τὰ δʼ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο. καὶ γὰρ οὗτοι λῃστήρια πέμποντες ἐπὶ τοὺς Ῥωμαίων ἀγροὺς πολέμιοι κατέστησαν αὐτοῖς ἐκ τοῦ προφανοῦς ταῖς Λατίνων πεποιθότες συμμαχίαις· στρατεύσαντος δʼ ἐπʼ αὐτοὺς Ταρκυνίου καὶ τῆς Λατίνων ἐπικουρίας ὑστεριζούσης οὐχ οἷοί τε ὄντες αὐτοὶ πρὸς τοσαύτην δύναμιν ἀντέχειν, ἱκετηρίας ἀναλαβόντες ἐξῆλθον ἐκ τῆς πόλεως καὶ παρέδοσαν ἑαυτούς.οἱ δὲ τὴν καλουμένην Κολλατίαν κατοικοῦντες ἐπειράθησαν μὲν ἐλθεῖν διὰ μάχης πρὸς τὰς Ῥωμαίων δυνάμεις καὶ προῆλθον ἔξω τῆς πόλεως, ἐν ἁπάσαις δὲ ταῖς συμπλοκαῖς ἐλαττούμενοι καὶ πληγὰς πολλὰς λαμβάνοντες ἠναγκάσθησαν πάλιν εἰς τὸ τεῖχος καταφυγεῖν καὶ διεπέμποντο πρὸς τὰς Λατίνων πόλεις αἰτούμενοι συμμαχίαν. ὡς δὲ βραδύτερα τὰ παρʼ ἐκείνων ἦν, καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους οἱ πολέμιοι τὰς προσβολὰς ἐποιοῦντο, παραδοῦναι τὴν πόλιν ἠναγκάσθησαν σὺν χρόνῳ.οὐ μέντοι τῆς αὐτῆς μετριότητος ἔτυχον, ἧς Νωμεντανοί τε καὶ Κρουστομερῖνοι, ἀλλʼ ὅπλά τε ὁ βασιλεὺς ἀφείλετο καὶ εἰς χρήματα ἐζημίωσε καὶ φρουρὰν κατέλιπεν ἐν τῇ πόλει τὴν ἱκανὴν ἄρχειν τε αὐτῶν ἔταξε τὴν ἀνυπεύθυνον ἀρχὴν διὰ βίου Ταρκύνιον Ἄρροντα τὸν ἴδιον ἀδελφιδοῦν, ὃς μετὰ τὴν τελευτὴν τοῦ τε πατρὸς Ἄρροντος καὶ τοῦ πάππου Δημαράτου γενόμενος οὔτε τῶν πατρῴων οὔτε τῶν τοῦ πάππου χρημάτων τὴν προσήκουσαν ἐκληρονόμησε μοῖραν καὶ διὰ ταύτην τὴν αἰτίαν Ἠγέριος ἐπωνομάσθη. τοὺς γὰρ ἀπόρους καὶ πτωχοὺς οὕτως ὀνομάζουσι Ῥωμαῖοι. ἐξ οὗ δὲ παρέλαβε τὴν ἐκείνης τῆς πόλεως ἐπιμέλειαν αὐτός τε Κολλατῖνος ἐπεκλήθη καὶ πάντες οἱ ἀπʼ ἐκείνου γενόμενοι.μετὰ δὲ τὴν Κολλατίας παράδοσιν ἐπὶ τὸν καλούμενον Κορνίκολον ὁ βασιλεὺς ἐστράτευσεν· ἦν δὲ κἀκείνη τοῦ Λατίνων ἔθνους ἡ πόλις. λεηλατήσας δὲ τὴν χώραν αὐτῶν κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου πρὸς αὐτὴν στρατεύεται τὴν πόλιν προκαλούμενος τοὺς ἄνδρας εἰς φιλίαν· οὐ βουλομένων δὲ αὐτῶν εἰς διαλλαγὰς ἐλθεῖν, ἀλλὰ καὶ τοῦ τείχους τῇ ἐχυρότητι πεποιθότων καὶ συμμαχίας πολλαχόθεν ἥξειν οἰομένων, περὶ πάντα τὸν κύκλον τῆς πόλεως τὴν δύναμιν περιστήσας ἐτειχομάχει.οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀντεῖχον ἀνδρείως ἀπομαχόμενοι καὶ πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ʽτοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχεινʼ διʼ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν.τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη.ἐφʼ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι. βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε μὲν ἐπʼ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε.τοιαῦτα συνέβαινε πολλὰ παραλλὰξ ἑκατέροις ἐπὶ τὰς ὁμόρους χώρας ἐκστρατευομένοις ἐλαττώματά τε καὶ πλεονεκτήματα, μία δὲ αὐτῶν ἐκ παρατάξεως ἐγένετο μάχη Φιδήνης πόλεως πλησίον ἁπάσαις συμβαλόντων ταῖς δυνάμεσιν, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον ἀμφοτέρων, ἐνίκησαν δὲ Ῥωμαῖοι καὶ τοὺς Λατίνους ἠνάγκασαν λιπόντας τὸν χάρακα νύκτωρ εἰς τὰς ἑαυτῶν πόλεις ἀπελθεῖν.μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν ὁ Ταρκύνιος ἐπὶ τὰς πόλεις αὐτῶν ἐχώρει λόγους προφέρων περὶ φιλίας. οἱ δʼ οὔτʼ ἐν τῷ κοινῷ συνεστῶσαν ἔχοντες δύναμιν οὔτε ταῖς ἰδίαις παρασκευαῖς πεποιθότες ἐδέχοντο τὰς προκλήσεις, καὶ παρεδίδοσαν αὐτῶν τινες τὰς πόλεις ὁρῶντες, ὅτι ταῖς μὲν ἁλούσαις κατὰ κράτος ἀνδραποδισμοί τε ἠκολούθουν καὶ κατασκαφαί, ταῖς δὲ προσχωρούσαις καθʼ ὁμολογίας τὸ πειθαρχεῖν τοῖς κεκρατηκόσι μόνον, ἄλλο δὲ ἀνήκεστον οὐδέν.πρῶτον μὲν οὖν Φικόλνεοι προσέθεντο αὐτῷ πόλις ἀξιόλογος ἐπὶ συγκειμένοις τισὶ δικαίοις, ἔπειτα Καμαρῖνοι, αἷς ἠκολούθησαν ἄλλαι τινὲς πολίχναι μικραὶ καὶφρούρια ἐχυρά. ἐφʼ οἷς ταραχθέντες οἱ λοιποὶ Λατῖνοι καὶ δείσαντες μὴ πᾶν ὑφʼ ἑαυτῷ ποιήσηται τὸ ἔθνος εἰς τὴν ἐν Φερεντίνῳ συνελθόντες ἀγορὰν ἐψηφίσαντο τήν τε οἰκείαν δύναμιν ἐξ ἁπάσης πόλεως ἐξάγειν καὶ τῶν πλησιοχώρων ἐθνῶν τὰ κράτιστα παρακαλεῖν, καὶ διεπρεσβεύοντο πρὸς Τυρρηνούς τε καὶΣαβίνους αἰτούμενοι συμμαχίαν. Σαβῖνοι μὲν οὖν ὑπέσχοντο αὐτοῖς, ἐπειδὰν ἐκείνους ἐμβεβληκότας εἰς τὴν Ῥωμαίων γῆν ἀκούσωσιν, ἀναλαβόντες καὶ αὐτοὶ τὰ ὅπλα τὴν πλησίον αὐτῶν χώραν λεηλατήσειν· Τυρρηνοὶ δὲ συμμαχίαν ἀποστελεῖν ὡμολόγησαν, ἧς ἂν αὐτοὶ δεηθῶσιν, οὐχ ἅπαντες ἐπὶ τῆς αὐτῆς γενόμενοι γνώμης, ἀλλὰ πέντε πόλεις μόναι Κλουσῖνοί τε καὶ Ἀρρητῖνοι καὶ Οὐολατερρανοὶ Ῥουσιλανοί τε καὶ ἔτι πρὸς τούτοις Οὐετυλωνιᾶται.