ὃν δὲ τρόπον ἐπιχειρεῖν τῷ ἔργῳ βεβούλευμαι, τοῦτʼ ἀκούσατέ μου· τάξιν μὲν ἀποδέδωκέ μοι Τύλλος τὴν ὑπὸ τῷ ὄρει καὶ κελεύει με θατέρου τῶν κεράτων ἄρχειν, ὅταν δὲ μέλλωμεν ὁμόσε τοῖς πολεμίοις χωρεῖν, ἄρξω μὲν ἐγὼ λύσας τὴν τάξιν ἐπὶ τὸ ὄρος ἄγειν, ἀκολουθήσετε δέ μοι ὑμεῖς συντεταγμένους ἄγοντες τοὺς λόχους. ἁψάμενος δὲ τῶν ἄκρων καὶ ἐν τῷ ἀσφαλεῖ γενόμενος τίνα χρήσομαι τρόπον τοῖς μετὰ ταῦτα πράγμασιν ἀκούσατέ μου·ἐὰν μὲν ὁρῶ κατὰ γνώμην ἃ διαλογίζομαι χωροῦντά μοι καὶ θρασεῖς μὲν γεγονότας τοὺς πολεμίους, ὡς ἡμῶν αὐτοῖς συλλαμβανόντων, ταπεινοὺς δὲ καὶ περιφόβους Ῥωμαίους, ὡς προδεδομένους ὑφʼ ἡμῶν, φυγῆς τε μᾶλλον ἢ ἀλκῆς προνοουμένους, ὅπερ εἰκός, ἐπιθήσομαι αὐτοῖς καὶ μεστὸν ποιήσω νεκρῶν τὸ πεδίον ἐξ ὑπερδεξίου τε κατιὼν ἐπὶ τὸ πρανὲς θαρρούσῃ τε καὶ συντεταγμένῃ δυνάμει πρὸς ἐπτοημένους ἀνθρώπους προσφερόμενος καὶ σποράδας.δεινὴ δʼ ἐν τοῖς πολέμοις καὶ ἡ διὰ κενῆς ἐμπίπτουσα προδοσίας συμμάχων ἢ πολεμίων ἄλλων ἐφόδου δόκησις, καὶ πολλὰ ἤδη στρατεύματα μεγάλα ὑπʼ οὐδενὸς οὕτως ἑτέρου φοβεροῦ παθήματος ὡς ὑπὸ δόξης κενῆς ἴσμεν πανώλεθρα διαφθαρέντα. τὸ δʼ ἡμέτερον οὐ λόγος ἔσται κενὸς οὐδʼ ἀφανὲς δεῖμα, ἀλλʼ ἔργον ἁπάσης ὄψεως καὶ πείρας φοβερώτερον.ἐὰν δʼ ἄρα τἀναντία τῶν λελογισμένων γινόμενα ὁρῶ ʽλεγέσθω γὰρ καὶ τὰ παρὰ τὰς ἀνθρωπίνας δόξας εἰωθότα ἀπαντᾶν, ἐπειδὴ πολλὰ καὶ τὰ μὴ εἰκότα οἱ βίοι φέρουσἰ τἀναντία καὶ αὐτὸς ὧν προὐθέμην ἐπιχειρήσω ποιεῖν. ἄξω γὰρ ὑμᾶς ἐπὶ τοὺς πολεμίους ἅμα Ῥωμαίοις καὶ συλλήψομαι αὐτοῖς τῆς νίκης τήν τε κατάληψιν τῶν ὑψηλῶν πεποιῆσθαι σκήψομαι τῆς κυκλώσεως τῶν ἀντιτεταγμένων ἕνεκα. γενήσεται δέ μου πιστὸς ὁ λόγος ἔργα ὁμολογούμενα τῇ σκήψει παρεσχημένου, ὥσθʼ ἡμᾶς τῶν μὲν δεινῶν μηδετέροις κοινωνῆσαι, τῆς δʼ ἀμείνονος τύχης παρʼ ἀμφοτέρων μεταλαβεῖν.ἐγὼ μὲν δὴ ταῦτα ἔγνωκά τε καὶ δράσω σὺν θεοῖς κράτιστα ὄντα οὐ μόνον Ἀλβανοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις Λατίνοις, ὑμᾶς δὲ χρὴ σιγὴν μὲν πρῶτον φυλάττοντας, ἔπειτα κόσμον τε σώζοντας καὶ τοῖς παραγγελλομένοις ὀξέως ὑπηρετοῦντας προθύμους ἀγωνιστὰς γίνεσθαι καὶ τοὺς ὑφʼ αὑτοῖς προθύμους παρέχειν, ἐνθυμουμένους ὅτι οὐχ ὅμοιός ἐστιν ἡμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις ὁ περὶ τῆς ἐλευθερίας ἀγών, οἷς2τισιν ἐν ἔθει καθέστηκεν ἄρχεσθαι ὑφʼ ἑτέρων καὶ ὅσοις τοιαύτην πολιτείαν οἱ πατέρες παρέδοσαν.