φυλαττόμενος δὲ τὸ μὴ προτέρους αἰτηθέντας δίκας Ῥωμαίους ἀντειπεῖν, ἔπειτα ὑπαιτίους Ἀλβανοῖς γενέσθαι, προσέταξε τοῖς ἐπιφανεστάτοις τῶν ἑαυτοῦ φίλων τοὺς Ἀλβανῶν πρέσβεις ξενίζειν ἁπάσῃ φιλοφροσύνῃ καὶ κατέχειν ἔνδον παρʼ ἑαυτοῖς· αὐτὸς δʼ ἐν ἀσχολίαις εἶναι τισὶν ἀναγκαίοις σκηψάμενος διεκρούσατοτὴν πρόσοδον αὐτῶν. τῇ δʼ ἔγγιστα νυκτὶ Ῥωμαίων ἄνδρας ἐπιφανεῖς ἐντειλάμενος αὐτοῖς ἃ χρὴ πράττειν ἀπέστειλεν εἰς Ἄλβαν ἅμα τοῖς εἰρηνοδίκαις αἰτήσοντας ὑπὲρ ὧν ἠδίκηντο Ῥωμαῖοι δίκας παρʼ Ἀλβανῶν λαβεῖν, οἳ πρὶν ἥλιον ἀνίσχειν διανύσαντες τὴν ὁδὸν πληθυούσης τῆς ἑωθινῆς ἀγορᾶς ἐντυγχάνουσι τῷ Κλοιλίῳ κατʼ ἀγορὰν ὄντι καὶ διεξιόντες ὅσα ἠδίκηντο Ῥωμαῖοι πρὸς Ἀλβανῶν ἠξίουν πράττειν τὰ συγκείμενα ταῖς πόλεσιν.ὁ δὲ Κλοίλιος, ὡς Ἀλβανῶν προτέρων ἀπεσταλκότων εἰς Ῥώμην τοὺς αἰτήσοντας δίκας καὶ μηδὲ ἀποκρίσεως ἠξιωμένων, ἀπιέναι τοὺς Ῥωμαίους ἐκέλευσεν ως παραβεβηκότας τὰς ὁμολογίας καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον. ἀπαλλαττόμενος δὲ ὁ τῆς πρεσβείας ἡγεμὼν τοῦτʼ ἠξίωσεν ἀκοῦσαι παρʼ αὐτοῦ μόνον, εἰ παραβαίνειν τὰς σπονδὰς ὁμολογεῖ τοὺς προτέρους αἰτηθέντας δίκας καὶ μηδὲν ὑπομείναντας ποιεῖν τῶν ὁσίων.ὁμολογήσαντος δὲ τοῦ Κλοιλίου, μαρτύρομαι τοίνυν, ἔφη, τοὺς θεούς, οὓς ἐποιησάμεθα τῶν σπονδῶν μάρτυρας, ὅτι Ῥωμαίοις οὐ τυχοῦσι τῶν δικαίων προτέροις ὅσιος ὁ κατὰ τῶν παραβάντων τὰς σπονδὰς πόλεμος ἔσται, οἱ δὲ πεφευγότες τοῦτο τὸ δίκαιον ὑμεῖς ἐστε, ὡς αὐτὰ τὰ ἔργα δηλοῖ. πρότεροί τε γὰρ αἰτηθέντες τὸ δίκαιον οὐχ ὑπέσχετε καὶ πρότερον τὸν πόλεμον ἡμῖν προειρήκατε. τοιγάρτοι τοὺς ἀμυνουμένους ὑμᾶς προσδέχεσθε μετὰ τῶν ὅπλων οὐκ εἰς μακράν.ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας ὁ Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγειν ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν. ἀπαγγειλάντων δʼ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι... φαίνονται παρʼ ὑμῶν προτέρων αὗται λελυμέναι τε καὶ μηδενὸς λόγου ἠξιωμέναι· ὅθεν δὴ τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι· ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες· οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ʽφυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησινʼ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι.ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατʼ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν· φυλακῆς δὲ μᾶλλον ἢ προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει.ἑλκομένου δὲ τοῦ χρόνου διὰ κενῆς ʽοὐδὲν γὰρ ὅ τι καὶ λόγου ἄξιον εἴτε καταδρομαῖς ψιλῶν ἢ συμπλοκαῖς ἱππέων ἔβλαπτον ἀλλήλουσʼ ὁ τοῦ πολέμου δόξας αἴτιος γενονέναι Κλοίλιος ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ γνώμην ἔσχεν ἐξάγειν τὴν στρατιὰν καὶ προκαλεῖσθαι τοὺς πολεμίους εἰς μάχην, ἐὰν δὲ μὴ ὑπακούσωσι προσβάλλειν αὐτῶν πρὸς τὰ ἐρύματα.παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.παραδόξου δὲ τοῦ πάθους ὥσπερ εἰκὸς ἅπασι φαινομένου καὶ ζητουμένης τῆς αἰτίας ʽοὐδὲ γὰρ νόσον προηγησαμένην εἶχέ τις αἰτιάσασθαἰ οἱ μὲν ἐπὶ τὴν θείαν πρόνοιαν ἁπάσας τὰς ἀνθρωπίνας ἀναφέροντες τύχας κατὰ χόλον δαιμόνιον ἔλεγον αὐτὸν ἀποθανεῖν, ὅτι πόλεμον ἐξέκαυσε τῇ μητροπόλει πρὸς τὴν ἀπόκτισιν οὔτε δίκαιον οὔτε ἀναγκαῖον· οἱ δὲ χρηματισμὸν ἡγούμενοι τὸν πόλεμον καὶ μεγάλων ἀπεστερῆσθαι νομίζοντες ὠφελειῶν εἰς ἐπιβουλὴν καὶ φθόνον ἀνθρώπινον τὸ ἔργον μετέφερον αἰτιώμενοι τῶν ἀντιπολιτευομένων τινὰς ἀφανῆ καὶ δυσεξέλεγκτα ἐξευρόντας φάρμακα διὰ τούτων τὸν ἄνδρα ἀνῃρηκέναι·οἱ δὲ ὑπὸ λύπης τε καὶ ἀμηχανίας κρατούμενον ἑκουσίῳ χρήσασθαι τελευτῇ αὐτὸν ἔφασαν, ἐπειδὴ πάντα χαλεπὰ καὶ ἄπορα συνέβαινεν αὐτῷ καὶ οὐδὲν ἐχώρει κατὰ νοῦν τῶν ἐν ἀρχαῖς, ὅτε εἰς τὰ πράγματα εἰσῄει, προσδοκηθέντων· τοῖς δʼ ἐκτὸς οὖσι φιλίας τε καὶ ἔχθρας τῆς πρὸς τὸν στρατηγὸν καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κρίνουσι τὸ συμβεβηκὸς οὔτε ἡ θεία νέμεσις οὔτε ὁ τῶν ἀντιπολιτευομένων φθόνος οὔθʼ ἡ τῶν πραγμάτων ἀπόγνωσις ἀνῃρηκέναι τὸν ἄνδρα ἐδόκει, ἀλλʼ ἡ τῆς φύσεως ἀνάγκη καὶ τὸ χρεὼν ὡς ἐκπεπληρωκότα τὴν ὀφειλομένην μοῖραν, ἧς ἅπασι τοῖς γινομένοις πέπρωται τυχεῖν.