ἐδείχθη γὰρ ἐν ἀρχαῖς ἑβδομηκοστὸν ἔχουσα καὶ πέμπτον ἔτος ἡ Τανακυλλίς, ὅτε βασιλεὺς Ταρκύνιος ἐτελεύτα· προστεθέντων δὴ τοῖς ἑβδομήκοντα καὶ πέντε ἔτεσιν ἑτέρων τετταράκοντα ἐτῶν· ἐν γὰρ ταῖς ἐνιαυσίοις ἀναγραφαῖς κατὰ τὸν τετταρακοστὸν ἐνιαυτὸν τῆς Τυλλίου ἀρχῆς τὸν Ἀρροῦντα τετελευτηκότα παρειλήφαμεν· ἐτῶν ἡ Τανακυλλὶς ἔσται πεντεκαίδεκα πρὸς τοῖς ἑκατόν. οὕτως ὀλίγον ἐστὶν ἐν ταῖς ἱστορίαις αὐτοῦ τὸ περὶ τὴν ἐξέτασιν τῆς ἀληθείας ταλαίπωρον.μετὰ τοῦτο τὸ ἔργον οὐδὲν ἔτι διαμελλήσας ὁ Ταρκύνιος ἐπάγεται γυναῖκα τὴν Τυλλίαν οὔτε τοῦ πατρὸς αὐτῆς βεβαιοῦντος τὸν γάμον οὔτε τῆς μητρὸς συνευδοκούσης, ἀλλʼ αὐτὴν παρʼ ἑαυτῆς λαβών.ὡς δὲ συνεκεράσθησαν αἱ ἀνόσιοι καὶ ἀνδροφόνοι φύσεις, ἐκβαλεῖν ἐκ τῆς βασιλείας τὸν Τύλλιον, εἰ μὴ βούλοιτο ἑκὼν παραδοῦναι τὴν ἀρχήν, ἐμηχανῶντο ἑταιρίας τε συνάγοντες καὶ τῶν πατρικίων τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα καὶ τὰ δημοτικὰ πολιτεύματα παρακαλοῦντες ἔκ τε τοῦ δημοτικοῦ πλήθους τοὺς ἀπορωτάτους, οἷς οὐδενὸς τῶν δικαίων φροντὶς ἦν, χρήμασιν ἐξωνούμενοι καὶ οὐδὲ ἀφανῶς ἕκαστα τούτων πράττοντες.ταῦτα δʼ ὁρῶν ὁ Τύλλιος ἤχθετο μὲν καὶ περὶ ἑαυτοῦ δεδιώς, εἴ τι πείσεται προκαταληφθείς· ἠγανάκτει δʼ οὐχ ἥκιστα, εἰ θυγατρὶ καὶ γαμβρῷ πολεμεῖν ἀναγκασθήσεται καὶ τιμωρίας ὡς παρʼ ἐχθρῶν λαμβάνειν, πολλάκις μετὰ τῶν φίλων προκαλούμενος εἰς λόγους τὸν Ταρκύνιον, καὶ τὰ μὲν ἐγκαλῶν, τὰ δὲ νουθετῶν, τὰ δὲ πείθων μηδὲν εἰς ἑαυτὸν ἐξαμαρτάνειν· ὡς δʼ οὐ προσεῖχεν αὐτῷ τὴν διάνοιαν, ἀλλʼ ἐπὶ τῆς βουλῆς ἔφη τὰ δίκαια πρὸς αὐτὸν ἐρεῖν, συγκαλέσας τὸ συνέδριον·ἄνδρες, ἔφη, βουλευταί, Ταρκύνιος ἑταιρίας ἐπʼ ἐμὲ συνάγων καὶ προθυμούμενος ἐκβαλεῖν με τῆς ἀρχῆς καταφανὴς γέγονέ μοι. βούλομαι δὲ πάντων ὑμῶν παρόντων μαθεῖν παρʼ αὐτοῦ, τί πεπονθὼς ἰδίᾳ κακὸν ἢ τί τὴν πόλιν ὁρῶν ἀδικουμένην ὑπʼ ἐμοῦ ταῦτʼ ἐπʼ ἐμοὶ μηχανᾶται. ἀπόκριναι δή, Ταρκύνιε, μηδὲν ἀποκρυψάμενος, τί μου κατηγορεῖν ἔχεις, ἐπειδὴ τούτους ἠξίους ἀκοῦσαι.λέγει πρὸς αὐτὸν ὁ Ταρκύνιος· βραχύς ἐστιν ὁ παρʼ ἐμοῦ λόγος, ὦ Τύλλιε, καὶ δίκαιος· καὶ διὰ τοῦτο προειλόμην αὐτὸν εἰς τούτους ἐκφέρειν. Ταρκύνιος ἐμὸς ὢν πάππος ἐκτήσατο τὴν Ῥωμαίων ἀρχὴν πολλοὺς καὶ μεγάλους ἀγῶνας ὑπὲρ αὐτῆς ἀράμενος· ἐκείνου τελευτήσαντος ἐγὼ διάδοχός εἰμι κατὰ τοὺς κοινοὺς ἁπάντων Ἑλλήνων τε καὶ βαρβάρων νόμους· καὶ προσήκει μοι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς διαδεχομένοις τὰ παππῷα, μὴ μόνον τῶν χρημάτων, ἀλλὰκαὶ τῆς βασιλείας αὐτοῦ κληρονομεῖν. σὺ δὲ τὰ μὲν χρήματα τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ παραδέδωκάς μοι, τὴν δὲ βασιλείαν ἀποστερεῖς με καὶ τοσοῦτον ἤδη κατέχεις χρόνον, οὐκ ἐκ τοῦ δικαίου λαβών· οὔτε γὰρ μεσοβασιλεῖς σε ἀπέδειξαν, οὔτε ἡ βουλὴ ψῆφον ὑπὲρ σοῦ διήνεγκεν, οὔτε ἀρχαιρεσίαις νομίμοις τῆς ἐξουσίας ταύτης ἔτυχες, ὡς ὁ πάππος τε οὑμὸς καὶ πάντες οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς· ἀλλὰ τὸ ἀνέστιον καὶ ἄπορον καὶ πρὸς καταδίκας ἢ χρέα τὴν ἐπιτιμίαν ἀπολωλεκὸς φῦλον, ᾧ τῶν κοινῶν οὐδενὸς ἔμελε, καταμισθοδοτήσας καὶ πάντα τρόπον διαφθείρας, καὶ οὐδὲ τότε μέντοι σαυτῷ πράττειν τὴν δυναστείαν λέγων, ἀλλʼ ἡμῖν φυλάξειν σκηπτόμενος ὀρφανοῖς οὖσι καὶ νηπίοις, ἐπὶ τὰ πράγματα παρῆλθες καὶ πάντων ἀκουόντων ὡμολόγεις, ὅταν ἀνδρωθῶμεν ἡμεῖς, ἐμοὶπαραδώσειν ὄντι πρεσβυτέρῳ τὴν ἀρχήν. ἐχρῆν μὲν οὖν σε, εἰ τὰ δίκαια ποιεῖν ἤθελες, ὅτε μοι τὸν οἶκον τοῦ πάππου παρεδίδους, ἅμα τοῖς χρήμασι καὶ τὴν βασιλείαν ἀποδεδωκέναι παραδείγμασι χρώμενον τοῖς τῶν καλῶν καὶ ἀγαθῶν ἐπιτρόπων ἔργοις, ὅσοι βασιλικοὺς παῖδας ὀρφανοὺς πατέρων παραλαβόντες εἰς ἄνδρας ἐλθοῦσιν ὀρθῶς καὶ δικαίως τὰς πατρῴας καὶπρογονικὰς ἀπέδωκαν ἀρχάς· εἰ δὲ μήπω σοι φρονεῖν τὰ καθήκοντα ἐφαινόμην, ἀλλʼ ἔτι διὰ τὸ νέον τῆς ἡλικίας οὐχ ἱκανὸς εἶναι πόλιν τηλικαύτην διοικεῖν, ὅτʼ εἰς τὴν κρατίστην παρεγενόμην τοῦ σώματος καὶ τῆς φρονήσεως ἀκμὴν τριάκοντα γεγονὼς ἔτη, μετὰ τοῦ γάμου τῆς θυγατρὸς καὶ τὰ τῆς πόλεως ἐγχειρίσαι πράγματα· ταύτην γέ τοι τὴν ἡλικίαν ἔχων καὶ σὺ τόν τʼ οἶκον τὸν ἡμέτερον ἐπιτροπεύειν ἤρξω καὶ τῆς βασιλείας ἐπιμελεῖσθαι.περιῆν γὰρ ἄν σοι ταῦτα πράξαντι πρῶτον μὲν εὐσεβεῖ καὶ δικαίῳ λέγεσθαι, ἔπειτα συμβασιλεύειν ἐμοὶ καὶ πάσης μετέχειν τιμῆς, εὐεργέτην τε καὶ πατέρα καὶ σωτῆρα καὶ πάντα, ὅσα τιμιώτατα ὀνόματα ὑπʼ ἀνθρώπων ἐπὶ καλοῖς κεῖται πράγμασιν, ἀκούειν καὶ μὴ τέταρτον ἤδη τοῦτο καὶ τετταρακοστὸν ἔτος ἀποστερεῖν με τῶν ἐμῶν, οὔτε σώματος ἀναπήρου τυχόντα οὔτε διανοίας ἠλιθίου. ἔπειτʼ ἐρωτᾶν με τολμᾷς, τί παθὼν δεινὸν ἐχθρὸν ἡγοῦμαί σε καὶ διὰ τίσου κατηγορῶ; σὺ μὲν οὖν ἀπόκριναί μοι, Τύλλιε, τίνος αἰτίας χάριν οὐκ ἀξιοῖς με τῶν τοῦ πάππου τιμῶν κληρονομεῖν καὶ τίνα πρόφασιν εὐπρεπῆ τῆς ἀποστερήσεως σκηπτόμενος; πότερον οὐχ ἡγούμενος ἐξ ἐκείνου γένους εἶναί με γνήσιον, ἀλλʼ ὑποβολιμαῖόν τινα καὶ νόθον; τί οὖν ἐπετρόπευες τὸν ἀλλότριον τοῦ γένους καὶ τὸν οἶκον ἀνδρωθέντι ἀπεδίδους; ἀλλʼ ἔτι νομίζων με ὀρφανὸν εἶναι παῖδα καὶ τὰ κοινὰ πράττειν ἀδύνατον, ὃς οὐ πολὺ ἀπέχω πεντηκονταετίας; κατάβαλε δὲ τὴν εἰρωνείαν τῶν ἀναισχύντων