ἵνα δὲ συντεμὼν εἴπω τοῖς μέλλουσιν ἑτέρων ἄρξειν δύο προσεῖναι δεῖ ταῦτα, τὴν ἐν τῷ πολεμεῖν ἰσχὺν καὶ τὴν ἐν τῷ βουλεύσθαι φρόνησιν, ἃ περὶ ἡμᾶς ἐστιν ἀμφότερα· καὶ ὅτι οὐ κενὸς ὁ κόμπος ἡ παντὸς λόγου κρείττων πεῖρα ἡμῖν μαρτυρεῖ. τοσαύτην γοῦν μεγέθει καὶ δυνάμει πόλιν οὐχ οἷόν τε ἦν γενέσθαι τρίτῃ γενεᾷ μετὰ τὸν οἰκισμόν, εἰ μὴ τό τε ἀνδρεῖον ἐπερίττευεν αὐτῇ καὶ τὸ φρόνιμον. ἱκαναὶ δὲ τεκμηριῶσαι τὸ κράτος αὐτῆς πολλαὶ πόλεις ἐκ τοῦ Λατίνων οὖσαι γένους καὶ τὴν κτίσιν ἀφʼ ὑμῶν ἔχουσαι, αἳ τὴν ὑμετέραν ὑπεριδοῦσαι πόλιν ἡμῖν προσκεχωρήκασι καὶ ὑπὸ Ῥωμαίων ἄρχεσθαι μᾶλλον ἀξιοῦσιν ἢ ὑπʼ Ἀλβανῶν, ὡς ἡμῶν μὲν ἀμφότερα ἱκανῶν ὄντων τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς, ὑμῶν δʼ οὐδέτερα.πολλὰ εἶχον ἔτι καὶ ἰσχυρά, ὦ Φουφέττιε, πρὸς τὰς δικαιώσεις, ἃς σὺ παρέσχου, λέγειν· μάταιον δὲ ὁρῶν τὸν λόγον καὶ ἐν ἴσῳ τὰ πολλὰ τοῖς ὀλίγοις λεχθησόμενα πρὸς ἀντιπάλους ὄντας ὑμᾶς τοῦ δικαίου κριτὰς παύομαι λέγων. ἕνα δὲ ὑπολαμβάνων κράτιστον εἶναι καὶ μόνον ἡμῶν τὰ νείκη δύνασθαι διακρῖναι τρόπον, ᾧ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς ἔχθη καταστάντες οἱ μὲν ὑπὲρ ἡγεμονίας, οἱ δὲ ὑπὲρ ἀμφισβητησίμου γῆς ἐχρήσαντο, τοῦτον εἰπὼν ἔτι παύσομαι·εἰ ποιησαίμεθα μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς ἑκάτεροι τὸν ἀγῶνα εἰς ὀλιγοστόν τι πλῆθος ἀνδρῶν συναγαγόντες τὴν τοῦ πολέμου τύχην· ἐξ ὁποτέρας δʼ ἂν πόλεως οἱ κρατήσαντες τῶν ἀντιπάλων γένωνται, ταύτῃ συγχωρήσαιμεν ἄρχειν τῆς ἑτέρας. ὁπόσα γὰρ μὴ διαιρεῖται ὑπὸ λόγου, ταῦτα ὑπὸ τῶν ὅπλων κρίνεται.τὰ μὲν δὴ λεχθέντα περὶ τῆς ἡγεμονίας τῶν πόλεων δικαιώματα ὑπʼ ἀμφοτέρων τῶν στρατηγῶν τοιάδε ἦν· τέλος δὲ τοῖς λόγοις αὐτῶν ἠκολούθησεν οἷον ὁ Ῥωμαῖος ὑπετίθετο. οἱ γὰρ ἐν τῷ συλλόγῳ παρόντες Ἀλβανῶν τε καὶ Ῥωμαίων ταχεῖαν ἀπαλλαγὴν τοῦ πολέμου ποιήσασθαι ζητοῦντες ὅπλοις τὸ νεῖκος ἔγνωσαν διελεῖν. συγχωρηθέντος δὲ καὶ τούτου περὶ τοῦ πλήθους τῶν ἀγωνιουμένων ζήτησις ἐγίνετο οὐ τὴν αὐτὴν ἑκατέρου τῶν στρατηγῶν διάνοιαν ἀποδεικνυμένου.Τύλλος μὲν γὰρ ἐβούλετο ἐν ἐλαχίστοις σώμασι γενέσθαι τὴν τοῦ πολέμου κρίσιν ἑνὸς Ἀλβανοῦ τοῦ λαμπροτάτου πρὸς ἕνα Ῥωμαῖον τὸν ἄριστον μονομαχήσοντος καὶ πρόθυμος ἦν αὐτὸς ὑπὲρ τῆς ἑαυτοῦ πατρίδος ἀγωνίσασθαι προκαλούμενος εἰς τὴν ὁμοίαν φιλοτιμίαν τὸν Ἀλβανόν, καλοὺς ἀποφαίνων τοῖς ἀνειληφόσι τὰς τῶν στρατοπέδων ἡγεμονίας τοὺς ὑπὲρ ἀρχῆς καὶ δυναστείας ἀγῶνας, οὐ μόνον ἐὰν νικήσωσιν ἀγαθοὺς ἄνδρας, ἀλλὰ κἂν αὐτοὶ κρατηθῶσιν ὑπʼ ἀγαθῶν, καὶ διεξιὼν ὅσοι στρατηγοὶ καὶ βασιλεῖς τὰς ἑαυτῶν ψυχὰς προκινδυνεῦσαι τῶν κοινῶν παρέσχον δεινὸν ἡγούμενοι τῶν μὲν τιμῶν πλέον αὐτοὶ φέρεσθαι, τῶν δὲ πόνων ἔλαττον.