ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν, ὅθεν ἡ Ῥώμη τοῖς ἀπὸ Τυρρηνίας ἐρχομένοις πρῶτον ἀφορᾶται, καταπτὰς ἀετὸς ἄφνω καὶ τὸν πῖλον αὐτοῦ τὸν ἐπὶ τῆς κεφαλῆς κείμενον ἁρπάσας, ἀνέπτη πάλιν ἄνω κατὰ τὴν ἐγκύκλιον αἰώραν φερόμενος καὶ εἰς τὸ βάθος τοῦ περιέχοντος ἀέρος ἀπέκρυψεν· ἔπειτʼ ἐξαίφνης ἐπιτίθησι τῷ Λοκόμωνι τὸν πῖλον ἐπὶ τὴν κεφαλὴν ἁρμόσας ὡς πρότερον ἥρμοστο.θαυμαστοῦ δὲ καὶ παραδόξου πᾶσι τοῦ σημείου φανέντος ἡ γυνὴ τοῦ Λοκόμωνος ὄνομα Τανακύλλα ἐμπειρίαν ἱκανὴν ἐκ πατέρων ἔχουσα τῆς Τυρρηνικῆς οἰωνοσκοπίας, λαβοῦσα μόνον αὐτὸν ἀπὸ τῶν συνόντων ἠσπάσατό τε καὶ ἀγαθῶν ἐλπίδων ἐνέπλησεν ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον. σκοπεῖν μέντοι συνεβούλευεν ὅπως παρʼ ἑκόντων λήψεται Ῥωμαίων τὴν ἡγεμονίαν ἄξιον τῆς τιμῆς ταύτης ἑαυτὸν παρασχών.ὁ δὲ περιχαρὴς τῷ σημείῳ γενόμενος ἐπειδὴ ταῖς πύλαις ἤδη συνήγγιζεν, εὐξάμενος τοῖς θεοῖς ἐπιτελῆ γενέσθαι τὰ μαντεύματα καὶ σὺν ἀγαθαῖς εἰσελθεῖν τύχαις παρῆλθεν εἰς τὴν πόλιν· καὶ μετὰ τοῦτο συνελθὼν εἰς λόγους Μαρκίῳ τῷ βασιλεῖ πρῶτον μὲν ἑαυτὸν ἐδήλωσεν ὅστις ἦν, ἔπειθʼ ὅτι κατοικεῖν ἐν τῇ πόλει βουλόμενος παρείη πᾶσαν τὴν πατρικὴν οὐσίαν ἐπαγόμενος, ἣν εἰς τὸ κοινὸν ἔφη τῷ βασιλεῖ καὶ τῇ Ῥωμαίων πόλει τιθέναι μείζονα οὖσαν ἢ κατʼ ἰδιώτην ἄνδρα κεκτῆσθαι.ἀσμένως δὲ τοῦ βασιλέως αὐτὸν ὑποδεξαμένου καὶ καταχωρίσαντος ἅμα τοῖς συμπαροῦσιν αὐτῷ Τυρρηνῶν εἰς φυλήν τε καὶ φρατρίαν, οἰκίαν τε κατασκευάζεται τόπον διαλαχὼν τῆς πόλεως τὸν ἀρκοῦντα καὶ γῆς λαμβάνει κλῆρον. ἐπεὶ δὲ ταῦτα διῳκήσατο καὶ τῶν ἀστῶν εἷς ἐγεγόνει, μαθὼν ὅτι Ῥωμαίων ἑκάστῳ κοινόν τʼ ὄνομα κεῖται καὶ μετὰ τὸ κοινὸν ἕτερον, ὃ δὴ συγγενικὸν αὐτοῖς ἐστι καὶ πατρωνυμικόν, ἐξομοιοῦσθαι καὶ κατὰ τοῦτο αὐτοῖς βουλόμενος Λεύκιον μὲν ἀντὶ Λοκόμωνος ἑαυτῷ τίθεται τὸ κοινὸν ὄνομα, Ταρκύνιον δὲ τὸ συγγενικὸν ἐπὶ τῆς πόλεως ἐν ᾗ γενέσεώς τε καὶ τροφῆς ἔτυχε·βασιλέως τε φίλος ἐν ὀλίγῳ πάνυ χρόνῳ γίνεται δῶρα διδούς, ὧν αὐτὸν ἐν χρείᾳ μάλιστα γινόμενον ᾐσθάνετο καὶ χρήματα παρέχων εἰς τὰς πολεμικὰς χρείας ὅσων ἐδεῖτο, ἐν δὲ ταῖς στρατείαις ἁπάντων κράτιστα πεζῶν τε καὶ ἱππέων ἀγωνιζόμενος γνώμης τε ὅπου δεήσειεν ἀγαθῆς ἐν τοῖς πάνυ φρονίμοις τῶν συμβούλων ἀριθμούμενος.γενόμενος δὲ παρὰ τῷ βασιλεῖ τίμιος οὐδὲ τῆς ἄλλων Ῥωμαίων εὐνοίας διήμαρτεν, ἀλλὰ καὶ τῶν πατρικίων πολλοὺς ταῖς εὐεργεσίαις ὑπηγάγετο καὶ τὸ δημοτικὸν πλῆθος οἰκείως ἔχειν ἑαυτῷ παρεσκεύασεν εὐπροσηγόροις τε ἀσπασμοῖς καὶ κεχαρισμέναις ὁμιλίαις καὶ χρημάτων μεταδόσει καὶ ταῖς ἄλλαις φιλοφροσύναις.