ἤδη τῷ πολέμῳ. ἵνα δὴ μὴ τὰς ψευδεῖς αἰτίας εἰκάζητε περὶ τῆς ἐμῆς προαιρέσεως, διʼ ἃς ἀξιῶ καταλύσασθαι τὸν πόλεμον, ἀκούσατε τὰς ἀληθεῖς· ἐγὼ στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῆς πατρίδος αὐτοκράτωρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἐσκόπουν τίνες ἦσαν αἱ συνταράξασαι τὰς πόλεις ἡμῶν προφάσεις. ὁρῶν δὲ μικρὰς καὶ φαύλας καὶ οὐχ ἱκανὰς διελεῖν τοσαύτην φιλίαν καὶ συγγένειαν οὐ τὰ κράτιστα ἡγούμην οὔτε Ἀλβανοὺς οὔτε ὑμᾶς βουλεύσασθαι.ἔτι δὲ μᾶλλον ἔγνων τοῦτο καὶ πολλὴν κατέγνων ἀμφοτέρων ἡμῶν μανίαν, ἐπειδὴ παρῆλθον ἐπὶ τὰ πράγματα καὶ πεῖραν ἐλάμβανον τῆς ἑκάστου προαιρέσεως. οὔτε γὰρ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς κοινοῖς συλλόγοις ὁμονοοῦντας ὑπὲρ τοῦ πολέμου πάντας Ἀλβανοὺς ἑώρων, μακρῷ δέ τινι τῶν ἐξ ἀνθρωπίνου λογισμοῦ καταλαμβανομένων χαλεπῶν τὰ δαιμόνια σημεῖα, ὁπότε χρησαίμην σφαγίοις περὶ μάχης, χαλεπώτερα γινόμενα πολλὴν δυσθυμίαν παρεῖχέ μοι καὶ ἀμηχανίαν.ἐνθυμούμενος δὴ ταῦτα τῆς μὲν ἐπὶ τοὺς ἀγῶνας ὁρμῆς ἐπέσχον, ἀναβολὰς δὲ καὶ διατριβὰς ἐποιούμην τοῦ πολέμου προτέρους ὑμᾶς οἰόμενος ἄρξειν τῶν περὶ φιλίας λόγων· καὶ ἔδει γε, ὦ Τύλλε, τοῦτο ποιεῖν ὑμᾶς ἀποίκους ὄντας ἡμῶν καὶ μὴ περιμένειν ἕως ἡ μητρόπολις ἄρξῃ. ὅσης γὰρ ἀξιοῦσι τιμῆς τυγχάνειν οἱ πατέρες παρὰ τῶν ἐκγόνων, τοσαύτης οἱ κτίσαντες τὰς πόλεις παρὰ τῶν ἀποίκων.ἐν ᾧ δὲ ἡμεῖς ἐμέλλομεν καὶ παρετηροῦμεν ἀλλήλους, πότεροι τῶν εὐγνωμόνων ἄρξουσι λόγων, ἑτέρα τις ἡμᾶς ἀνάγκη κρείττων ἅπαντος ἀνθρωπίνου λογισμοῦ περιλαβοῦσα συνάγει· ἣν ἐγὼ πυθόμενος ἔτι λανθάνουσαν ὑμᾶς οὐκέτʼ ᾠόμην δεῖν τῆς εὐπρεπείας τῶν διαλλαγῶν στοχάζεσθαι. δειναὶ γὰρ, ὦ Τύλλε, μηχαναὶ πλέκονται καθʼ ἡμῶν καὶ δόλος ἄφυκτος ἔρραπται κατʼ ἀμφοτέρων, ὃς ἔμελλεν ἀκονιτὶ καὶ δίχα πόνου πάντα συντρίψειν καὶ διαφθερεῖν ἡμῶν τὰπράγματα πυρὸς ἢ ποταμοῦ δίκην ἐμπεσών. δημιουργοὶ δὲ τῶν ἀνοσίων βουλευμάτων εἰσὶν οἱ δυνατώτατοι Φιδηναίων τε καὶ Οὐιεντανῶν συνελθόντες. ὅστις δὲ ὁ τῆς ἐπιβουλῆς αὐτῶν τρόπος ἦν καὶ πόθεν εἰς ἐμὲ ἡ τῶν ἀπορρήτων βουλευμάτων γνῶσις ἐλήλυθεν ἀκούσατε.ταῦτʼ εἰπὼν δίδωσι τῶν παρόντων τινὶ ἀναγνῶναι τὰς ἐπιστολάς, ἃς αὐτῷ κεκομικώς τις ἐτύγχανε παρὰ τῶν ἐν Φιδήνῃ ξένων καὶ τὸν κομίσαντα αὐτὰς παρήγαγεν. ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν καὶ τοῦ ἀνδρὸς ἐξηγησαμένου πάντα ὅσα παρὰ τῶν ἐπιτιθεμένων αὐτὰς ἀπὸ στόματος ἤκουσεν ἐκπλήξεώς τε μεγάλης κατασχούσης τοὺς ἀκούοντας, οἷα εἰκὸς ἐπὶ τηλικούτῳ κακῷ παρʼ ἐλπίδας ἀκουσθέντι, μικρὸν ἐπισχὼν ὁ Φουφέττιος πάλιν ἔλεξεν·ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, διʼ ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων. ὑμεῖς δὲ τὸ μετὰ τοῦτο ἤδη σκοπεῖσθε, πότερον οἴεσθε δεῖν περὶ βοιδίων καὶ προβατίων ἁρπαγῆς ἄσπειστον πόλεμον φυλάττειν πρὸς τοὺς κτίσαντας καὶ πατέρας, ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες, ἢ διαλυσάμενοι τὴν πρὸς τοὺς συγγενεῖς ἔχθραν μεθʼ ἡμῶν ἐπὶ τοὺς κοινοὺς ἐχθροὺς χωρεῖν, οἵ γε οὐ μόνον ἀπόστασιν ἐβούλευσαν ἀφʼ ὑμῶν, ἀλλὰ καὶ ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδʼ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλʼ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο.ἀλλὰ γὰρ ὅτι μὲν ἐπὶ τοὺς ἀνοσίους ἀνθρώπους ἰτέον ἡμῖν ἁπάσῃ σπουδῇ καταλυσαμένοις τὰ ἔχθη ʽμανίας γὰρ θάτερα ἀξιοῦνʼ ὡς ἐγνωκόσιν ὑμῖν καὶ ποιήσουσιν οὐδὲν δέομαι πλείω λέγειν καὶ παρακελεύεσθαι. ὃν δὲ τρόπον αἱ διαλύσεις καλαὶ καὶ συμφέρουσαι γένοιντʼ ἂν ἀμφοτέραις ταῖς πόλεσι ʽτοῦτο γὰρ ἴσως ποθεῖτε ἀκοῦσαι πάλαἰ νῦν ἤδη πειράσομαι λέγειν.ἐγὼ νομίζω κρατίστας μὲν εἶναι διαλλαγὰς καὶ πρεπωδεστάτας συγγενέσι καὶ φίλοις πρὸς ἀλλήλους, ἐν αἷς οὐδέν ἐστιν ἔγκοτον οὐδὲ μνησίκακον ἀφέσεως ἅπασι πρὸς ἅπαντας ὑπὲρ ὧν ἔδρασαν ἢ ἔπαθον ἀδόλου γινομένης, ἧττον δὲ τούτων εὐπρεπεῖς, ἐν αἷς τὸ μὲν πλῆθος ἀπολύεται τῶν ἐγκλημάτων, οἱ δὲ ἀδικήσαντες ἀλλήλους ἀναγκάζονται δίκας ὑπέχειν λόγῳ κρινόμενοι καὶ νόμῳ.τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δʼ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρʼ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι. εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι.ταῦτʼ εἰπόντος τοῦ Φουφεττίου παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔλεξε· καὶ ἡμεῖς, ὦ Φουφέττιε, βαρεῖαν ὑπελαμβάνομεν ἡμᾶς καταλήψεσθαι συμφοράν, εἰ διʼ αἵματος καὶ φόνων ἀναγκασθείημεν κρῖναι τὸν συγγενῆ πόλεμον, καὶ ὑπὸ τῶν ἱερῶν ὁπότε τὰ προπολέμια θύοιμεν ἐκωλυόμεθα ἄρχειν μάχης· τάς τε ἀπορρήτους Φιδηναίων καὶ Οὐιεντανῶν συνωμοσίας, ἃς ἐπʼ ἀμφοτέροις ἡμῖν συνώμοσαν, ὀλίγῳ πρότερον σοῦ πεπύσμεθα παρὰ τῶν ἐκεῖθεν ξένων καὶ οὐκ ἀφύλακτοι πρὸς αὐτάς ἐσμεν, ἀλλʼ ὡς παθεῖν τε μηδὲν αὐτοὶ κακὸν κἀκείνους τιμωρήσασθαι τῆς ἐπιβουλῆς ἀξίως παρεσκευάσμεθα, οὐχ ἧττόν τε σοῦ καταλύσασθαι τὸν πόλεμον ἀμαχητὶ μᾶλλον ἢ διὰ τῶν ὅπλων ἐβουλόμεθα.