ταύταις ἐπαρθέντες ταῖς ἐλπίσιν οἱ Λατῖνοι παρασκευασάμενοι δύναμιν οἰκείαν συχνὴν καὶ τὴν παρὰ Τυρρηνῶν προσλαβόντες εἰς τὴν Ῥωμαίων γῆν ἐνέβαλον, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τοῦ Σαβίνων ἔθνους αἱ τοῦ πολέμου κοινωνήσειν αὐτοῖς ὑποσχόμεναι πόλεις τὴν προσόμουρον κυροῦσαν αὐταῖς χώραν ἐδῄουν. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς παρασκευασάμενος καὶ αὐτὸς ἐν τῷ μεταξὺ χρόνῳ πολλὴν καὶ ἀγαθὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους διὰταχέων. Σαβίνοις μὲν οὖν ἅμα καὶ Λατίνοις πολεμεῖν καὶ διαιρεῖν εἰς δύο μέρη τὴν δύναμιν οὐκ ἀσφαλὲς ὑπέλαβεν εἶναι, ἅπασαν δὲ τὴν στρατιὰν ἐπὶ Λατίνους ἄγειν ἐβουλεύσατο καὶ τίθεται πλησίον αὐτῶν τὸν χάρακα. κατʼ ἀρχὰς μὲν οὖν ὀκνηρῶς εἶχον ἑκάτεροι πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσι δεδιότες τὰς ἀλλήλων παρασκευάς, ἀκροβολισμοὺς δὲ κατιόντες ἐκ τῶν ἐρυμάτων οἱ ψιλοὶ παρʼ ἑκατέρων συνεχεῖς ἐποιοῦντο καὶ ἦσαν ὡς τὰ πολλὰ ἰσόμαχοι·χρόνῳ δʼ ὕστερον ἐμπεσούσης ἀμφοτέροις ἐκ τῶν τοιούτων ἁψιμαχιῶν φιλονεικίας ἐπιβοηθοῦντες ἑκάτεροι τοῖς σφετέροις, ὀλίγοι μὲν τὸ πρῶτον, ἔπειτα σύμπαντες ἠναγκάσθησαν ἐκ τῶν στρατοπέδων προελθεῖν. καὶ καταστάντες εἰς μάχην ἄνδρες οὔτε πολεμικῶν ἀγώνων ἀτριβεῖς οὔτε πλήθει πολὺ ἀποδέοντες ἀλλήλων πεζοί τε καὶ ἱππεῖς προθυμίᾳ τε ὡρμημένοι πρὸς τὸν πόλεμον ὁμοίᾳ καὶ κινδύνων τὸν ἔσχατον ἀναρριπτεῖν νομίσαντες ἠγωνίσαντο μὲν ἀμφότεροι λόγου ἀξίως, διεκρίθησαν δὲ ἀπʼ ἀλλήλων ἰσόμαχοι νυκτὸς ἐπιλαβούσης.ἡ μέντοι μετὰ τὸν ἀγῶνα διάνοια ἑκατέρων οὐχ ὁμοία γενομένη φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων· τῇ γὰρ ἑξῆς ἡμέρᾳ Λατῖνοι μὲν οὐκέτι προῄεσαν ἐκ τοῦ χάρακος, ὅ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐξαγαγὼν τὰς δυνάμεις εἰς τὸ πεδίον ἕτοιμος ἦν ἑτέραν ποιεῖσθαι μάχην καὶ μέχρι πολλοῦ κατέσχεν ἐν τάξει τὴν φάλαγγα. ὡς δʼ οὐκ ἀντεπεξῄεσαν οἱ πολέμιοι, σκυλεύσας αὐτῶν τοὺς νεκροὺς καὶ τοὺς ἰδίους ἀνελόμενος σὺν πολλῷ αὐχήματι ἀπῆγε τὴν στρατιὰν ἐπὶ τὸν ἑαυτοῦ χάρακα.ταῖς δʼ ἑξῆς ἡμέραις ἀφικομένης τοῖς Λατίνοις ἑτέρας παρὰ Τυρρηνῶν συμμαχίας δεύτερος ἀγὼν γίνεται πολὺ μείζων τοῦ προτέρου, ἐξ οὗ νίκην ἀναιρεῖται βασιλεὺς Ταρκύνιος ἐπιφανεστάτην, ἧς αὐτὸς αἴτιος ὡμολογεῖτο ὑπὸ πάντων γεγενῆσθαι.καμνούσης γὰρ ἤδη τῆς Ῥωμαϊκῆς φάλαγγος καὶ κατὰ τὸ ἀριστερὸν κέρας παραρρηγνυμένης μαθὼν τὸ γινόμενον ἐλάττωμα περὶ τοὺς σφετέρους ʽἔτυχε δὲ τότε μαχόμενος ἐπὶ τοῦ δεξιοῦ κέρατοσʼ τὰς κρατίστας τῶν ἱππέων ἴλας ἐπιστρέψας καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἀναλαβὼν ἦγε κατὰ νώτου τῆς ἑαυτοῦ στρατιᾶς καὶ παραλλάξας τὸ ἀριστερὸν κέρας ἤλαυνεν ἔτι προσωτέρω τῆς φάλαγγος. ἔπειτα ἐπιστρέψας ἐπὶ δόρυ καὶ τὰ κέντρα προσβαλὼν τοῖς ἵπποις εἰς πλαγίους ἐμβάλλει τοὺς τῶν Τυρρηνῶν λόχους ʽοὗτοι γὰρ ἐπὶ τοῦ δεξιοῦ τῶν πολεμίων μαχόμενοι κέρατος ἐτρέψαντο τοὺς καθʼ ἑαυτούσʼ, ἐπιφανεὶς δʼ αὐτοῖς ἀπροσδόκητος πολλὴν ἔκπληξιν καὶ ταραχὴν παρέσχεν.