τοιοῦτος μὲν δή τις ὁ Ταρκύνιος ἦν καὶ διὰ ταύτας τὰς αἰτίας ζῶντός τε Μαρκίου πάντων ἐγένετο Ῥωμαίων ἐπιφανέστατος καὶ τελευτήσαντος ἐκείνου τῆς βασιλείας ὑπὸ πάντων ἄξιος ἐκρίθη. ἐπειδὴ δὲ παρέλαβε τὴν ἀρχήν, πρῶτον μὲν ἐπολέμησε τοῖς καλουμένοις Ἀπιολανοῖς πόλει τοῦΛατίνων ἔθνους οὐκ ἀφανεῖ. οἱ γὰρ Ἀπιολανοὶ καὶ οἱ ἄλλοι σύμπαντες Λατῖνοι μετὰ τὸν Ἄγκου Μαρκίου θάνατον λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας οἰόμενοι λῃστείαις τε καὶ προνομαῖς τὴν Ῥωμαίων γῆν ἐπόρθουν· ἀνθʼ ὧν τιμωρήσασθαι βουλόμενος αὐτοὺς ὁ Ταρκύνιος ἐξεστράτευσε πολλῇ δυνάμει καὶ τῆς γῆς αὐτῶν τὴν κρατίστην ἐδῄωσεν·ἀφικομένης δʼ ἐκ τῶν πλησιοχώρων Λατίνων ἐπικουρίας μεγάλης τοῖς Ἀπιολανοῖς διττὰς τίθεται πρὸς αὐτοὺς μάχας, κρατήσας δʼ ἐν ἀμφοτέραις περὶ τὴν πολιορκίαν τῆς πόλεως ἐγίνετο καὶ προσῆγε τοῖς τείχεσι τὰς δυνάμεις ἐκ διαδοχῆς· οἱ δʼ ἐκ τῆς πόλεως ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ κατʼ οὐδένα καιρὸν ἀναπαύσεως τυγχάνοντες ἐξῃρέθησαν σὺν χρόνῳ. ἁλούσης δὲ κατὰ κράτος τῆς πόλεως οἱ μὲν πλείους τῶν Ἀπιολανῶν μαχόμενοι κατεσφάγησαν, ὀλίγοι δὲ τὰ ὅπλα παραδόντες ἅμα τοῖς ἄλλοις λαφύροις ἐπράθησαν, παῖδές τε αὐτῶν καὶ γυναῖκες ἀνδραποδισθέντες ὑπὸ Ῥωμαίων ἀπήχθησαν, καὶ ἡ πόλις διαρπασθεῖσα ἐνεπρήσθη.ταῦτα διαπραξάμενος ὁ βασιλεὺς καὶ τὸ τεῖχος ἐκ θεμελίων κατασκάψας ἀπῆγε τὴν δύναμιν ἐπʼ οἴκου καὶ μετὰ τοῦθʼ ἑτέραν στρατιὰν ἦγεν ἐπὶ τὴν Κρουστομερίνων πόλιν. αὕτη δὲ ἀποικία μὲν ἦν Λατίνων, προσεχώρησε δὲ Ῥωμαίοις ἐπὶ τῆς Ῥωμύλου δυναστείας· Ταρκυνίου δὲ τὴν ἀρχὴν παραλαβόντος τὰ Λατίνων αὖθις ἤρξατο φρονεῖν. οὐ μὴν ἐδέησέ γε καὶ ταύτην πολιορκίᾳ τε παραστήσασθαικαὶ πόνῳ· μαθόντες γὰρ οἱ Κρουστομερῖνοι τό τε πλῆθος τῆς ἡκούσης ἐπʼ αὐτοὺς δυνάμεως καὶ τὴν ἑαυτῶν ἀσθένειαν οὐδεμιᾶς αὐτοῖς ἐπικουρίας παρὰ τῶν ἄλλων Λατίνων ἀφικομένης ἀνέῳξαν τὰς πύλας καὶ προελθόντες οἱ πρεσβύτατοι τῶν πολιτῶν καὶ τιμιώτατοι παρέδοσαν αὐτῷ τὴν πόλιν ἀξιοῦντες ἐπιεικῶς σφισι χρήσασθαι καὶ μετρίως.τῷ δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ παρελθὼν εἰς τὸ τεῖχος ἀπέκτεινε μὲν οὐδένα Κρουστομερίνων, ὀλίγους δὲ πάνυ τοὺς αἰτίους τῆς ἀποστάσεως φυγαῖς ἀιδίοις ἐζημίωσε, τοῖς δʼ ἄλλοις ἅπασι τὰ σφέτερα συνεχώρησεν ἔχειν καὶ τῆς Ῥωμαίων πολιτείας μετέχειν ὡς πρότερον, τοῦ δὲ μηδὲν ἔτι παρακινῆσαι χάριν ἐποίκους αὐτοῖς κατέλιπε Ῥωμαίους.