αἱ δὲ πρὸς τὰ μέλλοντά τε καὶ ὑποπτευόμενα· καὶ ἦν πλείω τὰ εἰκαζόμενα τῶν γινομένων. ἥ τε γὰρ ὄψις ἐκ πολλοῦ διαστήματος γινομένη πολὺ τὸ ἀσαφὲς εἶχε, καὶ τὸ πρὸς τοὺς οἰκείους ἀγωνιστὰς ἑκάστοις συμπαθὲς ἐπὶ το βεβουλημένον ἐλάμβανε τὰ πρασσόμενα, αἵ τε συνεχεῖς τῶν μαχομένων ἐπεμβάσεις καὶ ὑπαναχωρήσεις καὶ εἰς τὸ ἀντίπαλον αὖθις ἀντιμεταστάσεις πολλαὶ καὶ ἀγχίστροφοι γινόμεναι τὸ ἀκριβὲς τῆς γνώμης ἀφῃροῦντο· καὶ ταῦτα ἐπὶ πολὺν ἐγίνετο χρόνον.ῥώμην τε γὰρ σώματος ἔτυχον ὁμοίαν ἔχοντες ἑκάτεροι καὶ τὸ γενναῖον τῆς ψυχῆς ἰσόρροπον ὅπλοις τε καλλίστοις ἐσκεπασμένοι τὰ σώματα ὅλα καὶ γυμνὸν οὐδὲν ἀπολιπόντες μέρος ὅ τι καὶ τρωθὲν ὀξεῖαν ἔμελλεν οἴσειν τὴν τελευτήν, ὥστε πολλοὶ Ῥωμαίων τε καὶ Ἀλβανῶν ἐκ τοῦ φιλονεικεῖν τε καὶ συμπαθεῖν τοῖς σφετέροις ἔλαθον αὑτοὺς τὸ τῶν κινδυνευόντων μεταλαβόντες πάθος ἀγωνισταί τε μᾶλλον ἐβούλοντο ἢ θεαταὶ τῶν, δρωμένων γεγονέναι.ὀψὲ δʼ οὖν ποτε ὁ πρεσβύτατος τῶν Ἀλβανῶν τῷ πρὸς αὐτὸν ἀντιτεταγμένῳ συμπλέκεται παίων τε καὶ παιόμενος ἄλλας ἐπʼ ἄλλαις πληγὰς καί πως τυγχάνει τοῦ Ῥωμαίου διὰ βουβῶνος ἐνέγκας τὸ ξίφος. ὁ δὲ τοῖς τε ἄλλοις τραύμασι κεκαρωμένος ἤδη καὶ τὴν τελευταίαν πληγὴν θανατηφόρον ἔχων ὑπολυθέντων τῶν μελῶν καταρρυεὶς ἀποθνήσκει.ὡς δὲ τοῦτʼ εἶδον οἱ θεαταὶ τῆς μάχης ἅμα πάντες ἀνεβόησαν, Ἀλβανοὶ μὲν ὡς νικῶντες ἤδη, Ῥωμαῖοι δʼ ὡς κρατούμενοι. τοὺς γὰρ δὴ σφετέρους δύο τοῖς τρισὶν Ἀλβανοῖς εὐκατεργάστους ὑπελάμβανον γενήσεσθαι. ἐν ᾧ δʼ ἐγίνετο ταῦτα, ὁ παρασπίζων τῷ πεσόντι Ῥωμαῖος ὁρῶν ἐπὶ τῷ κατορθώματι περιχαρῆ τὸν Ἀλβανὸν ὠθεῖται ταχὺς ἐπʼ αὐτὸν καὶ πολλὰ μὲν τραύματα δούς, πολλὰ δὲ αὐτὸς λαβὼν τυγχάνει πως κατὰ τῆς σφαγῆς αὐτοῦβάψας τὸ ξίφος καὶ διαχρησάμενος. μεταβαλούσης δὲ τῆς τύχης ἐν ὀλίγῳ τά τε τῶν ἀγωνιζομένων ἔργα καὶ τὰ τῶν θεωμένων πάθη, καὶ Ῥωμαίων μὲν ἀναθαρρησάντων ἐκ τῆς πρότερον κατηφείας, Ἀλβανῶν δὲ ἀφῃρημένων τὸ χαῖρον, ἑτέρα πάλιν ἀντιπνεύσασα τοῖς τῶν Ῥωμαίων κατορθώμασι τύχη τούτων μὲν ἐταπείνωσε τὰς ἐλπίδας, τὰ δὲ τῶν πολεμίων φρονήματα ἐπῆρεν. τοῦ γὰρ Ἀλβανοῦ πεσόντος ὁ τὴν πλησίον αὐτοῦ ἔχων στάσιν ἀδελφὸς συμπλέκεται τῷ καταβαλόντι, καὶ τυγχάνουσιν ἀμφότεροι κατὰ τὸν αὐτὸν χρόνον πληγὰς ἐξαισίους ἐξενέγκαντες κατʼ ἀλλήλων, ὁ μὲν Ἀλβανὸς τοῦ Ῥωμαίου κατὰ τοῦ μεταφρένου καὶ μέχρι τῶν σπλάγχνων βάψας τὸ ξίφος, ὁ δὲ Ῥωμαῖος ὑπελθὼν τὴν προβολὴν τοῦ πολεμίου καὶ τῶν ἰγνυῶν τὴν ἑτέραν ὑποτεμών.