συμπαρόντων, ὀλίγα δʼ ἐν ἀγορᾷ. προσελθεῖν δʼ οὐδενὶ τῶν βουλομένων ἐπέτρεπεν, εἰ μή τινα καλέσειεν αὐτός· οὔτε τοῖς προσιοῦσιν εὐμενὴς οὐδὲ πρᾷος ἦν, ἀλλʼ οἷα δὴ τύραννος, βαρύς τε καὶ χαλεπὸς ὀργὴν καὶ φοβερὸς μᾶλλον ἢ φαιδρὸς ὀφθῆναι· καὶ τὰς περὶ τῶν ἀμφισβητήτων συμβολαίων κρίσεις οὐκ ἐπὶ τὰ δίκαια καὶ τοὺς νόμους, ἀλλʼ ἐπὶ τοὺς ἑαυτοῦ τρόπους ἀναφέρων ἐποιεῖτο. διὰ ταῦτʼ ἐπωνυμίαν τίθενται αὐτῷ Ῥωμαῖοι τὸν Σούπερβον, τοῦτο δὲ δηλοῦν βούλεται κατὰ τὴν ἡμετέραν γλῶτταν τὸν ὑπερήφανον. τὸν δὲ πάππον αὐτοῦ Πρίσκον ἐκάλουν· ὡς δʼ ἡμεῖς ἂν εἴποιμεν, προγενέστερον· ὁμώνυμος γὰρ ἦν τῷ νεωτέρῳ κατʼ ἄμφω τὰ ὀνόματα.ἐπεὶ δʼ ἐγκρατῶς ἤδη κατέχειν ὑπελάμβανε τὴν ἀρχήν, παρασκευάσας ἐκ τῶν ἑταίρων τοὺς πονηροτάτους διʼ ἐκείνων ἦγεν εἰς ἐγκλήματα καὶ θανάτου δίκας πολλοὺς τῶν ἐπιφανῶν· πρώτους μὲν τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτόν, οἷς οὐκ ἦν βουλομένοις Τύλλιον ἐκ τῆς ἀρχῆς ἐκπεσεῖν· ἔπειτα καὶ τῶν ἄλλων, οὓς ὑπελάμβανε βαρεῖαν ἡγεῖσθαι τὴν μεταβολὴν καὶ οἷς πολὺς πλοῦτος ἦν.οἱ δʼ ὑπάγοντες αὐτοὺς ὑπὸ τὰς δίκας ἄλλους ἐπʼ ἄλλαις ψευδέσιν αἰτίαις, μάλιστα δʼ ἐπιβουλεύειν αἰτιώμενοι τῷ βασιλεῖ, κατηγόρουν ἐπʼ αὐτῷ δικαστῇ. ὁ δὲ τῶν μὲν θάνατον κατεδίκαζε, τῶν δὲ φυγήν, καὶ τὰ χρήματα τούς τʼ ἀναιρουμένους καὶ τοὺς ἐξελαυνομένους ἀφαιρούμενος τοῖς μὲν κατηγόροις μικράν τινα μοῖραν ἀπέθυεν,αὐτὸς δὲ τὰ πλείω κατεῖχεν. ἔμελλον δʼ ἄρα πολλοὶ τῶν δυνατῶν, πρὶν ἁλῶναι τὰς ἐπαγομένας σφίσι δίκας, εἰδότες ὧν ἕνεκεν ἐπεβουλεύοντο, καταλείψειν τῷ τυράννῳ τὴν πόλιν ἑκόντες καὶ πολλῷ πλείονες ἐγένοντο τῶν ἑτέρων. ἦσαν δέ τινες, οἳ καὶ κρύφα διεφθάρησαν ὑπʼ αὐτοῦ κατʼ οἰκίας τε καὶ ἐπʼ ἀγρῶν ἀναρπαζόμενοι, λόγου ἄξιοι ἄνδρες, ὧν οὐδὲ τὰ σώματα ἐφάνη.ἐπεὶ δὲ διέφθειρε τὸ κράτιστον τῆς βουλῆς μέρος θανάτοις τε καὶ ἀειφυγίαις, ἑτέραν βουλὴν αὐτὸς κατεστήσατο παραγαγὼν ἐπὶ τὰς τῶν ἐκλιπόντων τιμὰς τοὺς ἰδίους ἑταίρους. καὶ οὐδὲ τούτοις μέντοι τοῖς ἀνδράσιν οὔτε πράττειν ἐπέτρεπεν οὐδὲν οὔτε λέγειν ὅ τι μὴ κελεύσειεν αὐτός.ὥσθʼ ὁπόσοι κατελείφθησαν ἐν τῷ συνεδρίῳ βουλευταὶ τῶν ἐπὶ Τυλλίου καταλεγέντων, διάφοροι τοῖς δημοτικοῖς τέως ὄντες καὶ τὴν μεταβολὴν τῆς πολιτείας ἐπὶ τῷ σφετέρῳ νομίζοντες ἀγαθῷ γενήσεσθαι· τοιαύτας γὰρ αὐτοῖς ὑπέτεινεν ὁ Ταρκύνιος ὑποσχέσεις ἐξαπατῶν καὶ φενακίζων· τότε μαθόντες, ὅτι τῶν κοινῶν οὐδενὸς ἔτι μετεῖχον, ἀλλὰ καὶ αὐτοὶ τὴν παρρησίαν ἅμα τοῖς δημοτικοῖς ἀφῃρέθησαν, ὠδύροντο μὲν καὶ τὰ μέλλοντα τῶν παρόντων δεινότερα ὑπώπτευον, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο δύναμιν οὐκ ἔχοντες κωλύειν τὰ πραττόμενα.