ἐγὼ δὲ τοῦτον μὲν οὐ δέχομαι τὸν λόγον οὔτʼ ἀληθῆ νομίζων οὔτε πιθανόν, τῷ δὲ προτέρῳ μᾶλλον προστιθέμενος κατὰ δαίμονα νομίζω τὸν ἄνδρα ταύτης τῆς τελευτῆς τυχεῖν. οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην. εἰκὸς ἦν, οὔτε τῷ συστήσαντι αὐτὴν βέβαιον ἦν ὅτι μετὰ τὴν Ὁστιλίου τελευτὴν ἐκεῖνον ἀποδείξουσι Ῥωμαῖοι βασιλέα τῆς πόλεως, οὔτʼ εἰ τὰ παρʼ ἀνθρώπων αὐτῷ πιστὰ καὶ βέβαια ἦν, τά γέ τοι παρὰ τῶν θεῶν ὅμοια ἔμελλε ταῖς ἀνθρωπίναις ἀγνοίαις ἔσεσθαι.μετὰ γὰρ τὴν ὑπὸ τῶν φυλῶν γενησομένην ψηφηφορίαν τοὺς θεοὺς ἔδει τὴν βασιλείαν αὐτῷ διʼ οἰωνῶν αἰσίων ἐπιθεσπίσαι· ἄνδρα δὲ μιαρὸν καὶ τοσούτοις ᾑμαγμένον φόνοις ἀδίκοις τίς ἔμελλε θεῶν ἢ δαιμόνων παρήσειν βωμοῖς τε προσιόντα καὶ θυμάτων καταρχόμενον καὶ τὰς ἄλλας ἐπιτελοῦντα θεραπείας; ἐγὼ μὲν δὴ διὰ ταῦτα οὐκ εἰς ἀνθρωπίνην ἐπιβουλὴν ἀλλʼ εἰς θεοῦ βούλησιν τὸ ἔργον ἀναφέρω, κρινέτω δʼ ἕκαστος ὡς βούλεται.μετὰ δὲ τὴν Ὁστιλίου Τύλλου τελευτὴν ἡ μεσοβασίλειος ὑπὸ τῆς βουλῆς ἀποδειχθεῖσα ἀρχὴ κατὰ τοὺς πατρίους ἐθισμοὺς αἱρεῖται βασιλέα τῆς πόλεως Μάρκιον ἐπίκλησιν Ἄγκον· ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ καὶ τῶν ἐκ τοῦ θεοῦ καλῶν γενομένων συντελέσας τὰ κατὰ νόμον ἅπαντα παραλαμβάνει τὴν ἀρχὴν ὁ Μάρκιος ἐνιαυτῷ δευτέρῳ τῆς τριακοστῆς καὶ πέμπτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σφαῖρος ὁ Λακεδαιμόνιος, καθʼ ὃν χρόνον Ἀθήνησι τὴν ἐνιαύσιον ἀρχὴν εἶχε Δαμασίας.οὗτος ὁ βασιλεὺς πολλὰς τῶν ἱερουργιῶν ἀμελουμένας καταμαθών, ἃς ὁ μητροπάτωρ αὐτοῦ Πομπίλιος Νόμας κατεστήσατο, πολεμιστάς τε καὶ πλεονέκτας τοὺς πλείστους Ῥωμαίων γεγονότας ὁρῶν καὶ οὐκέτι τὴν γῆν ὡς πρότερον ἐργαζομένους, συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τά τε θεῖα σέβειν αὐτοὺς ἠξίου πάλιν, ὥσπερ ἐπὶ Νόμα διετέλουν σέβοντες, διεξιὼν ὅτι παρὰ τὴν τῶν θεῶν ὀλιγωρίαν νόσοι τε λοιμικαὶ πολλαὶ κατέσκηψαν εἰς τὴν πόλιν, ὑφʼ ὧν ἐφθάρη μοῖρα τοῦ πλήθους οὐκ ὀλίγη, καὶ βασιλεὺς Ὁστίλιος ὁ μὴ ποιούμενος αὐτῶν ὴν ἔδει φυλακὴν κάμνων ἐπὶ πολλοὺς χρόνους τὸ σῶμα πάθεσι παντοδαποῖς καὶ οὐδὲ τῆς γνώμης ἔτι τῆς αὑτοῦ καρτερὸς διαμένων, ἀλλὰ συνδιαφθαρεὶς τῷ σώματι τὰς φρένας, οἰκτρᾶς καταστροφῆς ἔτυχεν αὐτός τε καὶ γένος τὸ ἐξ αὐτοῦ·πολιτείας τε ἀγωγὴν τὴν ὑπὸ Νόμα κατασταθεῖσαν Ῥωμαίοις ἐπαινῶν ὡς καλὴν καὶ σώφρονα καὶ ἀπὸ τῶν δικαιοτάτων ἔργων τὰς καθʼ ἡμέραν ἑκάστῳ παρέχουσαν εὐπορίας, ἀνανεώσασθαι πάλιν αὐτὴν παρεκάλει γεωργίαις τε καὶ κτηνοτροφίαις καὶ ταῖς ἄλλαις ἐργασίαις, ὅσαις μηθὲν ἀδίκημα προσῆν, ἁρπαγῆς δὲ καὶ βίας καὶ τῶν ἐκ τοῦ πολέμου γινομένων ὠφελειῶν ὑπεριδεῖν.