ταῦτα δὲ ποιήσαντας εἶναι φίλους Ῥωμαίων καὶ συμμάχους ἅπαντα πράττοντας ὅσα ἂν ἐκεῖνοι κελεύωσιν. ὁ μὲν δὴ πρὸς Λατίνους συστὰς Ῥωμαίοις πόλεμος εἰς τοῦτο τὸ τέλος κατέσκηψε, καὶ βασιλεὺς Ταρκύνιος τὸν ἐπινίκιον ἐκ τοῦ πολέμου τούτου κατήγαγε θρίαμβον.τῷ δʼ ἑξῆς ἔτει παραλαβὼν τὴν δύναμιν ἐπὶ Σαβίνους ἦγεν ἐκ πολλοῦ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν παρασκευὴν τὴν ἐφʼ ἑαυτοὺς προεγνωκότας. οὐχ ὑπομείναντες δὲ εἰς τὴν ἑαυτῶν χώραν παρεῖναι τὸν πόλεμον, ἀλλʼ ἀντιπαρασκευασάμενοι δύναμιν ἱκανὴν ἐχώρουν ὁμόσε. γενομένης δὲ αὐτοῖς μάχης περὶ τὰ μεθόρια τῆς χώρας ἄχρι νυκτὸς ἐνίκων μὲν οὐδέτεροι, πάνυ δʼ ἰσχυρῶς ἐπόνησαν ἀμφότεροι.ταῖς γοῦν ἑξῆς ἡμέραις οὔτε ὁ τῶν Σαβίνων ἡγεμὼν προῆγεν ἐκ τοῦ χάρακος τὰς δυνάμεις οὔτε ὁ τῶν Ῥωμαίων βασιλεύς, ἀλλʼ ἀναστρατοπεδεύσαντες ἀμφότεροι καὶ τῆς ἀλλήλων γῆς οὐδὲν κακώσαντες ἀπῄεσαν ἐπʼ οἴκου. γνώμη δʼ ἀμφοτέρων ἦν ὁμοία μείζονα δύναμιν ἑτέραν ἐπὶ τὴν ἀλλήλων χώραν ἐξάγειν ἔαρος ἀρχομένου.ἐπεὶ δὲ πάντα παρεσκεύαστο αὐτοῖς, πρότεροι μὲν ἐξῆλθον οἱ Σαβῖνοι Τυρρηνῶν ἔχοντες δύναμιν ἱκανὴν πρὸς συμμαχίαν καὶ καταστρατοπεδεύονται Φιδήνης πλησίον περὶ τὰς συμβολὰς τοῦ τε Ἀνίητος καὶ τοῦ Τεβέριος ποταμοῦ διττοὺς βαλόμενοι τοὺς χάρακας ἐναντίους τε καὶ συνεχεῖς ἀλλήλοις, μέσον ἔχοντες τὸ κοινὸν ἐξ ἀμφοτέρων τῶν ποταμῶν ῥεῖθρον, ἐφʼ οὗ κατεσκεύαστο γέφυρα ξυλόφρακτος σκάφαις ἀνεχομένη καὶ σχεδίαις ἡ ποιοῦσα ταχείας τὰς πρὸς ἀλλήλους ἀφίξεις καὶ τὸν χάρακα ἕνα.πυθόμενος δὲ τὴν εἰσβολὴν αὐτῶν ὁ Ταρκύνιος ἐξῆγε καὶ αὐτὸς τὸ Ῥωμαίων στράτευμα καθιδρύεταί τε μικρὸν ἀνωτέρω τῆς ἐκείνων στρατοπεδείας παρὰ τὸν Ἀνίητα ποταμὸν ἐπὶ λόφου τινὸς καρτεροῦ. ἁπάσῃ δὲ προθυμίᾳ πρὸς τὸν πόλεμον ὡρμημένων ἀμφοτέρων οὐδεὶς ἀγὼν ἐκ παρατάξεως οὔτε μείζων οὔτʼ ἐλάσσων αὐτοῖς συνέστη. ἔφθασε γὰρ ὁ Ταρκύνιος ἀγχινοίᾳ στρατηγικῇ πάντα συντρίψας τὰ τῶν Σαβίνων πράγματα καὶ τὰς παρεμβολὰς αὐτῶν ἀμφοτέρας ἀράμενος. τὸ δὲ στρατήγημα τοῦ ἀνδρὸς τοιόνδε ἦν·σκάφας ποταμηγοὺς καὶ σχεδίας ξύλων αὔων καὶ φρυγάνων γεμούσας, ἔτι δὲ πίσσης τε καὶ θείου παρασκευασάμενος ἐπὶ θατέρου τῶν ποταμῶν, παρʼ ὃν αὐτὸς ἐστρατοπεδεύκει, ἔπειτα φυλάξας ἄνεμον οὔριον περὶ τὴν ἑωθινὴν φυλακὴν πῦρ ἐνεῖναι ταῖς ὕλαις ἐκέλευσε καὶ μεθεῖναι τὰς σκάφας καὶ τὰς σχεδίας φέρεσθαι κατὰ ῥοῦν. αἱ δὲ ἐν ὀλίγῳ πάνυ χρόνῳ διελθοῦσαι τὸν μεταξὺ πόρον ἐμπίπτουσι τῇγεφύρᾳ καὶ ἀνάπτουσιν αὐτὴν πολλαχόθεν. τῶν δὲ Σαβίνων ᾡς εἶδον ἄφνω πολλὴν φλόγα φερομένην συνδραμόντων ἐπὶ τὴν βοήθειαν καὶ πάντα μηχανωμένων ὅσα σβεστήρια τοῦ πυρὸς ἦν, ἧκεν ὁ Ταρκύνιος περὶ τὸν ὄρθρον ἄγων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν καὶ προσβαλὼν θατέρῳ χάρακι τῶν μὲν πλείστων ἐκλελοιπότων τὰς φυλακὰς διὰ τὴν ἐπὶ τὰ καιόμενα ὁρμήν, ὀλίγων δέ τινων πρὸς ἀλκὴν τραπομένων,ἐγκρατὴς αὐτοῦ γίνεται δίχα πόνου. