὰς αἱ μετέχουσαι τῶν ἱερῶν πόλεις αἱ μὲν ἄρνας, αἱ δὲ τυρούς, αἱ δὲ γάλακτός τι μέτρον, αἱ δὲ ὅμοιόν τι τούτοις πελάνου γένος· ἑνὸς δὲ ταύρου κοινῶς ὑπὸ πασῶν θυομένου μέρος ἑκάστη τὸ τεταγμένον λαμβάνει. θύουσι δʼ ὑπὲρ ἁπάντων καὶ τὴν ἡγεμονίαν τῶν ἱερῶν ἔχουσι Ῥωμαῖοι.ὡς δὲ καὶ ταύταις ἐκρατύνατο τὴν ἀρχὴν ταῖς συμμαχίαις, στρατὸν ἐξάγειν ἐπὶ Σαβίνους ἔγνω Ῥωμαίων τʼ αὐτῶν ἐπιλέξας οὓς ἥκιστα ὑπώπτευεν, εἰ κύριοι τῶν ὅπλων γένοιντο, ἐλευθερίας μεταποιήσεσθαι, καὶ τὴν παρὰ τῶν συμμάχων ἀφιγμένην δύναμιν προσλαβὼν πολλῷ πλείονα τῆς πολιτικῆς ὑπάρχουσαν.δῃώσας δʼ αὐτῶν τοὺς ἀγροὺς καὶ τοὺς ὁμόσε χωρήσαντας μάχῃ νικήσας ἐπὶ τοὺς καλουμένους Πωμεντίνους ἦγε τὴν δύναμιν, οἳ πόλιν μὲν Σύεσσαν ᾤκουν, εὐδαιμονέστατοι δʼ ἐδόκουν ἁπάντων εἶναι τῶν πλησιοχώρων καὶ διὰ τὴν πολλὴν εὐτυχίαν ἅπασι λυπηροὶ καὶ βαρεῖς, ἐγκαλῶν αὐτοῖς ἁρπαγάς τινας καὶ λῃστείας, ὑπὲρ ὧν αἰτούμενοι δίκας αὐθάδεις ἔδωκαν ἀποκρίσεις. οἱ δʼ ἦσαν ἕτοιμοι προσδεχόμενοι τὸν πόλεμον καὶ ἐν τοῖς ὅπλοις.συνάψας δʼ αὐτοῖς μάχην περὶ τὰ μεθόρια καὶ πολλοὺς μὲν ἀποκτείνας, τοὺς δὲ λοιποὺς τρεψάμενος καὶ κατακλείσας εἰς τὸ τεῖχος, ὡς οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, παραστρατοπεδεύσας αὐτοῖς ἀπετάφρευέ τε καὶ περιεχαράκου καὶ προσβολὰς ἐποιεῖτο τοῖς τείχεσι συνεχεῖς. οἱ δʼ ἔνδον τέως μὲν ἀπεμάχοντο καὶ πολὺν ἀντέσχον τῇ ταλαιπωρίᾳ χρόνον· ὡς δʼ ὑπέλειπεν αὐτοὺς τἀπιτήδεια, ἐξασθενοῦντες τὰ σώματα καὶ οὔτʼ ἐπικουρίαν οὐδεμίαν προσλαβόντες οὐδʼ ἀναπαύσεως τυγχάνοντες, ἀλλὰ καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ αὐτοὶ ταλαιπωροῦντες ἁλίσκονται κατὰ κράτος.γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς τοὺς μὲν ἐν τοῖς ὅπλοις διέφθειρε, γυναῖκας δʼ αὐτῶν καὶ τέκνα καὶ τοὺς ὑπομείναντας αἰχμαλώτους γενέσθαι καὶ τὸ τῶν θεραπόντων πλῆθος οὐδʼ ἀριθμηθῆναι ῥᾴδιον τοῖς στρατιώταις ἐπέτρεψεν ἀπάγεσθαι τήν τʼ ἄλλην κτῆσιν τῆς πόλεως ἄγειν καὶ φέρειν, εἴ τις ἐπιτύχοι, τήν τʼ ἐντὸς τείχους καὶ τὴν ἐπὶ τῶν ἀγρῶν ἐφῆκεν· ἄργυρον δὲ καὶ χρυσόν, ὅσος εὑρέθη, συναγαγὼν εἰς ἓν χωρίον καὶ τὴν δεκάτην ἐξελόμενος εἰς κατασκευὴν ἱεροῦ τὰλοιπὰ χρήματα τοῖς στρατιώταις διεῖλεν. οὕτω δʼ ἄρα πολὺς ὁ καταληφθεὶς ἄργυρός τε καὶ χρυσὸς ἦν, ὥστε τῶν μὲν στρατιωτῶν ἕκαστον πέντε μνᾶς ἀργυρίου λαβεῖν, τὸ δὲ τοῖς θεοῖς δεκατευθὲν ἀργύριον τετρακοσίων οὐ μεῖον γενέσθαι ταλάντων.ἔτι δʼ ἐν τῇ Συέσσῃ διατρίβοντος αὐτοῦ παρῆν τις ἀγγέλλων, ὅτι Σαβίνων ἡ κρατίστη νεότης ἐξελήλυθε καὶ δυσὶ μεγάλοις στρατεύμασιν εἰς τὴν Ῥωμαίων ἐμβαλοῦσα λεηλατεῖ τοὺς ἀγρούς, ἡ μὲν Ἠρήτου πλησίον θεμένη τὸν χάρακα, ἡ δὲ περὶ Φιδήνην· καὶ εἰ μή τις αὐτοῖς δύναμις ἐναντιωθήσεται, πάντα οἰχήσεται τἀκεῖ.