ἐπηλύδων· οἱ δʼ ὕστερον εἰς τοὺς πατρικίους καταγραφέντες ἐκ τῶν ἐποίκων οὐδεμιᾶς ᾤοντο δεῖν ἀπελαύνεσθαι τιμῆς οὐδὲ μειονεκτεῖν τῶν ἑτέρων, μάλιστα δʼ ὅσοι τοῦ Σαβίνων ἐτύγχανον ὄντες γένους καὶ κατὰ τὰς συνθήκας τὰς γενομένας Ῥωμύλῳ πρὸς Τάτιον ἐπὶ τοῖς ἴσοις γενόμενοι μετειληφέναι τῆς πόλεως παρὰ τῶν ἀρχαίων οἰκητόρων καὶ τὴν αὐτὴν χάριν ἐκείνοις αὐτοὶ δεδωκέναι ἐδόκουν.ἅμα δὲ τῷ τὴν βουλὴν διαστῆναι καὶ τὸ τῶν πελατῶν πλῆθος διχῇ μερισθὲν ἑκατέρᾳ συνέβαινε τῶν στάσεων. ἦν δέ τι τοῦ δημοτικοῦ μέρος οὐκ ὀλίγον ἐκ τῶν νεωστὶ προσεληλυθότων τῇ πολιτείᾳ, ὃ διὰ τὸ μηδενὸς συνάρασθαι τῷ Ῥωμύλῳ πολέμου παρημελημένον ὑπὸ τοῦ ἡγεμόνος οὔτε γῆς εἰλήφει μοῖραν οὔτε ὠφελείας. τοῦτο ἀνέστιον καὶ πτωχὸν ἀλώμενον ἐχθρὸν ἐκ τοῦ ἀναγκαίου τοῖς κρείττοσιν ἦν καὶ νεωτερίζειν ἑτοιμότατον.ἐν τοιούτῳ δὴ κλύδωνι τὰ πράγματα τῆς πόλεως σαλεύοντα ὁ Νόμας καταλαβών, πρῶτον μὲν τοὺς ἀπόρους τῶν δημοτῶν ἀνέλαβε διανείμας αὐτοῖς ἀφʼ ἧς Ῥωμύλος ἐκέκτητο χώρας καὶ ἀπὸ τῆς δημοσίας μοῖράν τινα ὀλίγην· ἔπειτα τοὺς πατρικίους οὐδὲν μὲν ἀφελόμενος ὧν οἱ κτίσαντες τὴν πόλιν εὕροντο, τοῖς δʼ ἐποίκοις ἑτέρας τινὰς ἀποδοὺς τιμάς, ἔπαυσε διαφερομένους.ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ ʽτέως γὰρ ἔτι ἀτείχιστος ἦνʼ τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο δύο ταῦτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν ὑπελάμβανεν ἂν τὴν πόλιν εὐδαίμονα γενησεσθαι καὶ μεγάλην· εὐσέβειαν μὲν πρῶτον, διδάσκων τοὺς ἀνθρώπους ὅτι παντὸς ἀγαθοῦ θεοὶ δοτῆρές εἰσι τῇ θνητῇ φύσει καὶ φύλακες, ἔπειτα δικαιοσύνην, διʼ ἣν καὶ τὰ παρὰ τῶν θεῶν ἀπέφαινεν ἀγαθὰ καλὰς τὰς ἀπολαύσεις φέροντα τοῖς κτησαμένοις.ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν ἅπαντα μὲν οὐκ ἀξιῶ γράφειν, τὸ μῆκος ὑφορώμενος τοῦ λόγου καὶ ἅμα οὐδʼ ἀναγκαίαν ὁρῶν τὴν ἀναγραφὴν αὐτῶν Ἑλληνικαῖς ἱστορίαις, αὐτὰ δὲ τὰ κυριώτατα καὶ φανερὰν δυνάμενα ποιῆσαι πᾶσαν τὴν προαίρεσιν τοῦ ἀνδρὸς ἐπὶ κεφαλαίων ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος.ὅσα μὲν οὖν ὑπὸ Ῥωμύλου ταχθέντα ἐν ἐθισμοῖς τε καὶ νόμοις παρέλαβεν, ἀπὸ τοῦ κρατίστου τετάχθαι πάντα ἡγησάμενος εἴα κατὰ χώραν μένειν, ὅσα δʼ ὑπʼ ἐκείνου παραλελεῖφθαι ἐδόκει, ταῦτα προσετίθει πολλὰ μὲν ἀποδεικνὺς τεμένη τοῖς μήπω τιμῶν τυγχάνουσι θεοῖς, πολλοὺς δὲ βωμοὺς καὶ ναοὺς ἱδρυόμενος ἑορτάς τε ἑκάστῳ αὐτῶν ἀπονέμων καὶ τοὺς ἐπιμελησομένους αὐτῶν ἱερεῖς καθιστὰς ἁγνείας τε καὶ θρησκείας καὶ καθαρμοὺς καὶ τὰς ἄλλας θεραπείας καὶ τιμὰς πάνυ πολλὰς νομοθετῶν, ὅσας οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος ἔχει πόλις οὐδʼ αἱμέγιστον ἐπʼ εὐσεβείᾳ φρονοῦσαί ποτε· αὐτόν τε τὸν Ῥωμύλον ὡς κρείττονα γενόμενον ἢ κατὰ τὴν θνητὴν φύσιν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις ἔταξε Κυρῖνον ἐπονομαζόμενον γεραίρεσθαι. ἔτι γὰρ ἀγνοούντων τὸν ἀφανισμὸν αὐτοῦ Ῥωμαίων εἴτε κατὰ δαίμονος πρόνοιαν εἴτʼ ἐξ ἐπιβουλῆς ἀνθρωπίνης ἐγένετο, παρελθών τις εἰς τὴν ἀγορὰν Ἰούλιος ὄνομα τῶν ἀπʼ Ἀσκανίου γεωργικὸς ἀνὴρ καὶ τὸν βίον ἀνεπίληπτος, οἷος μηδὲν ἂν ψεύσασθαι κέρδους ἕνεκα οἰκείου, ἔφη παραγιγνόμενος ἐξ ἀγροῦ Ῥωμύλον ἰδεῖν ἀπιόντα ἐκ τῆς πόλεως ἔχοντα τὰ ὅπλα, καὶ ἐπειδὴ ἐγγὺς ἐγένετο ἀκοῦσαι ταῦτα αὐτοῦ λέγοντος·Ἀγγέλλε Ῥωμαίοις Ἰούλιε τὰ παρʼ ἐμοῦ, ὅτι με ὁ λαχὼν ὅτʼ ἐγενόμην δαίμων εἰς θεοὺς ἄγεται τὸν θνητὸν ἐκπληρώσαντα αἰῶνα· εἰμὶ δὲ Κυρῖνος. περιλαβὼν δὲ ἅπασαν τὴν περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς ὀκτὼ μοίρας, ὅσαι τῶν ἱερῶν ἦσαν αἱ συμμορίαι.ἀπέδωκε δὲ μίαν μὲν ἱερουργιῶν διάταξιν τοῖς τριάκοντα κουρίωσιν, οὓς ἔφην τὰ κοινὰθύειν ὑπὲρ τῶν φρατριῶν ἱερά. τὴν δὲ δευτέραν τοῖς καλουμένοις ὑπὸ μὲν Ἑλλήνων στεφανηφόροις, ὑπὸ δὲ Ῥωμαίων φλάμοσιν, οὓς ἐπὶ τῆς φορήσεως τῶν πίλων τε καὶ στεμμάτων, ἃ καὶ νῦν ἔτι φοροῦσι φλάμα καλοῦντες, οὕτω προσαγορεύουσι.τὴν δὲ τρίτην τοῖς ἡγεμόσι τῶν κελερίων, οὓς ἔφην ἱππεῖς τε καὶ πεζοὺς στρατευομένους φύλακας ἀποδείκνυσθαι τῶν βασιλέων, καὶ γὰρ οὗτοι τεταγμένας τινὰςἱερουργίας ἐπετέλουν. τὴν δὲ τετάρτην τοῖς ἐξηγουμένοις τὰ θεόπεμπτα σημεῖα καὶ διαιροῦσι τίνων ἐστὶ μηνύματα πραγμάτων ἰδίᾳ τε καὶ δημοσίᾳ, οὓς ἀφʼ ἑνὸς εἴδους τῶν θεωρημάτων τῆς τέχνης Ῥωμαῖοι καλοῦσιν αὔγορας, ἡμεῖς δʼ ἂν εἴποιμεν οἰωνοπόλους, ἁπάσης τῆς μαντικῆς παρʼ αὐτοῖς ὄντας ἐπιστήμονας τῆς τε περὶ τὰ οὐράνια καὶ τὰ μετάρσια καὶτὰ ἐπίγεια. τὴν δὲ πέμπτην ταῖς φυλαττούσαις τὸ ἱερὸν πῦρ παρθένοις, αἳ καλοῦνται πρὸς αὐτῶν ἐπὶ τῆς θεᾶς ἣν θεραπεύουσιν ἑστιάδες, αὐτὸς πρῶτος ἱερὸν ἱδρυσάμενος Ῥωμαίοις Ἑστίας καὶ παρθένους ἀποδείξας αὐτῇ θυηπόλους· ὑπὲρ ὧν ὀλίγα καὶ αὐτὰ τἀναγκαιότατα τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖον εἰπεῖν. ἔστι γὰρ ἃ καὶ ζητήσεως ἠξίωται καὶ παρὰ πολλοῖς τῶν Ῥωμαϊκῶν συγγραφέων κατὰ τὸν τόπον τοῦτον, ὑπὲρ ὧν οἱ τὰς αἰτίας οὐκ ἐξητακότες ἐπιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς.