τὴν οἰωνοσκοπικὴν τέχνην διδαχθησόμενον. ἔχων δὲ τὴν ἔμφυτον ὁ Νέβιος μαντικὴν καὶ τὴν ἐπίκτητον παρὰ Τυρρηνῶν προσλαβὼν μακρῷ δή που τοὺς ἄλλους οἰωνοσκόπους ἅπαντας, ὡς ἔφην, ὑπερεβάλετο, εἰς ἁπάσας τε τὰς δημοσίας ἐπισκέψεις οἱ τῆς πόλεως οἰωνομάντεις οὐκ ὄντα ἐκ τοῦ συστήματος παρεκάλουν αὐτὸν διὰ τὴν ἐπιτυχίαν τῶν μαντευμάτων καὶ οὐθὲν ὅ τι μὴ δόξειεν ἐκείνῳ προὔλεγον.οὗτος ὁ Νέβιος βουλομένῳ ποτὲ τῷ Ταρκυνίῳ τρεῖς φυλὰς ἑτέρας ἀποδεῖξαι νέας ἐκ τῶν ὑφʼ αὑτοῦ πρότερον κατειλεγμένων ἱππέων καὶ ποιῆσαι τὰς ἐπιθέτους φυλὰς ἑαυτοῦ τε καὶ τῶν ἰδίων ἑταίρων ἐπωνύμους μόνος ἀντεῖπε κατὰ τὸ καρτερόν, οὐκ ἐῶν κινεῖν τῶν ὑπὸ Ῥωμύλου κατασταθέντων οὐθέν.ἀχθόμενος δʼ ἐπὶ τῇ κωλύσει καὶ διʼ ὀργῆς ἔχων τὸν Νέβιον ὁ βασιλεὺς καταβαλεῖν αὐτοῦ τὴν ἐπιστήμην εἰς τὸ μηδὲν ἐπεχείρησεν, ὡς ἀλαζονευομένου καὶ μηθὲν ἀληθὲς λέγοντος. ταῦτα διανοηθεὶς ἐκάλει τὸν Νέβιον ἐπὶ τὸ βῆμα πολλοῦ παρόντος ὄχλου κατὰ τὴν ἀγοράν. προδιαλεχθεὶς δὲ τοῖς περὶ αὐτὸν διʼ οὗ τρόπου ψευδόμαντιν ἀποδείξειν τὸν οἰωνοσκόπον ὑπελάμβανεν, ἐπειδὴ παρεγένετο φιλανθρώποις αὐτὸν ἀσπασμοῖς ἀναλαβών, Νῦν, ἔφη, καιρὸς ἐπιδείξασθαί σε τὴν ἀκρίβειαν τῆς μαντικῆς ἐπιστήμης, ὦ Νέβιε. πράξει γὰρ ἐπιχειρεῖν μεγάλῃ διανοούμενος, εἰ τὸ δυνατὸν αὐτῇ πρόσεστι μαθεῖν βούλομαι. ἀλλʼ ἄπιθι καὶ διαμαντευσάμενος ἧκε ταχέως, ἐγὼ δʼ ἐνθάδε καθήμενος ἀναμενῶ.ἐποίει τὰ κελευόμενα ὁ μάντις καὶ μετʼ οὐ πολὺ παρῆν αἰσίους εἰληφέναι λέγων οἰωνοὺς καὶ δυνατὴν εἶναι τὴν πρᾶξιν ἀποφαίνων. γελάσας δʼ ὁ Ταρκύνιος ἐπὶ τῷ λόγῳ καὶ προενέγκας ἐκ τοῦ κόλπου ξυρὸν καὶ ἀκόνην λέγει πρὸς αὐτόν, ἑάλωκας, ὦ Νέβιε, φενακίζων ἡμᾶς καὶ καταψευδόμενος τοῦ δαιμονίου καταφανῶς, ὁπότε καὶ τὰς ἀδυνάτους πράξεις τετόλμηκας λέγειν δυνατάς. ἔγωγʼ οὖν διεμαντευόμην, εἰ τῷ ξυρῷ τῷδε τὴν ἀκόνην πλήξας μέσην δυνήσομαι διελεῖν.γέλωτος δʼ ἐξ ἁπάντων γενομένου τῶν περὶ τὸ βῆμα οὐθὲν ἐπιταραχθεὶς ὁ Νέβιος ὑπὸ τοῦ τωθασμοῦ τε καὶ τοῦ θορύβου, παῖε θαρρῶν, ἔφη, Ταρκύνιε, τὴν ἀκόνην, ὡς προαιρῇ· διαιρεθήσεται γὰρ ἢ πάσχειν ὁτιοῦν ἕτοιμος ἐγώ. θαυμάσας δὲ ὁ βασιλεὺς τὸ θράσος τοῦ μάντεως φέρει τὸ ξυρὸν κατὰ τῆς ἀκόνης, ἡ δὲ ἀκμὴ τοῦ σιδήρου διʼ ὅλου κατελθοῦσα τοῦ λίθου τήν τε ἀκόνην διαιρεῖ καὶ τῆς κατεχούσης αὐτὴν χειρὸς ἐπιτέμνει τι μέρος.