τούτους δὴ τοὺς ἄνδρας οἱ Σαβῖνοι δείσαντες ἐκ τοῦ ἀδοκήτου σφίσιν ἐπιφαινομένους οὐθὲν ἔτι γενναῖον ἔργον ἀπεδείξαντο, ἀλλʼ ὡς κατεστρατηγημένοι ὑπὸ τῶν ἐχθρῶν καὶ συμφορᾷ πεπληγότες ἀμάχῳ σώζειν ἑαυτοὺς ἄλλοι κατʼ ἄλλας ὁδοὺς ἐπειρῶντο, κἂν τούτῳ μάλιστα πολὺς αὐτῶν φόνος ἐγένετο διωκομένων ὑπὸ τῆς Ῥωμαϊκῆς ἵππου καὶ πανταχόθεν ἀποκλειομένων· ὥστε ὀλίγους τινὰς ἐξ αὐτῶν κομιδῇ γενέσθαι τοὺς διασωθέντας εἰς τὰς ἔγγιστα πόλεις, τὸ δὲ πλεῖον μέρος ὅσον μὴ κατὰ τὴν μάχην ἔπεσεν ὑποχείριον τοῖς Ῥωμαίοις γενέσθαι· οὐδὲ γὰρ οἱ καταλειφθέντες ἐν τῷ χάρακι τὴν ἔφοδον ἀποκρούσασθαι τῶν ἐπιόντων σφίσιν ἐθάρρησαν οὐδʼ εἰς πεῖραν ἦλθον μάχης, ἀλλʼ ἐκταραχθέντες ὑπὸ τοῦ παρʼ ἐλπίδα κακοῦ παρέδοσαν ἀμαχητὶ σφᾶς τε αὐτοὺς καὶ τὸ ἔρυμα.αἱ μὲν δὴ τῶν Σαβίνων πόλεις ὡς κατεστρατηγημέναι καὶ οὐκ ἀρετῇ τὴν νίκην ἀφῃρημέναι πρὸς τῶν πολεμίων, ἀλλὰ δόλῳ μείζονας αὖθις ἀποστέλλειν δυνάμεις παρεσκευάζοντο καὶ στρατηγὸν ἐμπειρότερον. ὁ δὲ Ταρκύνιος μαθὼν τὴν διάνοιαν αὐτῶν συνῆγε τὴν στρατιὰν διὰ τάχους καὶ πρὶν ἐκείνους ἅπαντας δὴσυνελθεῖν φθάνει διαβὰς τὸν Ἀνίητα ποταμόν. ταῦτα μαθὼν ὁ τῶν Σαβίνων στρατηγὸς ἐξῄει μὲν ὡς εἶχε τάχους τὴν νεωστὶ συνηγμένην δύναμιν ἀναλαβὼν καὶ στρατοπεδεύεται πλησίον τῶν Ῥωμαίων ἐπὶ λόφου τινὸς ὑψηλοῦ καὶ ἀποτόμου, μάχης δὲ ἄρχειν οὐκ ἐδοκίμαζεν ἕως αἱ λοιπαὶ τῶν Σαβίνων δυνάμεις συνέλθωσιν, ἀλλʼ ἐπὶ τοὺς προνομεύοντας τὴν χώραν ἐκπέμπων ἀεί τινας τῶν ἱππέων καὶ λόχους ἐγκαθίζων ὕλαις ἢ νάπαις εἶργε τοὺς Ῥωμαίους τῶν ἐπὶ τὴν χώραν ἐξόδων.τοῦτον δὲ τὸν τρόπον αὐτοῦ χρωμένου τῷ πολέμῳ πολλαὶ μὲν συμπλοκαὶ καὶ κατʼ ὀλίγους ψιλῶν τε καὶ ἱππέων ἐγίνοντο, μάχη δὲ ὁλοσχερὴς ἁπάντων οὐδεμία. ἑλκομένου δὲ τοῦ χρόνου διʼ ὀργῆς φέρων τὴν διατριβὴν ὁ Ταρκύνιος ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων τὰς δυνάμεις ἔκρινεν ἄγειν καὶ πολλὰς ἐποιήσατο προσβολάς.ἔπειτα καταμαθὼν τῷ βιαίῳ τῶν τρόπων οὐ ῥᾳδίαν οὖσαν αὐτὴν ἁλῶναι διὰ τὴν ἐχυρότητα τῇ σπάνει τῶν ἐπιτηδείων πολεμεῖν τοῖς ἐν αὐτῇ διέγνω, καὶ παρὰ πάσας τὰς φερούσας· ἐπʼ αὐτὴν ὁδοὺς φρούρια κατασκευαζόμενος, ξυλίζεσθαί τε αὐτοὺς καὶ χιλὸν ἵπποις συναγαγεῖν καὶ ἄλλα πολλὰ ἐπιτήδεια λαμβάνειν ἐκ τῆς χώρας οὐκ ἐῶν εἰς πολλὴν κατέστησεν ἁπάντων ἀπορίαν· ὥστʼ ἠναγκάσθησαν φυλάξαντες νύκτα χειμέριον ὕδασι καὶ ἀνέμῳ φυγεῖν αἰσχρῶς ἐκ τοῦ χάρακος καταλιπόντες ἐν αὐτῷ τά τε ὑποζύγια καὶ τὰς σκηνὰς καὶ τοὺς τραυματίας καὶ τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἅπασαν.τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Ῥωμαῖοι τὴν ἄπαρσιν αὐτῶν καὶ γενόμενοι τοῦ χάρακος ἀμαχητὶ κύριοι σκηνὰς μὲν καὶ ὑποζύγια καὶ χρήματα διήρπασαν, τοὺς δὲ αἰχμαλώτους ἀπάγοντες εἰς τὴν Ῥώμην ἀνέστρεψαν. οὗτος ὁ πόλεμος ἔτη πέντε διέμεινε συνεχῶς πολεμούμενος, ἐν ᾧ γῆν ἀμφότεροι τὴν ἀλλήλων πορθοῦντες καὶ μάχας πολλὰς ἐλάττους τε καὶ μείζους μαχόμενοι διετέλεσαν, ὀλίγα μέν τινα καὶ τῶν Σαβίνων εὐτυχούντων ἐν τοῖς ἀγῶσι, τὰ δὲ πλεῖστα Ῥωμαίων· ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τέλος ἔλαβεν ὁλοσχερές.Σαβῖνοι γὰρ οὐχ ὡς πρότερον ἐκ διαδοχῆς, ἀλλʼ ἅμα πάντες οἱ στρατεύσιμον ἔχοντες ἡλικίαν ἐξῆλθον ἐπὶ τὸν πόλεμον, Ῥωμαῖοί τε σύμπαντες τὰς Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων συμμάχων δυνάμεις παραλαβόντες ἐχώρουν ὁμόσε τοῖς πολεμίοις.ὁ μὲν οὖν τῶν Σαβίνων στρατηγὸς διχῇ μερίσας τὰς δυνάμεις δύο ποιεῖται στρατόπεδα, ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς τρία ποιήσας τάγματα καὶ τρεῖς παρεμβολὰς οὐ μακρὰν ἀπʼ ἀλλήλων θέμενος αὐτὸς μὲν τῆς Ῥωμαϊκῆς ἡγεῖτο δυνάμεως, Ἀρρόντα δὲ τὸν ἀδελφιδοῦν τῆς Τυρρηνικῆς συμμαχίας ἀπέδειξε στρατηγόν·Λατίνων δὲ καὶ τῶν ἄλλων συμμάχων ἔταξεν ἄρχειν ἄνδρα γενναῖον μὲν τὰ πολέμια καὶ φρονεῖν τὰ δέοντα ἱκανώτατον, ξένον δὲ καὶ ἄπολιν· Σερούϊος αὐτῷ προσηγορικον ὄνομα ἦν, Τύλλιος δὲ τὸ συγγενικόν· ᾧ Ῥωμαῖοι μετὰ τὴν Λευκίου Ταρκυνίου τελευτὴν βασιλεύειν τῆς πόλεως ἐπέτρεψαν οὐκ οὔσης Ταρκυνίῳ γενεᾶς ἄρρενος, ἀγάμενοι τὸν ἄνδρα τῆς τε περὶ τὰ πολιτικὰ καὶ τῆς περὶ τὰ πολέμια ἀρετῆς. γένος δὲ τοῦ ἀνδρὸς τοῦδε καὶ τροφὰς καὶ τύχας καὶ τὴν ἐκ τοῦ θείου γενομένην περὶ αὐτὸν ἐπιφάνειαν, ὅταν κατὰ τοῦτο γένωμαι τὸ μέρος τοῦ λόγου, διηγήσομαι.τότε δʼ οὖν, ἐπειδὴ παρεσκεύαστο ἀμφοτέροις τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια, συνῄεσαν εἰς μάχην, εἶχον δὲ τὸ μὲν εὐώνυμον κέρας οἱ Ῥωμαῖοι, τὸ δὲ δεξιὸν οἱ Τυρρηνοί, κατὰ μέσην δὲ τὴν φάλαγγα Λατῖνοι ἐτάχθησαν. γενομένου δὲ ἀγῶνος καρτεροῦ διʼ ὅλης ἡμέρας ἐνίκων οἱ Ῥωμαῖοι παρὰ πολὺ καὶ πολλοὺς μὲν ἀποκτείναντες τῶν πολεμίων ἐν τῇ μάχῃ γενομένους ἄνδρας ἀγαθούς, πολλῷ δʼ ἔτι πλείους αἰχμαλώτους λαβόντες ἐν τῇ φυγῇ, τῶν δὲ παρεμβολῶν ἀμφοτέρων ἐγκρατεῖς γενόμενοι καὶ χρημάτων μέγαν περιβαλόμενοι πλοῦτον ἀδεῶς ἤδη τῆς ὑπαίθρου πάσης ἐκράτουν, ἣν πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι λωβησάμενοι κακοῖς, ἐπειδὴ τὸ θέρος ἐτελεύτα, λύσαντες τὰς παρεμβολὰς ἀπῄεσαν ἐπʼ οἴκου. καὶ ὁ βασιλεὺς Ταρκύνιος τρίτον ἐπὶ τῆς ἰδίας ἀρχῆς τὸν ἐκ τῆς2δε τῆς μάχης κατήγαγε θρίαμβον.