ταῦτα δʼ ὁρῶντες οἱ δημοτικοὶ δίκαια πάσχειν αὐτοὺς ὑπελάμβανον καὶ ἐπέχαιρον ὑπʼ εὐηθείας, ὡς ἐκείνοις μόνοις τῆς τυραννίδος βαρείας ἐσομένης, σφίσι δʼ αὐτοῖς ἀκινδύνου. ἧκε δὲ κἀκείνοις οὐ μετὰ πολὺν χρόνον ἔτι πλείω τὰ χαλεπά. τούς τε γὰρ νόμους τοὺς ὑπὸ Τυλλίου γραφέντας, καθʼ οὓς ἐξ ἴσου τὰ δίκαια παρʼ ἀλλήλων ἐλάμβανον καὶ οὐδὲν ὑπὸ τῶν πατρικίων ὡς πρότερον ἐβλάπτοντο περὶ τὰ συμβόλαια, πάντας ἀνεῖλε· καὶ οὐδὲ τὰς σανίδας, ἐν αἷς ἦσαν γεγραμμένοι, κατέλιπεν, ἀλλὰ καὶ ταύτας καθαιρεθῆναι κελεύσας ἐκ τῆς ἀγορᾶς διέφθειρεν.ἔπειτα κατέλυσε τὰς ἀπὸ τῶν τιμημάτων εἰσφορὰς καὶ εἰς τὸν ἐξ ἀρχῆς τρόπον ἀποκατέστησε· καὶ ὁπότε δεήσειεν αὐτῷ χρημάτων, τὸ ἴσον διάφορον ὁ πενέστατος τῷ πλουσιωτάτῳ κατέφερε. τοῦτο τὸ πολίτευμα πολὺ τοῦ δημοτικοῦ πλήθους ἀπανήλωσεν ἐπὶ τῆς πρώτης εὐθὺς εἰσφορᾶς ἀναγκαζομένου κατὰ κεφαλὴν ἑκάστου δραχμὰς δέκα εἰσφέρειν. συνόδους τε συμπάσας, ὅσαι πρότερον ἐγίνοντο κωμητῶν ἢ φρατριαστῶν ἢ γειτόνων ἔν τε τῇ πόλει καὶ ἐπὶ τῶν ἀγρῶν ἐφʼ ἱερὰ καὶ θυσίας ἅπασι κοινὰς προεῖπε μηκέτι συντελεῖν, ἵνα μὴ συνιόντες εἰς ταὐτὸ πολλοὶ βουλὰς ἀπορρήτους μετʼ ἀλλήλων ποιῶνται περὶ καταλύσεως τῆς ἀρχῆς.ἦσαν δʼ αὐτῷ πολλαχῇ διεσπαρμένοι κατόπται τινὲς καὶ διερευνηταὶ τῶν λεγομένων τε καὶ πραττομένων λεληθότες τοὺς πολλούς, οἳ συγκαθιέντες εἰς ὁμιλίαν τοῖς πέλας καὶ ἔστιν ὅτε κατὰ τοῦ τυράννου λέγοντες αὐτοί, πεῖραν τῆς ἑκάστου γνώμης ἐλάμβανον· ἔπειθʼ οὓς αἴσθοιντο τοῖς καθεστηκόσι πράγμασιν ἀχθομένους κατεμήνυον πρὸς τὸν τύραννον· αἱ δὲ τιμωρίαι κατὰ τῶν ἐλεγχθέντων ἐγίνοντο πικραὶ καὶ ἀπαραίτητοι.καὶ οὐκ ἀπέχρη ταῦτα μόνον εἰς τοὺς δημοτικοὺς αὐτῷ παρανομεῖν, ἀλλʼ ἐπιλέξας ἐκ τοῦ πλήθους, ὅσον ἦν πιστὸν ἑαυτῷ καὶ εἰς τὰς πολεμικὰς χρείας ἐπιτήδειον, τὸ λοιπὸν ἠνάγκασεν ἐργάζεσθαι τὰς κατὰ πόλιν ἐργασίας, μέγιστον οἰόμενος εἶναι κίνδυνον τοῖς μονάρχοις, ὅταν οἱ πονηρότατοι τῶν πολιτῶν καὶ ἀπορώτατοι σχολὴν ἄγωσι, καὶ ἅμα προθυμίαν ἔχων ἐπὶ τῆς ἰδίας ἀρχῆς τὰ καταλειφθέντα ἡμίεργα ὑπὸ τοῦ πάππου τελειῶσαι, τὰς μὲν ἐξαγωγίμους τῶν ὑδάτων τάφρους, ἃς ἐκεῖνος ὀρύττειν ἤρξατο, μέχρι τοῦ ποταμοῦ καταγαγεῖν, τὸν δʼ ἀμφιθέατρον ἱππόδρομον οὐδὲν ἔξω κρηπίδων ἔχοντα παστάσιν ὑποστέγοις περιλαβεῖν·