ὡς δʼ οὐδὲν ἐπέραινον οὔτε αἱ τῆς σώφρονος λιτανεῖαι τὰ κράτιστα τὸν οὐ δίκαιον ἄνδρα πειθούσης, οὔτε αἱ τῆς μιαρᾶς παραινέσεις ἐπὶ τὰς ἀνοσίους πράξεις τὸν οὐ πονηρὸν εἶναι πεφυκότα παρακαλούσης, ἀλλʼ ἑκάτερος ἐπὶ τὴν ἑαυτοῦ φύσιν ἐφέρετο καὶ λυπηρὰν ἡγεῖτο τὴν μὴ τὰ ὅμοια βουλομένην, τῇ μὲν ὀδύρεσθαί τε καὶ φέρειν τὸν ἑαυτῆς δαίμονα περιῆν· τῇ δὲ παντόλμῳ χαλεπαίνειν καὶ ἀπαλλαγῆναι ζητεῖν ἀπὸ τοῦ συνοικοῦντος.ἔπειτα δʼ ἡ κακὴ τὴν φύσιν ἀπονοηθεῖσα καὶ νομίσασα τοῖς ἑαυτῆς τρόποις ἁρμόττειν μάλιστα τὸν τῆς ἀδελφῆς ἄνδρα μεταπέμπεταί τʼ αὐτὸν ὡς ὑπὲρ ἀναγκαίου πράγματος διαλεξομένη,καὶ ἐπειδὴ παρεγένετο, μεταστῆναι κελεύσασα τοὺς ἔνδον, ἵνα μόνη διαλεχθείη πρὸς μόνον, Ἆρʼ, ἔφησεν, ὦ Ταρκύνιε, μετὰ παρρησίας ἔξεστί μοι καὶ ἀκινδύνως ἅπαντα εἰπεῖν, ὅσα φρονῶ περὶ τῶν κοινῇ συμφερόντων, καὶ καθέξεις οὓς ἂν ἀκούσῃς λόγους; ἢ σιωπᾶν ἄμεινόν ἐστί μοι καὶ μὴ φέρειν εἰς μέσον βουλὰς ἀπορρήτους;κελεύσαντος δὲ τοῦ Ταρκυνίου λέγειν, ὅ τι βούλεται, καὶ περὶ τοῦ καθέξειν ἐν ἑαυτῷ τοὺς λόγους πίστεις ἐπιθέντος διʼ ὅρκων, οὓς ἐκείνη προῃρεῖτο, οὐδὲν ἔτι αἰσχυνθεῖσα λέγει πρὸς αὐτόν· μέχρι τίνος, ὦ Ταρκύνιε, τῆς βασιλείας ἀποστερούμενος ἀνέχεσθαι διανοῇ; πότερον ἐκ ταπεινῶν καὶ ἀσήμων ἔφυς προγόνων καὶ διὰ τοῦτʼ οὐκ ἀξιοῖς ἐπὶ σεαυτῷ μέγα φρονεῖν; ἀλλὰ πάντες ἴσασιν, ὅτι τοῖς μὲν ἀρχαίοις ὑμῶν προγόνοις Ἕλλησιν οὖσι καὶ ἀφʼ Ἡρακλέους γεγονόσι τῆς εὐδαίμονος ἄρξαι Κορίνθου τὴν αὐτοκράτορα ὑπῆρξεν ἀρχὴν ἐπὶ πολλάς, ὡς ἀκούω, γενεάς· τῷ δὲ πάππῳ σου Ταρκυνίῳ μεταθεμένῳ τὴν οἴκησιν ἐκ Τυρρηνῶν ταύτης βασιλεῦσαι τῆς πόλεως ἐξεγένετο διʼ ἀρετήν· οὗ σὺ κληρονομεῖν οὐ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς βασιλείας ὀφείλεις πρεσβύτερος υἱωνὸς ὤν.ἢ σώματος οὐκ ἔτυχες ἱκανοῦ πράττειν, ὅσα βασιλεῖ προσῆκε, διʼ ἀσθένειάν τε καὶ ἀμορφίαν; ἀλλὰ σοί γε καὶ ῥώμη πάρεστιν, οἵα τοῖς κράτιστα πεφυκόσι, καὶ μορφὴ τοῦ βασιλείου γένους ἀξία. ἢ τούτων μὲν οὐδέτερον, ἡ δʼ ἀσθενὴς ἔτι καὶ πολὺ ἀπέχουσα τοῦ φρονεῖν τὰ προσήκοντα νεότης μεθέλκει σε, διʼ ἣν οὐκ ἀξιοῖς τὰ πολιτικὰ πράττειν, ὃς οὐ πολλοῖς ἀποδεῖς ἔτεσι πεντηκονταέτης εἶναι; κράτιστα δʼ ἄνθρωποι πεφύκασι φρονεῖν οἱ περὶ ταύτην μάλιστα γενόμενοι τὴν ἡλικίαν.