ὁ δὲ Ἀλβανὸς τὸ μὲν ὀλίγοις σώμασι κινδυνεύειν τὰς πόλεις ὀρθῶς ἐνόμιζεν εἰρῆσθαι, περὶ δὲ τῆς ἑνὶ πρὸς ἕνα μάχης διεφέρετο λέγων ὅτι τοῖς μὲν ἡγουμένοις τῶν στρατοπέδων ὅταν ἰδίαν κατασκευάζωνται δυναστείαν καλὸς καὶ ἀναγκαῖός ἐστιν ὁ περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους ἀγών, ταῖς δὲ πόλεσιν αὐταῖς ἐπειδὰν ὑπὲρ τῶν πρωτείων διαφέρωνται πρὸς ἀλλήλας οὐ μόνον σφαλερὸς ἀλλὰ καὶ αἰσχρὸς ὁ διὰ μονομαχίας κίνδυνος, ἐάν τε τῆς κρείττονος λάβωνται τύχης ἐάν τε τῆς χείρονος.τρεῖς δὲ ἄνδρας ἐπιλέκτους ἀφʼ ἑκατέρας πόλεως συνεβούλευεν ὑπὸ τὴν ἁπάντων ὄψιν Ἀλβανῶν τε καὶ Ῥωμαίων διαγωνίσασθαι. ἐπιτηδειότατον γὰρ εἶναι τόνδε τὸν ἀριθμὸν εἰς ἅπασαν ἀμφισβητουμένου πράγματος διαίρεσιν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχοντα ἐν ἑαυτῷ. ταύτῃ προσθεμένων τῇ γνώμῃ Ῥωμαίων τε καὶ Ἀλβανῶν ὅ τε σύλλογος διελύθη καὶ ἐπὶ τοὺς ἰδίους ἀπῄεσαν ἑκάτεροι χάρακας.ἔπειτα καλέσαντες εἰς ἐκκλησίαν τὰς δυνάμεις ἀμφοτέρας οἱ στρατηγοὶ διεξῆλθον ἅ τε διελέχθησαν αὐτοὶ πρὸς ἀλλήλους καὶ ἐφʼ οἷς συνέθεντο καταλύσασθαι τὸν πόλεμον. ἐπικυρωσάντων δὲ τῶν στρατευμάτων ἀμφοτέρων κατὰ πολλὴν εὐδόκησιν τὰς τῶν στρατηγῶν ὁμολογίας, θαυμαστὴ μετὰ τοῦτο κατεῖχε φιλοτιμία καὶ λοχαγοὺς καὶ στρατιώτας πολλῶν πάνυ προθυμουμένων ἐξενέγκασθαι τὰ τῆς μάχης ἀριστεῖα καὶ οὐ λόγῳ σπουδαζόντων μόνον, ἀλλὰ καὶ ἔργῳ φιλοτιμίας ἀποδεικνυμένων, ὥστε χαλεπὴν γενέσθαι τοῖς ἡγεμόσιν αὐτῶν τὴν τῶν ἐπιτηδειοτάτων διάγνωσιν.εἰ γάρ τις ἦν ἢ πατέρων ἐπιφανείᾳ λαμπρὸς ἢ σώματος ῥώμῃ διαπρεπὴς ἢ πράξει τῇ κατὰ χεῖρα γενναῖος ἢ κατʼ ἄλλην τινὰ τύχην ἢ τόλμαν ἐπίσημος ἑαυτὸν ἠξίου τάττειν πρῶτον ἐν τοῖς τρισί.ταύτην ἐπὶ πολὺ χωροῦσαν ἐν ἀμφοτέροις τοῖς στρατεύμασι τὴν φιλοτιμίαν ὁ τῶν Ἀλβανῶν ἔπαυσε στρατηγὸς ἐνθυμηθείς, ὅτι θεία τις πρόνοια ἐκ πολλοῦ προορωμένη τὸν μέλλοντα συμβήσεσθαι ταῖς πόλεσιν ἀγῶνα τοὺς προκινδυνεύσοντας ὑπὲρ αὐτῶν κατεσκεύασε γενέσθαι οἴκων τε οὐκ ἀφανῶν καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους καὶ οὐ γενέσεως ὁμοίας τοῖς πολλοῖς μετειληφότας, ἀλλὰ σπανίου καὶ θαυμαστῆς διὰ τὸ παράδοξον.Ὁρατίῳ γάρ τινι Ῥωμαίῳ καὶ Κορατίῳ τὸ γένος Ἀλβανῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεγγύησε θυγατέρας διδύμους Σικίνιος Ἀλβανός. τούτοις ἀμφοτέροις αἱ γυναῖκες ἐγκύμονες ἅμα γενόμεναι, τὰς πρωτοτόκους ἐκφέρουσι γονὰς ἄρρενα βρέφη τρίδυμα, καὶ αὐτὰ ἃ οἱ γεινάμενοι πρὸς οἰωνοῦ λαβόντες ἀγαθοῦ καὶ πόλει καὶ οἴκῳ τῷ σφετέρῳ τρέφουσιν ἅπαντα καὶ τελειοῦσιν· θεὸς δʼ αὐτοῖς, ὥσπερ κατʼ ἀρχὰς ἔφην, δίδωσι κάλλος τε καὶ ῥώμην καὶ δὴ καὶ ψυχῆς γενναιότητα μηδενὸς τῶν ἄριστα πεφυκότων χείροσι γενέσθαι. τούτοις ἔγνω τοῖς ἀνδράσιν ὁ Φουφέττιος ἐπιτρέπειν τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα καὶ προκαλεσάμενος εἰς λόγους τὸν βασιλέα τῶν Ῥωμαίων λέγει πρὸς αὐτόν·