τῷ δʼ ἑξῆς ἐνιαυτῷ παρασκευαζομένου πάλιν τοῦ βασιλέως στρατὸν ἐπὶ τὰς πόλεις τῶν Σαβίνων ἐξάγειν καὶ πολιορκίαις αὐτὰς προσάγεσθαι διεγνωκότος, γενναῖον μὲν οὐδὲν ἔτι βούλευμα καὶ νεανικὸν οὐδεμιᾶς ἐγένετο, πᾶσαι δὲ κοινῇ γνώμῃ χρησάμεναι πρὶν εἰς κίνδυνον ἐλθεῖν ἀνδραποδισμοῦ καὶ κατασκαφῆς καταλύσασθαι τὸν πόλεμον ἔγνωσαν.καὶ παρῆσαν ἐξ ἑκάστης πόλεως οἱ κράτιστοι τῶν Σαβίνων πρὸς βασιλέα Ταρκύνιον ἐξεληλυθότα μετὰ πάσης ἤδη δυνάμεως παραδιδόντες αὐτῷ τὰ τείχη καὶ δεόμενοι μετρίας ποιήσασθαι τὰς συμβάσεις. ὁ δὲ ἀσπαστῶς δεξάμενος τὴν ἄνευ κινδύνων ὑποταγὴν τοῦ ἔθνους σπονδάς τε ποιεῖται πρὸς αὐτοὺς ὑπὲρ εἰρήνης τε καὶ φιλίας ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις, αἷς Τυρρηνοὺς πρότερον ὑπηγάγετο, καὶ τοὺς αἰχμαλώτους ἀπέδωκεν αὐτοῖς ἄνευ λύτρων.αὗται πολεμικαὶ πράξεις βασιλέως Ταρκυνίου μνημονεύονται, εἰρηνικαὶ δὲ καὶ πολιτικαὶ τοιαίδε τινές, οὐδὲ γὰρ ταύτας βούλομαι παρελθεῖν ἀμνημονεύτους. εὐθὺς γὰρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν τὸν δημοτικὸν ὄχλον οἰκεῖον ἑαυτῷ ποιῆσαι προθυμηθείς, ὥσπερ οἱ πρότεροι βασιλεῖς ἐποίουν, διὰ τοιαύτας εὐεργεσίας ὑπηγάγετο· ἐπιλέξας ἄνδρας ἑκατὸν ἐξ ἁπάντων τῶν δημοτικῶν, οἷς ἀρετήν τινα πολεμικὴν ἢ πολιτικὴν φρόνησιν ἅπαντες ἐμαρτύρουν, πατρικίους ἐποίησε καὶ κατέταξεν εἰς τὸν τῶν βουλευτῶν ἀριθμόν, καὶ τότε πρῶτον ἐγένοντο Ῥμαίοις τριακόσιοι βουλευταὶ τέως ὄντες διακόσιοι.ἔπειτα ταῖς ἱεραῖς παρθένοις, ὑφʼ ὧν τὸ ἄσβεστον φυλάττεται πῦρ, τέτταρσιν οὔσαις δύο προσκατέλεξεν ἑτέρας· πλειόνων γὰρ ἤδη συντελουμένων ὑπὸ τῆς πόλεως ἱερουργιῶν, αἷς ἔδει τὰς τῆς Ἑστίας παρεῖναι θυηπόλους, οὐκ ἐδόκουν αἱ τέτταρες ἀρκεῖν. Ταρκυνίου δὲ ἄρξαντος ἠκολούθουν οἱ λοιποὶ βασιλεῖς, καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἓξ ἀποδείκνυνται τῆς Ἑστίας ἀμφίπολοι.δοκεῖ δὲ καὶ τὰς τιμωρίας, αἷς κολάζονται πρὸς τῶν ἱεροφαντῶν αἱ μὴ φυλάττουσαι τὴν παρθενίαν, ἐκεῖνος ἐξευρεῖν πρῶτος εἴτε κατὰ λογισμὸν εἴτε ὡς οἴονταί τινες ὀνείρῳ πειθόμενος, ἃς μετὰ τὴν ἐκείνου τελευτὴν ἐν τοῖς Σιβυλλείοις εὑρεθῆναι χρησμοῖς οἱ τῶν ἱερῶν ἐξηγηταὶ λέγουσιν· ἐφωράθη γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας ἱέρεια Πιναρία Ποπλίου θυγάτηρ οὐχ ἁγνὴ προσιοῦσα τοῖς ἱεροῖς. τρόπος δὲ τιμωρίας ὅστις ἐστίν, ᾧ κολάζουσι τὰς διαφθαρείσας, ἐν τῇ πρὸ ταύτης δεδήλωταίμοι γραφῇ. τήν τε ἀγοράν, ἐν ᾗ δικάζουσι καὶ ἐκκλησιάζουσι καὶ τὰς ἄλλας πολιτικὰς ἐπιτελοῦσι παράξεις ἐκεῖνος ἐκόσμησεν ἐργαστηρίοις τε καὶ παστάσι περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο λίθοις ἁμαξιαίοις εἰργασμένοις πρὸς κανόνα.