ἐν δὲ τούτῳ προσελάσας τις ἱππεὺς τοῖς ἅμα τῷ βασιλεῖ μαχομένοις, κάμνει τὸ δεξιὸν ἡμῖν κέρας, ἔφησεν, ὦ Τύλλε. Ἀλβανοί τε γὰρ ἐκλιπόντες τὴν τάξιν ἐπὶ τὰ μετέωρα ἐπείγονται, Φιδηναῖοί τε καθʼ οὓς ἐκεῖνοι ἐτάχθησαν ὑπὲρ κέρατος ὄντες τοῦ ἐψιλωμένου κυκλοῦσθαι μέλλουσιν ἡμᾶς. ταῦτα ἀκούσαντας τοὺς Ῥωμαίους καὶ ἰδόντας τὴν ὁρμὴν τῶν Ἀλβανῶν τὴν ἐπὶ τὸ ὄρος δεῖμα ὡς κυκλωσομένους ὑπὸ τῶν πολεμίων καταλαμβάνει, ὥστε οὔτε μάχεσθαι οὔτε μένειν αὐτοῖς ἐπῄει.ἔνθα δὴ σοφίᾳ λέγεται χρήσασθαι ὁ Τύλλος οὐδὲν ἐπιταραχθεὶς τὴν διάνοιαν ὑπὸ τοσούτου τε καὶ οὕτως ἀπροσδοκήτου φανέντος κακοῦ, διʼ ἣν οὐ μόνον ἔσωσε τὴν Ῥωμαίων στρατιὰν εἰς προὖπτον κατακεκλειμένην ὄλεθρον, ἀλλὰ καὶ τὰ τῶν πολεμίων πράγματα σύμπαντα συνέτριψέ τε καὶ διέφθειρεν. ὡς γὰρ ἤκουσε τοῦ ἀγγέλου μεγάλῃ φωνῇ χρώμενος, ὥστε καὶ τοὺς πολεμίους ἀκούειν,κρατοῦμεν, εἶπεν, ἄνδρες Ῥωμαῖοι, τῶν ἐχθρῶν. Ἀλβανοὶ μὲν γὰρ ἡμῖν τὸ πλησίον ὄρος τοῦτο κατειλήφασιν, ὥσπερ ὁρᾶτε, κατὰ τὰς ἐμὰς ἐντολάς, ἵνα κατὰ νώτου γενόμενοι τῶν πολεμίων ἐπίωσιν αὐτοῖς. ἐνθυμηθέντες οὖν ὅτι ἐν καλῷ τοὺς ἐχθίστους ἡμῖν ἔχομεν, οἱ μὲν ἄντικρυς ἐπιόντες, οἱ δὲ κατόπιν, ἔνθα οὔτε πρόσω χωρεῖν οὔτʼ ὀπίσω ἐπιστρέφειν δυνάμενοι ποταμῷ τε καὶ ὄρει ἐκ τῶν πλαγίων ἀποκλειόμενοι καλὴν δώσουσιν ἡμῖν δίκην, ἴτε σὺν πολλῇ καταφρονήσει ἐπʼ αὐτούς.ταῦτα παρὰ τὰς τάξεις ἁπάσας παρεξιὼν ἔλεγε, καὶ αὐτίκα τοὺς μὲν Φιδηναίους δέος εἰσέρχεται παλινπροδοσίας ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ, ἐπεὶ οὔτε ἀντιμεταταξάμενον αὐτὸν εἶδον οὔτʼ ἐπὶ τοὺς Ῥωμαίους εὐθὺς αὐτὸν ἐλαύνοντα, ὥσπερ ὑπέσχετο αὐτοῖς, τοὺς δὲ Ῥωμαίους ἐπῆρεν εἰς εὐτολμίαν καὶ θάρσους ἐνέπλησεν ὁ λόγος· καὶ μέγα ἐμβοήσαντες ὁρμῶσιν ἐπὶ τοὺς πολεμίους ἀθρόοι. τροπὴ δὲ γίνεται μετὰ τοῦτο τῶν Φιδηναίων καὶ φυγὴπρὸς τὴν πόλιν ἄκοσμος. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐπιρράξας αὐτοῖς τὴν ἵππον περιφόβοις οὖσι καὶ τεταραγμένοις καὶ μέχρι τινὸς διώξας, ὡς ἔμαθεν ἐσκεδασμένους ἀπʼ ἀλλήλων καὶ οὔτε λογισμὸν ἔτι τοῦ συστῆναι ληψομένους οὔτε δύναμιν ἔχοντας, ἀφεὶς τοὺς φεύγοντας ἐπὶ τὸ συνεστηκὸς ἔτι καὶ διαμένον τῶν πολεμίων ἐχώρει μέρος. καὶ γίνεται καλὸς μὲν καὶ ὁ τῶν πεζῶν ἀγών, ἔτι δὲ καλλίων ὁ τῶν ἱππέων.οὐ γὰρ ἐνέκλινον οἱ τῇδε τεταγμένοι Οὐιεντανοὶ τὴν ἔφοδον ὑπὸ τῆς Ῥωμαῖκῆς ἵππου καταπλαγέντες, ἀλλʼ ἀντεῖχον ἄχρι πολλοῦ. ἔπειτα μαθόντες ὅτι τὸ εὐώνυμον σφῶν ἥττηται καὶ πᾶσα ἡ Φιδηναίων τε καὶ τῶν ἄλλων συμμάχων στρατιὰ φεύγει προτροπάδην, δείσαντες μὴ κυκλωθῶσιν ὑπὸ τῶν ἀναστραφέντων ἐκ τοῦ διωγμοῦ τρέπονται καὶ αὐτοὶ λύσαντες τὰς τάξεις καὶ διὰ τοῦ ποταμοῦ σώζειν ἑαυτοὺς ἐπειρῶντο.