Ῥωμύλῳ μὲν οὖν δεινόν, ὥσπερ ἦν, τὸ περὶ τοὺς πρεσβευτὰς ἐφαίνετο πάθος καὶ ταχείας ἀφοσιώσεως δεόμενον, ὡς ἱεροῦ καταλυομένου νόμου. καὶ οὐδὲν ἔτι διαμελλήσας, ὡς εἶδεν ὀλιγωροῦντα τὸν Τάτιον αὐτὸς συνέλαβε τοὺς ἐνόχους τῷ ἄγει καὶδήσας παρέδωκε τοῖς πρεσβευταῖς ἀπάγειν. Τατίῳ δὲ θυμός τε εἰσέρχεται τῆς ὕβρεως, ἣν ὑπὸ τοῦ συνάρχοντος ᾐτιᾶτο ὑβρίσθαι κατὰ τὴν παράδοσιν τῶν ἀνδρῶν, καὶ οἶκτος τῶν ἀπαγομένων ʽἦν γὰρ καὶ συγγενής τις αὐτοῦ τῷ ἄγει ἔνοχοσʼ καὶ αὐτίκα τοὺς στρατιώτας ἀναλαβὼν ἐβοήθει διὰ τάχους ἐν ὁδῷ τε ὄντας τοὺς πρέσβεις καταλαβὼν ἀφείλετο τοὺςἀπαγομένους. χρόνου δὲ οὐ πολλοῦ διελθόντος, ὡς μέν τινες φασιν, ἅμα Ῥωμύλῳ παραγενόμενος εἰς τὸ Λαουίνιον ἕνεκα θυσίας, ἣν ἔδει τοῖς πατρῴοις θεοῖς ὑπὲρ τῆς πόλεως θῦσαι τοὺς βασιλεῖς, συστάντων ἐπʼ αὐτὸν τῶν ἑταίρων τε καὶ γένει προσηκόντων τοῖς ἀνῃρημένοις πρέσβεσιν ἐπὶ τῶν βωμῶν ταῖς μαγειρικαῖς σφαγίσι καὶ τοῖς βουπόροις ὀβελοῖς παιόμενος ἀποθνήσκει.ὡς δʼ οἱ περὶ Λικίννιον γράφουσιν οὐ μετὰ Ῥωμύλου παραγενόμενος οὐδὲ χάριν ἱερῶν, ἀλλὰ μόνος ὡς πείσων τοὺς ἀδικηθέντας ἀφεῖναι τοῖς δεδρακόσι τὴν ὀργήν, ἀγανακτήσαντος τοῦ πλήθους ἐπὶ τῷ μὴ παραδίδοσθαί σφισι τοὺς ἄνδρας, ὡς ὅ τε Ῥωμύλος ἐδικαίωσε καὶ ἡ τῶν Ῥωμαίων ἔκρινε βουλή, καὶ τῶν προσηκόντων τοῖς τεθνεῶσι κατὰ πλῆθος ὁρμησάντων ἐπʼ αὐτόν, ἀδύνατος ὢν ἔτι διαφυγεῖν τὴν ἐκ χειρὸς δίκην καταλευσθεὶς ὑπʼ αὐτῶν ἀποθνήσκει.Τάτιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχε τρία μὲν ἔτη πολεμήσας Ῥωμύλῳ, πέντε δὲ συνάρξας, θάπτεται δʼ εἰς Ῥώμην κομισθεὶς ἐντίμῳ ταφῇ καὶ χοὰς αὐτῷ καθʼ ἕκαστον ἐνιαυτὸν ἡ πόλις ἐπιτελεῖ δημοσίᾳ.Ῥωμύλος δὲ μόνος ἐπὶ τὴν ἀρχὴν τὸ δεύτερον καταστὰς τό τε ἄγος ἀφοσιοῦται τὸ περὶ τοὺς πρέσβεις γενόμενον προειπὼν τοῖς ἐργασαμένοις τὸ μύσος ὕδατος εἴργεσθαι καὶ πυρός ʽἐπεφεύγεσαν γὰρ ἐκ τῆς πόλεως ἅπαντες ἅμα τῷ τὸν Τάτιον ἀποθανεῖνʼ καὶ τῶν Λαουινιατῶν τοὺς συστάντας ἐπὶ τὸν Τάτιον δικαστηρίῳ παραδοὺς ἐκδοθέντας ὑπὸ τῆς πόλεως, ἐπειδὴ δικαιότερα ἐδόκουν λέγειν τὰ βίαια τιμωρησάμενοι τοῖς βιαίοις, ἀπέλυσε τῆς αἰτίας.