ἤρξατο δὲ καὶ τὰς ὑπονόμους ὀρύττειν τάφρους, διʼ ὧν ἐπὶ τὸν Τέβεριν ὀχετεύεται πᾶν τὸ συρρέον ἐκ τῶν στενωπῶν ὕδωρ, ἔργα θαυμαστὰ καὶ κρείττω λόγου κατασκευασάμενος. ἔγωγʼ οὖν ἐν τρισὶ τοῖς μεγαλοπρεπεστάτοις κατασκευάσμασι τῆς Ῥώμης, ἐξ ὧν μάλιστα τὸ τῆς ἡγεμονίας ἐμφαίνεται μέγεθος, τάς τε τῶν ὑδάτων ἀγωγὰς τίθεμαι καὶ τὰς τῶν ὁδῶν στρώσεις καὶ τὰς τῶν ὑπονόμων ἐργασίας οὐ μόνον εἰς τὸ χρήσιμον τῆς κατασκευῆς τὴν διάνοιαν ἀναφέρων, ὑπὲρ οὗ κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ, ἀλλὰ καὶ εἰς τὴν τῶν ἀναλωμάτων πολυτέλειαν, ἣν ἐξ ἑνὸς ἔργου τεκμήραιτʼ ἄν τις Γάιον Ἀκίλλιον ποιησάμενος τοῦ μέλλοντος λέγεσθαι βεβαιωτήν, ὅς φησιν ἀμεληθεισῶν ποτε τῶν τάφρων καὶ μηκέτι διαρρεομένων τοὺς τιμητὰς τὴν ἀνακάθαρσιν αὐτῶν καὶ τὴν ἐπισκευὴν χιλίων μισθῶσαι ταλάντων.κατεσκεύασε δὲ καὶ τὸν μέγιστον τῶν ἱπποδρόμων Ταρκύνιος τὸν μεταξὺ τοῦ τε Αὐεντίνου καὶ τοῦ Παλλαντίου κείμενον πρῶτος ὑποστέγους ποιήσας περὶ αὐτὸν καθέδρας ʽτέως γὰρ ἑστῶτες ἐθεώρουνʼ ἐπʼ ἰκρίοις, δοκῶν ξυλίναις σκηναῖς ὑποκειμένων· καὶ διελὼν τοὺς τόπους εἰς τριάκοντα φράτρας ἑκάστῃ φράτρᾳ μοῖραν ἀπέδωκε μίαν, ὥστε ἐν τῇ προσηκούσῃ χώρᾳ καθεζόμενον ἕκαστον θεωρεῖν.ἔμελλε δὲ ἄρα σὺν χρόνῳ καὶ τοῦτο τὸ ἔργον ἐν τοῖς πάνυ καλοῖς καὶ θαυμαστοῖς κατασκευάσμασι τῆς πόλεως γενήσεσθαι. μῆκος μὲν γὰρ τοῦ ἱπποδρόμου τριῶν καὶ ἡμίσους ἐστὶ σταδίων, εὖρος δὲ τεττάρων πλέθρων· πέριξ δὲ αὐτοῦ κατά τε τὰς μείζους πλευρὰς καὶ κατὰ μίαν τῶν ἐλαττόνων εὔριπος εἰς ὑποδοχὴν ὕδατος ὀρώρυκται βάθος τε καὶ πλάτος δεκάπους. μετὰ δὲ τὸν εὔριπον ᾠκοδόμηνται στοαὶ τρίστεγοι. τούτων δὲ αἱ μὲν ἐπίπεδοι λιθίνας ἔχουσιν ὥσπερ ἐν τοῖς θεάτροις ὀλίγον ὑπερανεστηκυίας ἀλλήλων καθέδρας,αἱ δʼ ὑπερῷοι ξυλίνας. συνάγονται δʼ εἰς τὸ αὐτὸ καὶ συνάπτουσιν ἀλλήλαις αἱ μείζους ὑπὸ τῆς ἐλάττονος μηνοειδὲς ἐχούσης τὸ σχῆμα συγκλειόμεναι, ὥστε μίαν ἐκ τῶν τριῶν γίνεσθαι στοὰν ἀμφιθέατρον ὀκτὼ σταδίων ἱκανὴν ὑποδέξασθαι πεντεκαίδεκα μυριάδας ἀνθρώπων. ἡ δὲ λοιπὴ τῶν ἐλαττόνων πλευρῶν αἴθριος ἀνειμένη ψαλιδωτὰς ἱππαφέσεις ἔχει διὰμιᾶς ὕσπληγος ἅμα πάσας ἀνοιγομένας. ἔστι δὲ καὶ περὶ τὸν ἱππόδρομον ἔξωθεν ἑτέρα στοὰ μονόστεγος ἐργαστήρια ἔχουσα ἐν αὑτῇ καὶ οἰκήσεις ὑπὲρ αὐτά, δι’ ἧς εἰσιν εἴσοδοί τε καὶ ἀναβάσεις τοῖς ἐπὶ τὴν θέαν ἀφικομένοις παρʼ ἕκαστον ἐργαστήριον, ὥστε μηδὲν ἐνοχλεῖσθαι τὰς τοσάς2δε μυριάδας εἰσιούσας τε καὶ ἀπολυομένας.