ὁ μὲν δὴ τὸ καίριον τραῦμα λαβὼν εὐθὺς ἐτεθνήκει, ὁ δὲ τὴν ἰγνύαν τετρωμένος οὐκέτι βέβαιος ἦν ἑστάναι, σκάζων δὲ καὶ τὰ πολλὰ τῷ θυρεῷ διερειδόμενος ἀντεῖχεν ὅμως ἔτι καὶ μετὰ τοῦ περιλειπομένου τῶν ἀδελφῶν ἐπὶ τὸν ὑπομένοντα Ῥωμαῖον ἐχώρει, περιέστησάν τε αὐτὸν ὁ μὲν ἐξ ἐναντίας προσιών,ὁ δὲ κατὰ νώτου. τῷ δὲ Ῥωμαίῳ δείσαντι μὴ κυκλωθεὶς πρὸς αὐτῶν εὐκατέργαστος γένηται δυσί τε μαχόμενος καὶ διχόθεν ἐπιοῦσιν, ἦν δὲ ἀκραιφνὴς ἔτι, λογισμὸς εἰσέρχεται διελεῖν τοὺς πολεμίους ἀπʼ ἀλλήλων καὶ χωρὶς ἑκατέρῳ μάχεσθαι. ῥᾷστα δὲ διαστήσειν αὐτοὺς ὑπελάμβανεν, εἰ δόξαν παράσχοι φυγῆς· οὐ γὰρ ὑπʼ ἀμφοτέρων διώξεσθαι τῶν Ἀλβανῶν, ἀλλʼ ὑφʼ ἑνός, ὁρῶν τὸν ἀδελφὸν οὐκέτι καρτερὸν τῶν ποδῶν. ταῦτα δὴ διανοηθεὶς ὡς εἶχε τάχους ἔφευγε καὶ συνέπεσεν αὐτῷ μὴ διαμαρτεῖν τῆς ἐλπίδος.ὁ μὲν γὰρ ἕτερος τῶν Ἀλβανῶν οὐδεμίαν ἔχων πληγὴν καίριον ἐδίωκεν αὐτὸν ἐκποδός, ὁ δʼ ἐπιβαίνειν ἀδύνατος ὢν πολὺ τοῦ δέοντος ὑστέρει. ἔνθα δὴ τῶν Ἀλβανῶν τοῖς σφετέροις ἐγκελευομένων, τῶν δὲ Ῥωμαίων τὸν αὑτῶν ἀγωνιστὴν κακιζόντων καὶ τῶν μὲν δὴ παιανιζόντων τε καὶ στεφανουμένων ὡς ἐπὶ κατορθουμένῳ τῷ ἀγῶνι, τῶν δʼ ὀδυρομένων ὡς οὐκ ἂν ἔτι τῆς τύχης σφᾶς διαναστησομένης, ταμιευσάμενος τὸν καιρὸν ὁ Ῥωμαῖος ὑποστρέφει τε ὀξέως καὶ πρὶν ἢ φυλάξασθαι τὸν Ἀλβανὸν φθάνει τῷ ξίφει κατὰ τοῦ βραχίονος πληγὴν ἐνέγκας καὶ διελὼν τὸν ἀγκῶνα.πεσούσης δὲ χαμαὶ τῆς χειρὸς ἅμα τῷ ξίφει μίαν ἔτι πληγὴν καίριον ἐξενέγκας ἀποκτείνει τὸν Ἀλβανόν, καὶ μετὰ τοῦτον ἐπὶ τὸν τελευταῖον ὠσάμενος ἡμιθνῆτα καὶ παρειμένον ἐπικατασφάττει. σκυλεύσας δὲ τοὺς τῶν ἀνεψιῶν νεκροὺς εἰς τὴν πόλιν ἠπείγετο πρῶτος ἀπαγγεῖλαι θέλων τὴν ἑαυτοῦ νίκην τῷ πατρί.ἔδει δὲ ἄρα καὶ τοῦτον ἄνθρωπον ὄντα μὴ πάντα διευτυχεῖν, ἀλλʼ ἀπολαῦσαί τι τοῦ φθονεροῦ δαίμονος, ὃς αὐτὸν ἐκ μικροῦ μέγαν ἐν ὀλίγῳ θεὶς χρόνῳ καὶ εἰς ἐπιφάνειαν θαυμαστὴν καὶ παράδοξον ἐξάρας κατέβαλε φέρων αὐθημερὸν εἰς ἄχαριν συμφορὰν ἀδελφοκτόνον.ὡς γὰρ ἐγγὺς ἐγένετο τῶν πυλῶν, ἄλλον τε ὄχλον ὁρᾷ παντοδαπὸν ἐκχεόμενον ἐκ τῆς πόλεως καὶ δὴ καὶ τὴν ἀδελφὴν προστρέχουσαν· διαταραχθεὶς δὲ κατὰ τὴν πρώτην ὄψιν, ὅτι καταλιποῦσα τὴν μετὰ μητρὸς οἰκουρίαν παρθένος ἐπίγαμος εἰς ὄχλον αὑτὴν ἔδωκεν ἀγνῶτα, καὶ πολλοὺς λαμβάνων λογισμοὺς ἀτόπους τελευτῶν ἐπὶ τοὺς ἐπιεικεῖς καὶ φιλανθρώπους ἀπέκλινεν, ὡς ἀσπάσασθαί τε πρώτη τὸν σωθέντα ἀδελφὸν ποθοῦσα καὶ τὰς ἀρετὰς τῶν τεθνηκότων παρʼ αὐτοῦ μαθεῖν βουλομένη τῶν εὐσχημόνων ὑπερίδοι γυναικεῖόν τι πάσχουσα.