τῷ δʼ ἑξῆς ἐνιαυτῷ Λατίνων εἰς ἔρημον τὸ Πολιτώριον ἐποίκους ἀποστειλάντων καὶ τὴν τῶν Πολιτωρίνων χώραν ἐπεργαζομένων ἀναλαβὼν τὴν δύναμιν ὁ Μάρκιος ἦγεν ἐπʼ αὐτούς. προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων νικήσας αὐτοὺς παραλαμβάνει τὴν πόλιν τὸ δεύτερον. ἐμπρήσας δὲ τὰς οἰκίας καὶ τὸ τεῖχος κατασκάψας, ἵνα μηθὲν αὖθις ὁρμητήριον ἔχοιεν οἱ πολέμιοι μηδʼ ἐργάζοιντο τὴν γῆν, ἀπῆγε τὴν στρατιάν.τῷ δʼ ἑξῆς ἔτει Λατῖνοι μὲν ἐπὶ Μεδυλλίαν πόλιν στρατεύσαντες, ἐν ᾗ Ῥωμαίων ἦσαν ἄποικοι, προσκαθεζόμενοι τῷ τείχει καὶ πανταχόθεν ποιησάμενοι τὰς προσβολὰς αἱροῦσιν αὐτὴν κατὰ κράτος. Μάρκιος δὲ Τελλήνας πόλιν τῶν Λατίνων ἐπιφανῆ κατὰ τὸν αὐτὸν αἱρεῖ χρόνον ἐκ παρατάξεώς τε νικήσας καὶ διὰ τειχομαχίας παραστησάμενος, τούς τε ἁλόντας οὐδὲν ὧν εἶχον ἀφελόμενος εἰς Ῥώμην μητήγαγε καὶ τῆς πόλεως εἰς κατασκευὴν οἰκιῶν τόπον ἀπεμέρισε·Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις. καὶ μετʼ οὐ πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθʼ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον ἔδοξε βουλεύεσθαι.ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν ὁ Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.μετὰ τοῦτο γίνονται Λατίνων τε καὶ Ῥωμαίων μεγάλαις δυνάμεσι παραταξαμένων μάχαι διτταί. τῇ μὲν οὖν προτέρᾳ μέχρι πολλοῦ διαγωνισάμενοι καὶ δόξαντες ἰσόρροποι γεγονέναι διεκρίθησαν καὶ ἐπὶ τοὺς ἰδίους ἑκάτεροι χάρακας ἀπηλλάγησαν, τῇ δʼ ὑστέρᾳ Ῥωμαῖοι νικῶσι τοὺς Λατίνους καὶ μέχριστρατοπέδου διώκουσι. μετὰ δὲ τὰς μάχας ταύτας ἀγὼν μὲν ἐκ παρατάξεως οὐδεὶς αὐτοῖς ἔτι πρὸς ἀλλήλους συνέστη, καταδρομαὶ δὲ τῆς ὁμόρου χώρας ὑπʼ ἀμφοτέρων ἐγίνοντο συνεχεῖς καὶ συμπλοκαὶ τῶν περιπόλων τῆς γῆς ἱππέων τε καὶ ψιλῶν, ἐν αἷς ἐπεκράτουν ὡς τὰ πολλὰ Ῥωμαῖοι δύναμιν ὕπαιθρον ἔχοντες ἐν τοῖς ἐπικαίροις φρουρίοις ὑποκαθημένην,ἧς ὁ Τυρρηνὸς Ταρκύνιος ἡγεῖτο. ἀπέστησαν δὲ καὶ Φιδηναῖοι Ῥωμαίων κατὰ τοὺς αὐτοὺς χρόνους οὐκ ἐκ τοῦ φανεροῦ τὸν πόλεμον ἀναδείξαντες, ἀλλὰ κατʼ ὀλίγους καὶ κρύφα τὴν χώραν αὐτῶν καταδρομαῖς κακουργοῦντες· ἐφʼ οὓς ὁ Μάρκιος εὐζώνῳ στρατιᾷ ἐλάσας, πρὶν ἢ παρασκευάσασθαι τοὺς Φιδηναίους τὰ πρὸς τὸν πόλεμον, ἐγγὺς τῆς πόλεως τίθεται τὸν χάρακα.οἱ δὲ κατʼ ἀρχὰς μὲν ἀγνοεῖν ἐσκήπτοντο ἀντὶ ποίων ἀδικημάτων στρατὸς ἐπʼ αὐτοὺς Ῥωμαίων ἀφῖκται, τοῦ δὲ βασιλέως εἰπόντος ὅτι δίκας παρʼ αὐτῶν ἥκει ληψόμενος ὧν διήρπασάν τε καὶ κατέβλαψαν αὐτοῦ τὴν γῆν, ἀπελογοῦντο προς ταῦτα ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη τῶν ἀδικημάτων, καὶ χρόνον ᾐτοῦντο εἰς διάγνωσίν τε καὶ ζήτησιν τῶν ἐνόχων ταῖς αἰτίαις καὶ πολλὰς κατέτριψαν ἡμέρας πράττοντες μὲν οὐδὲν τῶν δεόντων, ἐπικαλούμενοι δὲ κρύφα τοὺς συμμάχους καὶ περὶ κατασκευὴν ὅπλων γινόμενοι.