ἐλεύθεροι γὰρ ἐξ ἐλευθέρων ἔφυμεν καὶ ἄρχειν τῶν προσοίκων παρέδοσαν ἡμῖν οἱ πατέρες ὁμοῦ τι πεντακόσια ἔτη τοῦτο τὸ σχῆμα τοῦ βίου διαφυλάξαντες, οὗ μὴ ἀποστερήσωμεν ἡμεῖς τοὺς ἐκγόνους. παραστῇ δὲ μηδενὶ ὑμῶν δέος ἂν ταῦτα ἐθέλῃ πράττειν μὴ συνθήκας τε λύσῃ καὶ ὅρκους τοὺς ἐπʼ αὐταῖς γενομένους παραβῇ, ἀλλʼ ἐννοείσθω διότι τὰς ὑπὸ Ῥωμαίων λελυμένας εἰς τὸ ἐξ ἀρχῆς ἀποκαταστήσει καὶ οὐ τάς γε ἐλαχίστου ἀξίας, ἀλλʼ ἃς ἥ τε φύσις ἡ ἀνθρωπεία κατεστήσατο καὶ ὁ πάντων κοινὸς Ἑλλήνων τε καὶ βαρβάρων βεβαιοῖ νόμος, ἄρχειν καὶ τὰ δίκαια τάττειν τοὺς πατέρας τοῖς ἐκγόνοις καὶ τὰς μητροπόλεις ταῖς ἀποικίαις.ταύτας δὴ τὰς συνθήκας οὐδέποτε ἀναιρεθησομένας ἐκ τῆς ἀνθρωπείας φύσεως οὐχ ἡμεῖς οἱ κυρίας ἀξιοῦντες αἰεὶ διαμένειν παρασπονδοῦμεν, οὐδʼ ἄν τις ἡμῖν θεῶν ἢ δαιμόνων νεμεσήσειεν ὡς ἀνόσια πράττουσιν εἰ δουλεύειν τοῖς ἰδίοις ἐκγόνοις δυσανασχετοῦμεν, ἀλλʼ οἱ καταλύσαντες αὐτὰς ἀρχῆθεν καὶ ἔργῳ ἐπιχειρήσαντες ἀθεμίτῳ κρείττω ποιῆσαι τοῦ θείου νόμου τὸν ἀνθρώπινον· καὶ ὅ τε δαιμόνιος χόλος οὐχ ἡμῖν, ἀλλὰ τούτοις ἐναντιώσεται κατὰ τὸ εἰκός, καὶ ἡ παρʼ ἀνθρώπων νέμεσις εἰς τούτους ἀνθʼ ἡμῶν κατασκήψει.εἰ μὲν οὖν ταῦτα κράτιστα πᾶσιν ὑμῖν ἔσεσθαι δοκεῖ, πράττωμεν αὐτὰ θεοὺς καὶ δαίμονας ἀρωγοὺς ἐπικαλεσάμενοι, εἰ δέ τις ὑμῶν τἀναντία ἔγνωκε καὶ δυεῖν θάτερον ἢ μηδέποτε ἀνασώσασθαι τὸ ἀρχαῖον ἀξίωμα τῆς πόλεως οἴεται δεῖν, ἢ καιρὸν ἕτερόν τινα τοῦ παρόντος ἐπιτηδειότερον περιμένων ἀναβάλλεται τὸν παρόντα, μὴ κατοκνείτω φέρειν εἰς μέσον ἃ φρονεῖ· ὅ τι γὰρ ἂν ἅπασιν ὑμῖν κράτιστον φανῇ βούλευμα τούτῳ χρησόμεθα.ἐπαινεσάντων δὲ τὴν γνώμην τῶν παρόντων καὶ πάντα ὑποσχομένων ποιήσειν ὅρκοις ἕκαστον αὐτῶν καταλαβὼν διέλυσε τὸν σύλλογον. τῇ δʼ ἑξῆς ἡμέρᾳ προῄεσαν μὲν ἐκ τοῦ χάρακος αἱ Φιδηναίων τε καὶ συμμάχων δυνάμεις ἅμα τῷ τὸν ἥλιον ἀνασχεῖν καὶ παρετάσσοντο ὡς εἰς μάχην, ἀντεπεξῄεσαν δὲ οἱ Ῥωμαῖοι καὶ καθίσταντο εἰς τάξιν.τὸ μὲν οὖν ἀριστερὸν κέρας αὐτὸς ὁ Τύλλος καὶ οἱ Ῥωμαῖοι κατεῖχον ἐναντίοι Οὐιεντανοῖς ʽοὗτοι γὰρ τὸ δεξιὸν τῶν πολεμίων κατεῖχον κέρασʼ, ἐπὶ δὲ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ὁ Μέττιος καὶ οἱ Ἀλβανοὶ κατὰ Φιδηναίους παρὰ τὴν λαγόνα τοῦ ὄρους ἐτάξαντο.ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγίνοντο, πρὶν ἐντὸς βέλους γενέσθαι οἱ Ἀλβανοὶ σχισθέντες ἀπὸ τοῦ ἄλλου στρατοῦ συντεταγμένους ἦγον τοὺς λόχους ἐπὶ τὸ ὄρος. οἱ μὲν οὖν Φιδηναῖοι μαθόντες τοῦτο καὶ πιστεύσαντες ἀληθεύειν σφίσι τὰς περὶ τῆς προδοσίας ὑποσχέσεις τῶν Ἀλβανῶν θρασύτερον ἤδη τοῖς Ῥωμαίοις προσεφέροντο, καὶ τὸ μὲν δεξιον κέρας τῶν Ῥωμαίων ἐψιλωμένον τῆς συμμαχίας παρερρήγνυτό τε καὶ σφόδρα ἐπόνει, τὸ δʼ εὐώνυμον ἀνὰ κράτος ἠγωνίζετο, ἔνθα καὶ αὐτὸς ἦν ὁ Τύλλος ἐν τοῖς ἐπιλέκτοις τῶν ἱππέων μαχόμενος.