φέρε, ἀλλʼ ἡ τοῦ κατέχοντος τὰ πράγματα εὐγένεια καὶ ἡ πρὸς τοὺς κρατίστους τῶν πολιτῶν ἐπιτηδειότης, διʼ ἣν οὐκ εὐεπιχείρητός ἐστιν, ἀνέχεσθαί σε ἀναγκάζει; ἀλλὰ καὶ ταῦτʼ ἀμφότερα κακῶς ἔχοντα αὐτῷ τυγχάνει καὶ οὐδὲ αὐτὸς αὐτά γε ἀγνοεῖς. καὶ μὴν ἥ γε τόλμα καὶ τὸ φιλοκίνδυνον ἔνεστί σου τοῖς τρόποις, ὧν μάλιστα τῷ βασιλεύειν μέλλοντι δεῖ. ὑπάρχει δέ σοι καὶ πλοῦτος ἱκανὸς καὶ φίλοι πολλοὶ καὶ ἄλλαι πρὸς τὰ πράγματʼἀφορμαὶ πολλαὶ καὶ μεγάλαι. τί οὖν ἔτι μέλλεις καὶ τὸν αὐτόματον ἐκδέχῃ καιρόν, ὃς ἥξει σοι φέρων τὴν βασιλείαν μηδὲν εἰς τοῦτο πραγματευσαμένῳ, μετὰ τὴν τοῦ Τυλλίου δήπου τελευτήν; ὥσπερ ἀναμενούσης τῆς τύχης τὰς ἀνθρωπίνας μελλήσεις, ἢ τῆς φύσεως ἡμῶν τὰς καθʼ ἡλικίαν ἑκάστῳ τελευτὰς φερούσης, ἀλλʼ οὐκ ἐν ἀδήλῳ καὶ δυστεκμάρτῳ τέλει πάντων τῶν ἀνθρωπίνων πραγμάτων κειμένων.ἐρῶ δὴ μετὰ παρρησίας, καὶ εἴ με φήσεις θρασεῖαν, τὸ δοκοῦν αἴτιον εἶναί μοι τοῦ μηδεμιᾶς ὀρέγεσθαί σε μήτε φιλοτιμίας μήτε δόξης. γυνή σοι σύνεστι μηδὲν ἐοικυῖα τοῖς σοῖς τρόποις, ἥ σε κηλοῦσα καὶ κατᾴδουσα μαλθακὸν ἀποδέδωκε, καὶ λήσεις ὑπʼ αὐτῆς γενόμενος ἐξ ἀνδρὸς τὸ μηδέν· ὥσπερ γε κἀμοὶ ψοφοδεὴς καὶ οὐδὲν ἔχων ἀνδρὸς ἀνήρ, ὅς με ταπεινὴν ποιεῖ μεγάλων οὖσαν ἀξίαν καὶ καλὴν τὸ σῶμα, μαρανθεῖσαν δʼ ὑπʼ αὐτοῦ.εἰ δʼ ἐξεγένετο σοί τε λαβεῖν ἐμὲ γυναῖκα κἀμὲ σοῦ τυχεῖν ἀνδρός, οὐκ ἂν ἐν ἰδιώτῃ βίῳ τοσοῦτον διεζήσαμεν χρόνον. τί οὖν οὐκ ἐπανορθούμεθα τὸ τῆς τύχης ἐλάττωμα ἡμεῖς μεταθέμενοι τοὺς γάμους, καὶ σὺ μὲν ἀπαλλάττεις τοῦ βίου τὴν σαυτοῦ γυναῖκα, ἐγὼ δὲ ταὐτὸ διαθήσομαι τὸν ἐμὸν ἄνδρα; ὅταν δὲ τούτων διαχειρισθέντων συνέλθωμεν εἰς ταὐτό, ἀσφαλῶς ἤδη τὰ λοιπὰ βουλεύσομεν, ἐκποδῶν πεποιημένοι τὰ λυποῦντα ἡμᾶς. καὶ γὰρ ἐὰν τἆλλα τις ἀδικεῖν ὀκνῇ, βασιλείας γε χάριν οὐ νέμεσις ἅπαντα τολμᾶν.τοιαῦτα τῆς Τυλλίας λεγούσης ἄσμενος δέχεται τὰς αἱρέσεις ὁ Ταρκύνιος, καὶ αὐτίκα δοὺς αὐτῇ πίστεις καὶ λαβὼν τὰ προτέλεια τῶν ἀνοσίων γάμων διαπραξάμενος ἀπέρχεται. διελθόντος δʼ οὐ πολλοῦ μετὰ ταῦτα χρόνου τοῖς αὐτοῖς πάθεσιν ἀποθνήσκουσιν ἥ τε πρεσβυτέρα τῶν Τυλλίου θυγατέρων καὶ ὁ νεώτερος τῶν Ταρκυνίων.ἐνταῦθα πάλιν ἀναγκάζομαι μεμνῆσθαι Φαβίου καὶ τὸ ῥᾴθυμον αὐτοῦ περὶ τὴν ἐξέτασιν τῶν χρόνων ἐλέγχειν. ἐπὶ γὰρ τῆς Ἀρροῦντος τελευτῆς γενόμενος οὐ καθʼ ἓν ἁμαρτάνει μόνον, ὃ καὶ πρότερον ἔφην, ὅτι γέγραφεν υἱὸν εἶναι Ταρκυνίου τὸν Ἀρροῦντα· ἀλλὰ καὶ καθʼ ἕτερον, ὅτι φησὶν ἀποθανόντα ὑπὸ τῆς μητρὸς Τανακυλλίδος τεθάφθαι, ἣν ἀμήχανον ἦν ἔτι καὶ κατʼ ἐκείνους περιεῖναι τοὺς χρόνους.