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο χρόνῳ καὶ τὸν ἕτερον τῶν Σαβίνων χάρακα τὸν ἐπέκεινα τοῦ ποταμοῦ κείμενον ἑτέρα δύναμις Ῥωμαίων ἐπελθοῦσα αἱρεῖ, ἣ προαπέσταλτο μὲν ὑπὸ Ταρκυνίου περὶ πρῶτον ὕπνον, διεληλύθει δὲ τὸν ἐκ τῶν δυεῖν ποταμῶν ἕνα γενόμενον ἐν σκάφαις καὶ σχεδίαις καθʼ ὃ μέρος περαιουμένη λήσεσθαι ἔμελλε τοὺς Σαβίνους, πλησίον δὲ τῆς ἑτέρας ἐγεγόνει παρεμβολῆς ἅμα τῷ θεάσασθαι τὴν γέφυραν καιομένην· τοῦτο γὰρ ἦν αὐτῇ τὸ σύνθηματῆς ἐφόδου. τῶν δʼ ἐν τοῖς χάραξι καταληφθέντων οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων μαχόμενοι κατεκόπησαν, οἱ δʼ εἰς τὴν συμβολὴν τῶν ποταμῶν ῥίψαντες ἑαυτοὺς οὐ δυνηθέντες ὑπερενεχθῆναι τὰς δίνας κατεπόθησαν· ἐφθάρη δέ τις αὐτῶν μοῖρα οὐκ ὀλίγη καὶ κατὰ τὴν βοήθειαν τῆς γεφύρας ὑπὸ τοῦ πυρός. λαβὼν δὲ ὁ Ταρκύνιος ἀμφότερα τὰ στρατόπεδα τὰ μὲν ἐν αὐτοῖς καταληφθέντα χρήματα τοῖς στρατιώταις ἐπέτρεψε διανείμασθαι, τοὺς δὲ αἰχμαλώτους πολλοὺς πάνυ ὄντας Σαβίνων τε αὐτῶν καὶ Τυρρηνῶν εἰς Ῥώμην ἀγαγὼν διὰ πολλῆς εἶχε φυλακῆς.Σαβῖνοι μὲν οὖν ἐγνωσιμάχησαν ὑπὸ τῆς τότε συμφορᾶς βιασθέντες καὶ πρεσβευτὰς ἀποστείλαντες ἀνοχὰς ἐποιήσαντο τοῦ πολέμου σπονδὰς ἑξαετεῖς, Τυρρηνοὶ δὲ ὀργῇ φέροντες ὅτι ἥττηντό τε ὑπὸ Ῥωμαίων πολλάκις καὶ ὅτι τοὺς αἰχμαλώτους αὐτοῖς ὁ Ταρκύνιος οὐκ ἀπεδίδου πρεσβευσαμένοις, ἀλλʼ ἐν ὁμήρων κατεῖχε λόγῳ, ψήφισμα ποιοῦνται πάσας τὰς τῶν Τυρρηνῶν πόλεις κοινῇ τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν, τὴν δὲ μὴ μετέχουσαν τῆς στρατείας ἔκσπονδον εἶναι.ταῦτʼ ἐπικυρώσαντες ἐξῆγον τὰς δυνάμεις καὶ διαβάντες τὸν Τέβεριν ἀγχοῦ Φιδήνης τίθενται τὰ ὅπλα. γενόμενοι δὲ τῆς πόλεως ταύτης ἐγκρατεῖς διὰ προδοσίας στασιασάντων πρὸς ἀλλήλους τῶν ἐν αὐτῇ καὶ πολλὰ μὲν σώματα λαβόντες, πολλὴν δὲ λείαν ἐκ τῆς Ῥωμαίων χώρας ἐλαύνοντες ἀπῆλθον ἐπʼ οἴκου, φρουρὰν ἐν τῇ Φιδήνῃ καταλιπόντες ἀποχρῶσαν. αὕτη γὰρ ἡ πόλις ὁρμητήριον αὐτοῖς ἔσεσθαι κράτιστον ἐδόκει τοῦ κατὰ Ῥωμαίων πολέμου.βασιλεὺς δὲ Ταρκύνιος εἰς τοὐπιὸν ἔτος Ῥωμαίους τε σύμπαντας καθοπλίσας καὶ παρὰ τῶν συμμάχων ὅσους ἐδύνατο πλείστους παραλαβὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους ἔαρος ἀρχομένου, πρὶν ἐκείνους συναχθέντας ἐξ ἁπασῶν τῶν πόλεων ἐπʼ αὐτὸν ὡς πρότερον ἐλθεῖν· καὶ διελὼν εἰς δύο μοίρας ἅπασαν τὴν δύναμιν τῆς μὲν Ῥωμαῖκῆς στρατιᾶς αὐτὸς ἡγούμενος ἐπὶ τὰς πόλεις τῶν Τυρρηνῶν ἐστράτευσε, τῆς δὲ συμμαχικῆς, ἐν ᾗ τὸ πλεῖστον μέρος ἦν τῶν Λατίνων, Ἠγέριον τὸν ἑαυτοῦ συγγενῆ στρατηγὸν ἀποδείξας ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐκέλευσε χωρεῖν.