ἐν δὲ τούτῳ καὶ ἡ πεζὴ τῶν Ῥωμαίων δύναμις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ προτέρου δείματος εἰς ἀντίπαλα ἐχώρει, καὶ μετὰ τοῦτο φόνος τε πολὺς τῶν Τυρρηνῶν ἐγίνετο καὶ τροπὴ τοῦ δεξιοῦ κέρατος παντελής. Ταρκύνιος δὲ τοῖς ἡγεμόσι τῶν πεζῶν ἀκολουθεῖν κελεύσας ἐν κόσμῳ καὶ βάδην αὐτὸς ἐπὶ τὸ στρατόπεδον ἐχώρει τὸ τῶν πολεμίων ἐλαύνων τοὺς ἵππους ἀνὰ κράτος, φθάσας δὲ τοὺς ἐκ τῆς τροπῆς ἀνασωζομένους ἐγκρατὴς γίνεται τοῦ χάρακος εὐθὺς ἐξ ἐφόδου. οἱ γὰρ ἐν αὐτῷ καταλειφθέντες οὔτε τὴν κατασχοῦσαν τοὺς σφετέρους συμφορὰν προεγνωκότες οὔτε τοὺς προσιόντας ἱππεῖς γνωρίσαι διὰ τὸ αἰφνίδιον τῆς ἐφόδου δυνηθέντες εἴασαν αὐτοὺς παρελθεῖν.ἁλούσης δὲ τῆς παρασκευῆς τῶν Λατίνων οἱ μὲν ἀναχωροῦντες ἐκ τῆς τροπῆς ὡς εἰς ἀσφαλῆ καταφυγὴν ὑπὸ τῶν καταλαβομένων αὐτὴν ἱππέων ἀπώλλυντο, οἱ δʼ ἐκ τοῦ στρατοπέδου φεύγειν ὁρμήσαντες εἰς τὸ πεδίον ὑπὸ τῆς Ῥωμαϊκῆς φάλαγγος ὁμόσε χωρούσης ἀπέθνησκον, οἱ δὲ πλείους αὐτῶν ὠθούμενοί τε ὑπʼ ἀλλήλων καὶ καταπατούμενοι περὶ τοῖς σκόλοψιν ἢ κατὰ τὰς τάφρους τὸν οἴκτιστόν τε καὶ ἀγεννέστατον τρόπον διεφθάρησαν· ὥστʼ ἠναγκάσθησαν οἱ περιλειπόμενοι τῆς σωτηρίας οὐδένα πόρον εὑρεῖν δυνάμενοι παραδοῦναι τοῖς κεκρατηκόσιν ἑαυτούς.γενόμενος δὲ ὁ Ταρκύνιος πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατὴς τοὺς μὲν αἰχμαλώτους ἀπέδοτο, τὰ δʼ ἐν τῷ χάρακι καταληφθέντα τοῖς στρατιώταις ἐχαρίσατο.ταῦτα διαπραξάμενος ἐπὶ τὰς πόλεις τῶν Λατίνων ἦγε τὴν δύναμιν, ὡς μάχῃ τὰς μὴ προσχωρούσας αὐτῷ παραστησόμενος· οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας. ἅπαντες γὰρ εἰς ἱκεσίας καὶ δεήσεις ἐτράποντο καὶ πρέσβεις ἀπὸ τοῦ κοινοῦ πέμψαντες καταλύσασθαι τὸν πόλεμον ἠξίουν ἐφʼ οἷς αὐτὸς ἠβούλετο καὶ τὰς πόλεις παρέδοσαν.γενόμενος δὲ τῶν πόλεων κατὰ τάσδε τὰς ὁμολογίας ὁ βασιλεὺς κύριος ἐπιεικέστατα πάσαις προσηνέχθη καὶ μετριώτατα. οὔτε γὰρ ἀπέκτεινεν οὔτε φεύγειν ἠνάγκασεν οὔτε χρήμασιν ἐζημίωσε Λατίνων οὐδένα γῆν τε αὐτοῖς καρποῦσθαι τὴν ἑαυτῶν ἐπέτρεψε καὶ πολιτεύμασι χρήσασθαι τοῖς πατρίοις ἐφῆκεν, ἀποδοῦναι δὲ αὐτοὺς ἐκέλευσε Ῥωμαίοις τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους ἄνευ λύτρων θεράποντάς τε ἀποκαταστῆσαι τοῖς δεσπόταις ὅσων ἐγένοντο κατὰ τὰς προνομὰς κύριοι καὶ χρήματα ὅσα τοὺς γεωργοὺς ἀφείλοντο διαλῦσαι καὶ εἴ τι ἄλλο κατέβλαψαν ἢ διέφθειραν ἐν ταῖς εἰσβολαῖς ἐπανορθῶσαι.