ὅσοι μὲν οὖν ἐρρωμενέστατοί τε αὐτῶν ἦσαν καὶ ἥκιστα ὑπὸ τραυμάτων βαρυνόμενοι νεῖν τε οὐκ ἀδύνατοι δίχα τῶν ὅπλων τὸ ῥεῖθρον διεπεραιοῦντο, ὅσοι δὲ τούτων τινὸς ἐνέλιπον ἐν ταῖς δίναις ἀπέθνησκον· ὀξὺ γὰρ τοῦ Τεβέριος περὶ τὴν Φιδήνην καὶ σκολιὸν τὸ ῥεῦμα.ὁ δὲ Τύλλος μοίρᾳ τινὶ τῶν ἱππέων κελεύσας τοὺς ἐπὶ τὸν ποταμὸν ὠθουμένους κτείνειν, αὐτὸς ἐπὶ τὸ στρατόπεδον τῶν Οὐιεντανῶν τὴν ἄλλην δύναμιν ἄγων ἐξ ἐφόδου γίνεται κύριος αὐτοῦ· καὶ τὰ μὲν Ῥωμαίων πράγματα παραδόξου τυχόντα σωτηρίας ἐν τούτοις ἦν.ὁ δὲ Ἀλβανὸς ἐπειδὴ λαμπρῶς ἤδη νικῶντας ἐθεάσατο τοὺς ἀμφὶ τὸν Τύλλον, καταβιβάσας καὶ αὐτὸς ἀπὸ τῶν ὑψηλῶν τὴν οἰκείαν δύναμιν ἐπὶ τοὺς φεύγοντας τῶν Φιδηναίων ἐχώρει, ἵνα δὴ τοῖς Ῥωμαίοις γένοιτο πᾶσι φανερὸς ἔργον τι ποιῶν συμμάχου καὶ συχνοὺς τῶν διεσκεδασμένων ἐν τῇ φυγῇδιέφθειρε. συνεὶς δὲ τὴν διάνοιαν αὐτοῦ καὶ μισήσας τὴν παλινπροδοσίαν ὁ Τύλλος οὐδὲν ἐξελέγχειν ᾤετο δεῖν κατὰ τὸ παρόν, ἕως ἂν ὑφʼ ἑαυτῷ ποιήσηται τὸν ἄνδρα, ἀλλʼ ἐπαινεῖν τε τὴν ἀναχώρησιν αὐτοῦ τὴν ἐπὶ τὰ μετέωρα πρὸς πολλοὺς τῶν παρόντων ὡς ἀπὸ παντὸς τοῦ βελτίστου γενομένην ἐσκήπτετο καὶ τῶν ἱππέων μοῖράν τινα πέμψας ὡς αὐτὸν ἠξίου τελείαν ἀποδείξασθαι τὴν προθυμίαν, τοὺς μὴ δυνηθέντας εἰς τὰ τείχη τῶν Φιδηναίων καταφεύγειν ἀλλʼ ἐσκεδασμένους ἀνὰ τὴν χώραν συχνοὺς ὄντας κελεύων διερευνώμενον ἀποκτείνειν.κἀκεῖνος ὡς θάτερον ὧν ἤλπισε διαπεπραγμένος καὶ λεληθὼς τὸν Τύλλον ἔχαιρέ τε καὶ μέχρι πολλοῦ καθιππεύων τὰ πεδία τοὺς καταλαμβανομένους διέφθειρεν, ἤδη δὲ δεδυκότος ἡλίου τοὺς ἱππέας ἧκεν ἄγων ἐπὶ τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν ἐκ τοῦ διωγμοῦ καὶ τὴν ἐπελθοῦσαν νύκτα ἐν εὐπαθείαις ἅμα τοῖς ἑταίροις ἦν.ὁ δὲ Τύλλος ἐν τῷ Οὐιεντανῶν χάρακι μείνας ἄχρι πρώτης φυλακῆς καὶ τοὺς ἐπιφανεστάτους τῶν αἰχμαλώτων ἀνακρίνας, τίνες ἦσαν οἱ τῆς ἀποστάσεως ἡγεμόνες, ὡς ἔμαθε καὶ τὸν Ἀλβανὸν Μέττιον Φουφέττιον ἐν τοῖς συνομοσαμένοις ὑπάρχοντα, δόξας συνᾴδειν τὰ πραχθέντα ὑπʼ αὐτοῦ τοῖς μηνυομένοις ὑπὸ τῶν αἰχμαλώτων ἀναβὰς ἐπὶ τὸν ἵππον καὶ τοὺς πιστοτάτους τῶν ἑταίρων παραλαβὼν πρὸς τὴν πόλιν ἀφιππεύει·καὶ πρὸ μέσων νυκτῶν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς συγκαλέσας τήν τε προδοσίαν αὐτοῖς λέγει τὴν τοῦ Ἀλβανοῦ μάρτυρας τοὺς αἰχμαλώτους παρασχόμενος καὶ ὃν τρόπον αὐτὸς κατεστρατήγησε τούς τε πολεμίους καὶ τοὺς Φιδηναίους διηγεῖται. τέλος δὴ τὸ κράτιστον εἰληφότος τοῦ πολέμου τὰ λοιπὰ ἤδη σκοπεῖν αὐτοὺς ἠξίου, τίνα χρὴ τρόπον τιμωρήσασθαι μὲν τοὺς προδότας, σωφρονεστέραν δὲ τὴν Ἀλβανῶν ἀποδοῦναι πόλιν εἰς τὸ λοιπόν.