οἱ μὲν οὖν ἄλλοι πάντες ὡς τὸ θαυμαστὸν τοῦτο καὶ ἄπιστον ἔργον ἐθεάσαντο, καταπλαγέντες ἀνεβόησαν, ὁ δὲ Ταρκύνιος αἰδεσθεὶς ἐπὶ τῇ διαπείρᾳ τῆς τέχνης καὶ τὸ ἀπρεπὲς τῶν ὀνειδισμῶν ἐπανορθώσασθαι βουλόμενος πρῶτον μὲν τῶν περὶ τὰς φυλὰς ἐγχειρημάτων ἀπέστη, ἔπειτα δʼ αὐτὸν τὸν Νέβιον ἀποθεραπεῦσαι διαγνούς, ὡς ἁπάντων ἀνθρώπων θεοφιλέστατον, ἄλλαις τε πολλαῖς φιλανθρωπίαις ὑπηγάγετο καὶ ἵνα μνήμης αἰωνίου τυγχάνῃ παρὰ τῶν ἐπιγινομένων εἰκόνα κατασκευάσας αὐτοῦ χαλκῆν ἀνέστησεν ἐν ἀγορᾷ, ἣ καὶ εἰς ἐμὲ ἦν ἔτι πρὸ τοῦ βουλευτηρίου κειμένη πλησίον τῆς ἱερᾶς συκῆς ἐλάττων ἀνδρὸς μετρίου τὴν περιβολὴν ἔχουσα κατὰ τῆς κεφαλῆς. ὀλίγον δὲ ἄπωθεν αὐτῆς ἥ τε ἀκόνη κεκρύφθαι λέγεται κατὰ γῆς καὶ τὸ ξυρὸν ὑπὸ βωμῷ τινι· καλεῖται δὲ Φρέαρ ὁ τόπος ὑπὸ Ῥωμαίων. καὶ τὰ μὲν περὶ τοῦ μάντεως τούτου μνημονευόμενα ταῦτά ἐστι.βασιλεὺς δὲ Ταρκύνιος ἀναπεπαυμένος ἤδη τῶν πολεμικῶν ἔργων διὰ γῆρας, ἦν γὰρ ὀγδοηκονταέτης, δολοφονηθεὶς ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀποθνήσκει ἐπιχειρησάντων μὲν ἔτι πρότερον ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς καὶ πολλάκις τοῦτο πραγματευσαμένων κατʼ ἐλπίδα τοῦ περιπεσεῖν εἰς αὐτοὺς ἐκπεσόντος ἐκείνου τὴν δυναστείαν, ὡς δὴ πατρῴαν σφίσιν ὑπάρχουσαν καὶ ἐκ τοῦ ῥᾴστου πρὸς τῶν πολιτῶν δοθησομένην.ἐπεὶ δὲ διήμαρτον τῆς ἐλπίδος, ἐπιβουλὴν ἄφυκτον κατʼ αὐτοῦ ἐμηχανήσαντο, ἣν οὐκ εἴασεν ἀτιμώρητον γενέσθαι τὸ δαιμόνιον. διηγήσομαι δὲ καὶ τὸν τῆς ἐπιβουλῆς τρόπον ἀπὸ τῆς πρώτης ἐπιχειρήσεως αὐτῶν ἀρξάμενος.ὁ Νέβιος ἐκεῖνος ὁ δεινὸς οἰωνομάντις, ὃν ἔφην ἐναντιωθῆναί ποτε τῷ βασιλεῖ πλείονας ἐξ ἐλασσόνων ποιῆσαι τὰς φυλὰς βουλομένῳ, ὅτε μάλιστα ἤνθει διὰ τὴν τέχνην καὶ πλεῖστον ἠδύνατο Ῥωμαίων ἁπάντων, εἴτε φθονηθεὶς ὑπὸ τῶν ἀντιτέχνων τινὸς εἴτʼ ἐπιβουλευθεὶς ὑπʼ ἐχθρῶν εἴτε ὅ τι δή ποτε ἄλλο παθὼν ἀφανὴς ἄφνω γίνεται, καὶ οὔτε τὸν μόρον αὐτοῦ τις ἠδύνατο τῶν προσηκόντων συμβαλεῖν οὔτε τὸ σῶμα ἐξευρεῖν·ἀχθομένου δὲ τοῦ δήμου καὶ δεινῶς φέροντος τὸ πάθος ὑπονοίας τε πολλὰς καὶ κατὰ πολλῶν λαμβάνοντος, κατανοήσαντες τὴν ὁρμὴν τοῦ πλήθους οἱ τοῦ Μαρκίου παῖδες, ἐπὶ τὸν βασιλέα Ταρκύνιον τὴν διαβολὴν τοῦ ἄγους ἀνέφερον ἄλλο μὲν οὐθὲν ἔχοντες φέρειν τῆς διαβολῆς οὔτε τεκμήριον οὔτε σημεῖον, δυσὶ δὲ τοῖς εἰκόσι τούτοις κρατυνόμενοι πρῶτον μέν, ὅτι πολλὰ καὶ καινὰ περὶ τὴν πολιτείαν διεγνωκὼς παρανομεῖν τὸν ἐναντιωσόμενον ὥσπερ ἐπὶ τῶν προτέρων ἐκ ποδῶν ἐβούλετο ποιήσασθαι, ἔπειτα ὅτι δεινοῦ πάθους γεγονότος οὐδεμίαν ἐποιήσατο τῶν δεδρακότων ζήτησιν, ἀλλʼ ἀμελείᾳ παρέδωκε τὸ πραχθέν, ὅπερ οὐκ ἂν ποιῆσαί