ἡ μὲν οὖν συμμαχικὴ πλησίον τῆς Φιδήνης τὸν χάρακα οὐκ ἐν ἀσφαλεῖ χωρίῳ θεμένη διὰ τὸ καταφρονεῖν τῶν πολεμίων ὀλίγου τινὸς ἐδέησεν πᾶσα διαφθαρῆναι· οἱ γὰρ ἐν τῇ πόλει φρουροὶ βοήθειαν ἑτέραν παρὰ Τυρρηνῶν κρύφα μεταπεμψάμενοι καὶ φυλάξαντες καιρὸν ἐπιτήδειον ἐξελθόντες ἐκ τῆς πόλεως τόν τε χάρακα τῶν πολεμίων ἔλαβον ἐξ ἐφόδου φαύλως φυλαττόμενον καὶ τῶν ἐξεληλυθότων ἐπὶτὰς προνομὰς πολὺν εἰργάσαντο φόνον. ἡ δὲ Ῥωμαίων δύναμις ἧς Ταρκύνιος ἡγεῖτο τὴν Οὐιεντανῶν κείρουσα καὶ λεηλατοῦσα χώραν καὶ πολλὰς ὠφελείας ἐξενεγκαμένη συνελθούσης ἐξ ἁπασῶν τῶν Τυρρηνίδων πόλεων μεγάλης τοῖς Οὐιεντανοῖς ἐπικουρίας εἰς μάχην καταστᾶσα νίκην ἀναμφίλογον ἀναιρεῖται· καὶ μετὰ τοῦτο διεξιοῦσα τὴν χώραν τῶν πολεμίων ἀδεῶς ἐπόρθει γενομένη τε πολλῶν μὲν σωμάτων ἐγκρατής, πολλῶν δὲ χρημάτων οἷα ἐξ εὐδαίμονος χώρας, τελευτῶντος ἤδη τοῦ θέρους οἴκαδε ἀπῄει.Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλʼ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ ὡς οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δʼ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος·ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε. τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπʼ οἴκου.Ταρκύνιος δʼ ἐπειδὴ τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος. ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός.ἑάλω δʼ οὖν ἡ πόλις κατὰ κράτος, καὶ οἱ μὲν φρουροὶ δεθέντες ἅμα τοῖς ἄλλοις τῶν Τυρρηνῶν αἰχμαλώτοις ἦσαν ἐν φυλακῇ, Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ὑπὸ μαστίγων αἰκισθέντες ἐν τῷ φανερῷ τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ φυγαῖς ἐζημιώθησαν ἀιδίοις· τὰς δὲ οὐσίας αὐτῶν διέλαχον οἱ καταλειφθέντες Ῥωμαίων ἔποικοί τε καὶ φρουροὶ τῆς πόλεως.τελευταία δὲ μάχη Ῥωμαίων καὶ Τυρρηνῶν ἐγένετο πόλεως Ἠρήτου πλησίον ἐν τῇ Σαβίνων γῇ. διʼ ἐκείνης γὰρ ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἔλασιν οἱ Τυρρηνοὶ πεισθέντες ὑπὸ τῶν ἐκεῖ δυνατῶν, ὡς συστρατευσομένων σφίσι τῶν Σαβίνων. αἱ γὰρ ἑξαετεῖς αὐτοῖς περὶ τῆς εἰρήνης πρὸς Ταρκύνιον ἀνοχαὶ διεληλύθεσαν ἤδη, καὶ πολλοῖς τῶν Σαβίνων πόθος ἦν ἐπανορθώσασθαι τὰς προτέρας ἥττας ἐπιτεθραμμένης ἐν ταῖς πόλεσι νεότητος ἱκανῆς.οὐ μὴν ἐχώρησέ γε αὐτοῖς ἡ πεῖρα κατὰ νοῦν θᾶττον ἐπιφανείσης τῆς Ῥωμαίων στρατιᾶς, οὐδʼ ἐξεγένετο παρʼ οὐδεμιᾶς τῶν πόλεων κοινὴν ἀποσταλῆναι τοῖς Τυρρηνοῖς συμμαχίαν, ἀλλʼ ἐθελονταί τινες ἐπεκούρησαν αὐτοῖς ὀλίγοι μισθοῖς μεγάλοις ὑπαχθέντες.ἐκ ταύτης τῆς μάχης μεγίστης τῶν προτέρων γενομένης, ὅσας πρὸς ἀλλήλους ἐπολέμησαν, τὰ μὲν Ῥωμαίων πράγματα θαυμαστὴν ὅσην ἐπίδοσιν ἔλαβε νίκην ἐξενεγκαμένων καλλίστην, καὶ βασιλεῖ Ταρκυνίῳ τὴν τροπαιοφόρον πομπὴν κατάγειν ἥ τε βουλὴ καὶ ὁ δῆμος ἐψηφίσατο, τὰ δὲ τῶν Τυρρηνῶν ἔπεσε φρονήματα πάσας μὲν ἐξαποστειλάντων εἰς τὸν ἀγῶνα τὰς ἐξ ἑκάστης πόλεως δυνάμεις, ὀλίγους δέ τινας ἐκ πολλῶν τοὺς διασωθέντας ὑποδεξαμένων. οἱ μὲν γὰρ ἐν τῇ παρατάξει μαχόμενοι κατεκόπησαν, οἱ δʼ ἐν τῇ τροπῇ δυσχωρίαις ἐγκυρήσαντες ἀνεξόδοις παρέδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς.τοιαύτης μέντοι συμφορᾶς πειραθέντες οἱ δυνατώτατοι τῶν ἐν ταῖς πόλεσιν ἔργον ἐποίησαν ἀνθρώπων φρονίμων. ἑτέραν γὰρ στρατιὰν ἐπʼ αὐτοὺς ἐξαγαγόντος βασιλέως Ταρκυνίου συναχθέντες εἰς μίαν ἀγορὰν περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι πρὸς αὐτὸν ἐψηφίσαντο καὶ πέμπουσι τοὺς πρεσβυτάτους ἄνδρας καὶ τιμιωτάτους ἐξ ἑκάστης πόλεως αὐτοκράτορας ἀποδείξαντες τῶν περὶ τῆς εἰρήνης ὁμολογιῶν.ὁ δὲ βασιλεὺς ἀκούσας αὐτῶν πολλὰ διαλεχθέντων ἐπαγωγὰ πρὸς ἐπιείκειαν καὶ μετριότητα καὶ τῆς συγγενείας, ἧς εἶχε πρὸς τὸ ἔθνος, ὑπομιμνησκόντων ἓν τοῦτο μόνον ἔφη παρʼ αὐτῶν βούλεσθαι μαθεῖν, πότερον ἔτι διαφέρονται περὶ τῶν ἴσων καὶ ἐπὶ ῥητοῖς τισι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας πάρεισι ποιησόμενοι, ἢ συγγινώσκουσιν ἑαυτοῖς κεκρατημένοις καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ. ἀποκριναμένων δʼ αὐτῶν ὅτι καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ καὶ τὴν εἰρήνην στέρξουσιν ἐφʼ οἷς ἄν ποτε δικαίοις αὐτῆς τύχωσι, περιχαρὴς ἐπὶ τούτοις γενόμενος,