ἔοικε δʼ οὐ μικρὰν ἀφορμὴν παρέχειν τοῖς θεοποιοῦσι τὰ θνητὰ καὶ εἰς οὐρανὸν ἀναβιβάζουσι τὰς ψυχὰς τῶν ἐπιφανῶν τὰ συμβάντα ἐκ τοῦ θεοῦ περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν. ἔν τε γὰρ τῷ βιασμῷ τῆς μητρὸς αὐτοῦ εἴθʼ ὑπʼ ἀνθρώπων τινὸς εἴθʼ ὑπὸ θεοῦ γενομένῳ τὸν ἥλιον ἐκλιπεῖν φασιν ὅλον καὶ σκότος παντελῶς ὥσπερ ἐν νυκτὶ τὴν γῆν κατασχεῖν ἔν τε τῇ τελευτῇ αὐτοῦ ταὐτὸ συμβῆναι λέγουσι πάθος.ὁ μὲν δὴ κτίσας τὴν Ῥώμην καὶ πρῶτος ἀποδειχθεὶς ὑπʼ αὐτῆς βασιλεὺς Ῥωμύλος τοιαύτης λέγεται τελευτῆς τυχεῖν, οὐδεμίαν ἐξ αὑτοῦ γενεὰν καταλιπών, ἑπτὰ μὲν ἔτη καὶ τριάκοντα βασιλεύσας, πεντηκοστὸν δὲ καὶ πέμπτον ἔτος ἔχων ἀπὸ γενεᾶς. νέος γὰρ δὴ παντάπασιν ἔτυχε τῆς ἡγεμονίας ὀκτωκαιδεκαέτης ὤν, ὡς ἅπαντες ὁμολογοῦσιν οἱ τὰς περὶ αὐτοῦ συγγράψαντες ἱστορίας.τῷ δʼ ἑξῆς ἐνιαυτῷ βασιλεὺς μὲν οὐδεὶς ἀπεδείχθη Ῥωμαίων, ἀρχὴ δέ τις, ἣν καλοῦσι μεσοβασίλειον, ἐπεμελεῖτο τῶν κοινῶν τοιόνδέ τινα τρόπον ἀποδεικνυμένη· τῶν πατρικίων οἱ καταγραφέντες εἰς τὴν βουλὴν ὑπὸ Ῥωμύλου διακόσιοι τὸν ἀριθμὸν ὄντες, ὥσπερ ἔφην, διενεμήθησαν εἰς δεκάδας· ἔπειτα διακληρωσάμενοι τοῖς λαλοῦσι δέκα πρώτοις ἀπέδωκαν ἄρχειν τῆς πόλεως τὴν αὐτοκράτορα ἀρχήν.ἐκεῖνοι δʼ οὐχ ἅμα πάντες ἐβασίλευον, ἀλλʼ ἐκ διαδοχῆς ἡμέρας πέντε ἕκαστος, ἐν αἷς τάς τε ῥάβδους εἶχε καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα. παρεδίδου δʼ ὁ πρῶτος ἄρξας τῷ δευτέρῳ τὴν ἡγεμονίαν κἀκεῖνος τῷ τρίτῳ καὶ τοῦτʼ ἐγίνετο μέχρι τοῦ τελευταίου. διεξελθούσης δὲ τοῖς πρώτοις δέκα βασιλεῦσι τῆς πεντηκονθημέρου προθεσμίας ἕτεροι δέκα τὴν ἀρχὴν παρελάμβανον καὶ παρʼ ἐκείνων αὖθις ἄλλοι.ἐπεὶ δʼ ἔδοξε τῷ δήμῳ παῦσαι τὰς δεκαδαρχίας ἀχθομένῳ ταῖς μεταβολαῖς τῶν ἐξουσιῶν διὰ τὸ μήτε προαιρέσεις ἅπαντας ὁμοίας ἔχειν μήτε φύσεις, τότε δὴ συγκαλέσαντες εἰς ἐκκλησίαν τὸ πλῆθος οἱ βουλευταὶ κατὰ φυλάς τε καὶ φράτρας ἀπέδωκαν αὐτῷ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖν, εἴτε βασιλεῖ βούλεται τὰ κοινὰ ἐπιτρέπειν εἴτε ἀρχαῖς ἐνιαυσίοις.οὐ μὴν ὅ γε δῆμος ἐφʼ ἑαυτῷ τὴν αἵρεσιν ἐποίησεν, ἀλλʼ ἀπέδωκε τοῖς βουλευταῖς τὴν διάγνωσιν ὡς ἀγαπήσων ὁποτέραν ἂν ἐκεῖνοι δοκιμάσωσι τῶν πολιτειῶν· τοῖς δὲ βασιλικὴν μὲν ἐδόκει καταστήσασθαι πολιτείαν ἅπασι, περὶ δὲ τοῦ μέλλοντος ἄρξειν στάσις ἐνέπιπτεν ἐξ ὁποτέρας ἔσται τάξεως. οἱ μὲν γὰρ ἐκ τῶν ἀρχαίων βουλευτῶν ᾤοντο δεῖν ἀποδειχθῆναι τὸν ἐπιτροπεύσοντα τὴν πόλιν, οἱ δʼ ἐκ τῶν ὕστερον ἐπεισαχθέντων, οὓς νεωτέρους ἐκάλουν.