ταῦτα καὶ τὰ τούτοις ὅμοια διαλεγόμενος καὶ εἰς πολλὴν ἐπιθυμίαν καθιστὰς ἅπαντας ἡσυχίας ἀπολέμου καὶ φιλεργίας σώφρονος καὶ μετὰ τοῦτο συγκαλέσας τοὺς ἱεροφάντας καὶ τὰς περὶ τῶν ἱερῶν συγγραφάς, ἃς Πομπίλιος συνεστήσατο, παρʼ αὐτῶν λαβὼν ἀνέγραψεν εἰς δέλτους καὶ προὔθηκεν ἐν ἀγορᾷ πᾶσι τοῖς βουλομένοις σκοπεῖν, ἃς ἀφανισθῆναι συνέβη τῷ χρόνῳ· χαλκαῖ γὰρ οὔπω στῆλαι τότε ἦσαν, ἀλλʼ ἐν δρυΐναις ἐχαράττοντο σανίσιν οἵ τε νόμοι καὶ αἱ περὶ τῶν ἱερῶν διαγραφαί· μετὰ δὲ τὴν ἐκβολὴν τῶν βασιλέων εἰς ἀναγραφὴν δημοσίαν αὖθις ἤχθησαν ὑπʼ ἀνδρὸς ἱεροφάντου Γαίου Παπιρίου, τὴν ἁπάντων τῶν ἱερέων ἡγεμονίαν ἔχοντος.ἀνακτησάμενος δὲ τὰ κατερρᾳθυμημένα τῶν ἱερῶν καὶ τὸν ἀργὸν ὄχλον ἐπὶ τὰς ἰδίας ἐργασίας ἀποστείλας ἐπῄνει μὲν τοὺς ἐπιμελεῖς γεωργούς, ἐμέμφετο δὲ τοὺς κακῶς προισταμένους τῶν ἰδίων κτημάτων, ὡς οὐ βεβαίους πολίτας.ταῦτα καθιστάμενος τὰ πολιτεύματα καὶ διὰ παντὸς μάλιστα ἐλπίσας ἄνευ πολέμου καὶ κακῶν ἅπαντα τὸν βίον διατελέσειν, ὥσπερ ὁ μητροπάτωρ, οὐκ ἔσχεν ὁμοίαν τῇ προαιρέσει τὴν τύχην, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην πολεμιστὴς ἠναγκάσθη γενέσθαι καὶ μηδένα χρόνον ἄνευ κινδύνου καὶ ταραχῆς βιῶσαι.εὐθὺς γὰρ ἅμα τῷ παρελθεῖν αὐτὸν ἐπὶ τὴν ἡγεμονίαν καὶ τὴν ἀπράγμονα καθίστασθαι πολιτείαν καταφρονήσαντες αὐτοῦ Λατῖνοι καὶ νομίσαντες διʼ ἀνανδρίαν οὐχ ἱκανὸν εἶναι πολέμους στρατηγεῖν, λῃστήρια διέπεμπον εἰς τὴν ὁμοροῦσαν αὐτοῖς ἕκαστοι χώραν, ὑφʼ ὧν πολλοὶ Ῥωμαίων ἐβλάπτοντο.ἀφικομένων δὲ παρὰ τοῦ βασιλέως πρεσβευτῶν καὶ τὰ δίκαια Ῥωμαίοις ἀξιούντων ὑπέχειν κατὰ τὰς συνθήκας, οὔτε γινώσκειν ἐσκήπτοντο τῶν περὶ τὰ λῃστήρια κατηγορουμένων οὐδὲν ὡς οὐ μετὰ κοινῆς γνώμης γεγονότων οὔτε ὑπόδικοι γενέσθαι Ῥωμαίοις περὶ οὐθενὸς πράγματος· οὐδὲ γὰρ πρὸς ἐκείνους ποιήσασθαι τὰς συνθήκας, ἀλλὰ πρὸς Τύλλον, τελευτήσαντος δὲ τοῦ Τύλλου λελύσθαι σφίσι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας.ἀναγκασθεὶς δὴ διὰ ταύτας τὰς αἰτίας καὶ ἀποκρίσεις τῶν Λατίνων ὁ Μάρκιος ἐξάγει στρατιὰν ἐπʼ αὐτοὺς καὶ προσκαθεζόμενος τῇ πόλει αὐτῶν Πολιτωρίῳ, πρὶν ἐπικουρίαν τινὰ τοῖς πολιορκουμένοις ἐκ τῶν ἄλλων ἀφικέσθαι Λατίνων, παραλαμβάνει τὴν πόλιν καθʼ ὁμολογίας· οὐ μέντοι διέθηκε τοὺς ἀνθρώπους δεινὸν οὐθέν, ἀλλʼ ἔχοντας τὰ σφέτερα πανδημεὶ μετήγαγεν εἰς Ῥώμην καὶ κατένειμεν εἰς φυλάς.