μαθὼν δὲ τὴν διάνοιαν αὐτῶν ὁ Μάρκιος ὑπονόμους ὤρυττεν ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀρξάμενος ὑπὸ τὰ τείχη τῆς πόλεως, καὶ ἐπειδὴ τέλος εἶχεν ἤδη τὸ ἔργον, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τὴν πόλιν, μηχανάς τε πολλὰς καὶ κλίμακας καὶ τἆλλα πρὸς τειχομαχίαν κατεσκευασμένα ἐπαγόμενος, οὐ καθʼ ὃν αἱ διώρυγες ἐγίνοντο τοῦ τείχους τόπον, ἀλλὰκαθʼ ἕτερον. τῶν δὲ Φιδηναίων ἐπὶ τὰ πολιορκούμενα μέρη τῆς πόλεως συνδραμόντων ἀθρόων καὶ τὰς προσβολὰς γενναίως ἀποτριβομένων ἀναστομώσαντες τὰ πέρατα τῶν ὑπονόμων οἱ ταχθέντες ἐπὶ τούτῳ Ῥωμαῖοι ἐντὸς ἐγεγόνεσαν τοῦ περιβόλου καὶ τοὺς ὁμόσε χωροῦντας διαφθείραντες ἀνοίγουσι τοῖς πολιορκοῦσι τὰς πύλας.πολλῶν δʼ ἐν τῇ καταλήψει τῆς πόλεως ἀπολλυμένων τοὺς λοιποὺς τῶν Φιδηναίων ὅπλα τε παραδοῦναι κελεύσας ὁ Μάρκιος καὶ εἰς ἕνα τόπον τῆς πόλεως ἅπαντας προκηρύξας συνελθεῖν, ὀλίγους ἐξ αὐτῶν τοὺς αἰτίους τῆς ἀποστάσεως μάστιξιν αἰκισάμενος ἀπέκτεινεν, οἰκίας δʼ ἁπάντων διαρπάσαι τοῖς στρατιώταις ἐπιτρέψας καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἀξιόχρεων ἀπῆγε τὴν δύναμιν ἐπὶ Σαβίνους.οὐδὲ γὰρ ἐκεῖνοι διέμειναν ἐν ταῖς ὁμολογίαις, αἷς ἐποιήσαντο περὶ τῆς εἰρήνης πρὸς βασιλέα Τύλλον, ἀλλʼ ἐμβαλόντες εἰς τὴν Ῥωμαίων γῆν ἐδῄουν αὖθις τὴν ὅμορον, μαθών τε ὁ Μάρκιος παρά τε κατασκόπων καὶ αὐτομόλων τον καιρὸν τῆς ἐπιχειρήσεως ἐσκεδασμένων τῶν Σαβίνων καὶ λεηλατούντων τοὺς ἀγροὺς αὐτὸς μὲν ἅμα τοῖς πεζοῖς ἐπὶ τὸν χάρακα τῶν πολεμίων ἀφικόμενος ὀλίγην ἔχοντα φυλακὴν καταλαμβάνει τὸ ἔρυμα ἐξ ἐφόδου, Ταρκύνιον δὲ τοὺς ἱππεῖς ἄγοντα ἐπὶ τοὺς ἐν προνομαῖς ἐσκεδασμένους ἐπείγεσθαι ἐκέλευε.μαθόντες δὲ οἱ Σαβῖνοι τὴν ἵππον τῶν Ῥωμαίων ἐπὶ σφᾶς ἐλαύνουσαν ἀφέντες τὴν λείαν καὶ τὰς ἄλλας ὠφελείας, ὅσας ἔφερόν τε καὶ ἦγον, ἔφευγον ἐπὶ τὸν χάρακα· ὡς δὲ κἀκεῖνον ἔγνωσαν κατεχόμενον ὑπὸ τῶν πεζῶν, ἀποροῦντες ὅποι τράποιντο συνέτειναν εἰς ὕλας τε καὶ ὄρη. διωκόμενοι δὲ ὑπὸ τῶν ψιλῶν καὶ τῶν ἱππέων ὀλίγοι μέν τινες ἐσώθησαν, οἱ δὲ πλείους διεφθάρησαν. καὶ μετὰ τὴν συμφορὰν ταύτην πρεσβευσάμενοι πάλιν εἰς Ῥώμην εἰρήνης τυγχάνουσιν οἵας ἐβούλοντο. ἔτι γὰρ ὁ πρὸς τὰς Λατίνων πόλεις συνεστηκὼς τοῖς Ῥωμαίοις πόλεμος ἀναγκαίας ἐποίει τὰς πρὸς τοὺς ἄλλους ἐχθροὺς ἀνοχάς τε καὶ διαλύσεις.