ἑλκομένης δʼ ἐπὶ πολὺ τῆς φιλονεικίας τελευτῶντες ἐπὶ τούτῳ συνέβησαν τῷ δικαίῳ, ὥστε δυεῖν θάτερον, ἢ τοὺς πρεσβυτέρους βουλευτὰς ἀποδεῖξαι βασιλέα σφῶν μὲν αὐτῶν μηδένα, τῶν δʼ ἄλλων ὃν ἂν ἐπιτηδειότατον εἶναι νομίσωσιν, ἢ τοὺς νεωτέρους τὸ αὐτὸ ποιῆσαι τοῦτο. δέχονται τὴν αἵρεσιν οἱ πρεσβύτεροι καὶ πόλλʼ ἐπὶ σφῶν αὐτῶν βουλευσάμενοι τάδʼ ἔγνωσαν· ἐπειδὴ τῆς ἡγεμονίας αὐτοὶ κατὰ τὰς συνθήκας ἀπηλαύνοντο μηδὲ τῶν ἐπεισελθόντων βουλευτῶν μηδενὶ προσθεῖναι τὴν ἀρχήν, ἀλλʼ ἐπακτόν τινα ἔξωθεν ἄνδρα καὶ μηδʼ ὁποτέροις προσθησόμενον, ὡς ἂν μάλιστα ἐξαιρεθείη τὸ στασιάζον,ἐξευρόντες ἀποδεῖξαι βασιλέα. ταῦτα βουλευσάμενοι προὐχειρίσαντο ἄνδρα γένους μὲν τοῦ Σαβίνων, υἱὸν δὲ Πομπιλίου Πόμπωνος ἀνδρὸς ἐπιφανοῦς κατʼ ὄνομα Νόμαν, χρὴ δὲ τὴν δευτέραν συλλαβὴν ἐκτείνοντας βαρυτονεῖν ἡλικίας τε τῆς φρονιμωτάτης ὄντα, τετταρακονταετίας γὰρ οὐ πολὺ ἀπεῖχε, καὶ ἀξιώσει μορφῆς βασιλικόν.ἦν δὲ αὐτοῦ καὶ κλέος μέγιστον οὐ παρὰ Κυρίταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς περιοίκοις ἐπὶ σοφίᾳ. ὡς δὲ τοῦτʼ ἔδοξεν αὐτοῖς συγκαλοῦσι τὸ πλῆθος εἰς ἐκκλησίαν, καὶ παρελθὼν ἐξ αὐτῶν ὁ τότε μεσοβασιλεὺς εἶπεν, ὅτι κοινῇ δόξαν ἅπασι τοῖς βουλευταῖς βασιλικὴν καταστήσασθαι πολιτείαν, κύριος γεγονὼς αὐτὸς τῆς διαγνώσεως τοῦ παραληψομένου τὴν ἀρχὴν βασιλέα τῆς πόλεως αἱρεῖται Νόμαν Πομπίλιον. καὶ μετὰ τοῦτο πρεσβευτὰς ἀποδείξας ἐκ τῶν πατρικίων ἀπέστειλε τοὺς παραληψομένους τὸν ἄνδρα ἐπὶ τὴν ἀρχὴν ἐνιαυτῷ τρίτῳ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Πυθαγόρας Λάκων.μέχρι μὲν δὴ τούτων οὐδὲν ἀντειπεῖν ἔχω πρὸς τοὺς ἐκδεδωκότας τὴν περὶ τὸν ἄνδρα τοῦτον ἱστορίαν, ἐν δὲ τοῖς ἑξῆς ἀπορῶ τί ποτε χρὴ λέγειν. πολλοὶ μὲν γάρ εἰσιν οἱ γράψαντες ὅτι Πυθαγόρου μαθητὴς ὁ Νόμας ἐγένετο καὶ καθʼ ὃν χρόνον ὑπὸ τῆς Ῥωμαίων πόλεως ἀπεδείχθη βασιλεὺς φιλοσοφῶν ἐν Κρότωνι διέτριβεν, ὁ δὲ χρόνος τῆς Πυθαγόρου ἡλικίας μάχεται πρὸς τὸν λόγον.οὐ γὰρ ὀλίγοις ἔτεσιν, ἀλλὰ καὶ τέτταρσι γενεαῖς ὅλαις ὕστερος ἐγένετο Πυθαγόρας Νόμα, ὡς ἐκ τῶν κοινῶν παρειλήφαμεν ἱστοριῶν. ὁ μὲν γὰρ ἐπὶ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος μεσούσης τὴν Ῥωμαίων βασιλείαν παρέλαβε, Πυθαγόρας δὲ μετὰ τὴν πεντηκοστὴν ὀλυμπιάδα διέτριψεν ἐν Ἰταλίᾳ.τούτου δʼ ἔτι μεῖζον ἔχω τεκμήριον εἰπεῖν ὑπὲρ τοῦ μὴ συμφωνεῖν τοὺς χρόνους ταῖς παραδεδομέναις ὑπὲρ τοῦ ἀνδρὸς ἱστορίαις, ὅτι καθʼ ὃν χρόνον ὁ Νόμας ἐπὶ τὴν βασιλείαν ἐκαλεῖτο ὑπὸ Ῥωμαίων οὔπω πόλις ἦν ἡ Κρότων· τέτταρσι γὰρ ὅλοις ὕστερον ἔτεσιν ἢ Νόμαν ἄρξαι Ῥωμαίων Μύσκελος αὐτὴν ἔκτισεν ἐνιαυτῷ τρίτῳ τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος. οὔτε δὴ Πυθαγόρᾳ τῷ Σαμίῳ συμφιλοσοφῆσαι τῷ μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸς ἦν τὸν Νόμαν οὔτʼ ἐν Κρότωνι διατρίβειν, ὅτʼ αὐτὸν ἐκάλουν ἐπὶ τὴν βασιλείαν Ῥωμαῖοι, τῇ