ὡς δὲ ταῦτʼ ἤκουσεν, ἐν μὲν τῇ Συέσσῃ βραχύ τι καταλείπει μέρος τῆς στρατιᾶς τά τε λάφυρα καὶ τὴν ἀποσκευὴν φυλάττειν παρακελευσάμενος, τὴν δʼ ἄλλην δύναμιν εὔζωνον ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς πρὸς Ἠρήτῳ κατεστρατοπεδευκότας καὶ τίθεται τὸν χάρακα μετέωρον ὀλίγον τὸ μεταξὺ χωρίον καταλιπών. δόξαν δὲ τοῖς ἡγεμόσι τῶν Σαβίνων μάχην ἕωθεν τίθεσθαι μεταπεμψαμένοις τὸ ἐν Φιδήνῃ στράτευμα, μαθὼν τὴν διάνοιαν αὐτῶν ὁ Ταρκύνιος· ἑάλω γὰρ ὁ τὰ γράμματα κομίζων παρὰ τῶν αὐτόθεν ἡγεμόνων πρὸς τοὺς ἐκεῖ· σοφίᾳ πρὸς τὸ συμβὰν ἀπὸ τύχης ἐχρήσατο τοιᾷδε.νείμας τὴν δύναμιν διχῇ τὴν μὲν ἑτέραν ὑπὸ νύκτα πέμπει λαθὼν τοὺς πολεμίους ἐπὶ τὴν φέρουσαν ἀπὸ Φιδήνης ὁδόν, τὴν δʼ ἑτέραν ἅμα τῷ λαμπρὰν ἡμέραν γενέσθαι συντάξας προῆγεν ἐκ τοῦ χάρακος ὡς εἰς μάχην· καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἀντεπεξῄεσαν τούς τε πολεμίους οὐ πολλοὺς ὁρῶντες καὶ τὴν ἑαυτῶν δύναμιν τὴν ἀπὸ Φιδήνης ὅσον οὔπω παρέσεσθαι νομίζοντες. οὗτοι μὲν δὴ καταστάντες ἐμάχοντο, καὶ ἦν ἰσόρροπος αὐτοῖς ἐπὶ πολὺν χρόνον ὁ ἀγών· οἱ δὲ προαποσταλέντες ὑπὸ τοῦ Ταρκυνίου νύκτωρ ὑποστρέψαντες ἐκ τῆς ὁδοῦ καὶ γενόμενοι κατὰ νώτου τῶν Σαβίνων ἐπῄεσαν.τούτους ἰδόντες οἱ Σαβῖνοι καὶ γνωρίσαντες ἐκ τῶν ὅπλων καὶ ἀπὸ τῶν σημείων ἐξέστησαν τῶν λογισμῶν καὶ τὰ ὅπλα ῥίψαντες ἐπειρῶντο σώζειν ἑαυτούς. ἦν δʼ ἄπορος ἡ σωτηρία τοῖς πολλοῖς περιεχομένοις κύκλῳ ὑπʼ ἐχθρῶν, καὶ τῶν Ῥωμαίων ἡ ἵππος ἐπικειμένη πανταχόθεν αὐτοὺς ἀπέκλειεν· ὥστʼ ὀλίγοι μέν τινες ἔφθησαν τὰ δεινὰ ὑπεκδύντες, οἱ δὲ πλείους κατεκόπησαν ὑπὸ τῶν πολεμίων ἢ παρέδοσαν ἑαυτούς. ἀντέσχον δʼ οὐδʼ οἱ καταλειφθέντες ἐπὶ τοῦ χάρακος, ἀλλὰ καὶ τὸ ἔρυμα ἑάλω τῇ πρώτῃ ἐφόδῳ· ἔνθα σὺν τοῖς ἰδίοις τῶν Σαβίνων χρήμασι καὶ τὰ Ῥωμαίων ἅπαντα σὺν πολλοῖς αἰχμαλώτοις ἔτι ἀκέραια ὄντα τοῖς ἀπολωλεκόσιν ἀνεσώθη.ὡς δʼ ἡ πρώτη πεῖρα τῷ Ταρκυνίῳ κατὰ νοῦν ἐχώρησεν, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τοὺς ἐν Φιδήνῃ ἐστρατοπεδευκότας τῶν Σαβίνων, οἷς οὔπω δῆλος ἦν ὁ τῶν σφετέρων ὄλεθρος. ἔτυχον δὲ κἀκεῖνοι προεξεληλυθότες ἐκ τοῦ χάρακος καὶ ἤδη ὄντες ἐν ὁδῷ· ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ἐπὶ δορατίων ἀναπεπηγυίας τὰς κεφαλὰς τῶν σφετέρων ἡγεμόνων· προὔτεινον γὰρ αὐτὰς οἱ Ῥωμαῖοι καταπλήξεως τῶν πολεμίων ἕνεκα· μαθόντες, ὅτι διέφθαρται τὸ ἕτερον αὐτῶν στράτευμα, οὐδὲν ἔτι ἀπεδείξαντο γενναῖον ἔργον, ἀλλʼ εἰς ἱκεσίας καὶ δεήσεις τραπόμενοι παρέδοσαν ἑαυτούς.