ταῦτα διαπραξάμενος ἐπὶ τὴν Φιδηναίων ἐστράτευσε πόλιν ἀπὸ τετταράκοντα σταδίων τῆς Ῥώμης κειμένην, μεγάλην τε καὶ πολυάνθρωπον οὖσαν τότε. ἀγομένης γὰρ εἰς τὴν Ῥώμην ἀγορᾶς ἐν σκάφαις ποταμηγοῖς, ἣν Κρουστομερῖνοι πιεζομένοις ὑπὸ λιμοῦ Ῥωμαίοις ἀπέστειλαν, ὠσάμενοι κατὰ πλῆθος ἐπὶ τὰς σκάφας οἱ Φιδηναῖοι τήν τε ἀγορὰν διήρπασαν καὶ τῶν ἀνθρώπων τινὰς τῶν ἐπιβοηθούντων ἀπέκτειναν αἰτούμενοίτε δίκας οὐχ ὑπεῖχον. ἐφʼ οἷς ἀγανακτῶν ὁ Ῥωμύλος ἐνέβαλεν εἰς τὴν χώραν αὐτῶν πολλῇ στρατιᾷ καὶ γενόμενος ἀφθόνου λείας ἐγκρατὴς ἀπάγειν μὲν παρεσκευάζετο τὴν δύναμιν, ἐπεξελθόντων δὲ τῶν Φιδηναίων συνάπτει πρὸς αὐτοὺς μάχην. καρτεροῦ δὲ ἀγῶνος γενομένου καὶ πολλῶν πεσόντων ἀφʼ ἑκατέρων ἡσσηθέντες οἱ Φιδηναῖοι τρέπονται πρὸς φυγήν, ὁ δʼ ἐκ ποδὸς συνακολουθῶν αὐτοῖς συνεισπίπτει τοῖς φεύγουσιν εἰς τὸ τεῖχος.ἁλούσης δὲ τῆς πόλεως ἐξ ἐφόδου τιμωρησάμενος ἐξ αὐτῶν ὀλίγους καὶ φυλακὴν ἐν τῇ πόλει τριακοσίων ἀνδρῶν καταλιπὼν τῆς τε χώρας μοῖραν ἀποτεμόμενος, ἣν τοῖς σφετέροις διεῖλεν, ἀποικίαν ἐποίησε Ῥωμαίων καὶ ταύτην τὴν πόλιν, ἦν δὲ Ἀλβανῶν ἀπόκτισις κατὰ τὸν αὐτὸν οἰκισθεῖσα Νωμεντῷ τε καὶ Κρουστομερείᾳ χρόνον τριῶν ἀδελφῶν τῆς ἀποικίας ἡγησαμένων, ὧν ὁ πρεσβύτατος τὴν Φιδήνην ἔκτισεν.μετὰ τοῦτον τὸν πόλεμον ἐπὶ Καμερίνους ἐστράτευσεν ἐπιθεμένους τοῖς παρὰ σφίσιν ἐποίκοις, καθʼ ὃν χρόνον ἔκαμνεν ἡ Ῥωμαίων πόλις ὑπὸ νόσου λοιμικῆς· ᾗ δὴ μάλιστα ἐπαρθέντες οἱ Καμερῖνοι καὶ νομίσαντες ἄρδην τὸ Ῥωμαίων διαφθαρήσεσθαι γένος ὑπὸ τῆς συμφορᾶς τοὺς μὲν ἀπέκτειναν τῶν ἐποίκων, τοὺς δʼ ἐξέβαλον.ἀνθʼ ὧν τιμωρούμενος αὐτοὺς ὁ Ῥωμύλος, ἐπειδὴ τὸ δεύτερον ἐκράτησε τῆς πόλεως, τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοῖς δὲ στρατιώταις διαρπάσαι τὴν πόλιν ἐφῆκε, τῆς τε χώρας τὴν ἡμίσειαν ἀποτεμόμενος ἔξω τῆς πρότερον τοῖς κληρούχοις δοθείσης καὶ φρουρὰν ἀξιόχρεων καταλιπών, ὡς μηδὲν ἔτι παρακινῆσαι τοὺς ἔνδον, ἀπῆγε τὴν δύναμιν. ἐκ ταύτης τῆς στρατείας καὶ δεύτερον θρίαμβον κατήγαγε καὶ ἀπὸ τῶν λαφύρων τέθριππον χαλκοῦν ἀνέθηκε τῷ Ἡφαίστῳ καὶ παρʼ αὐτῷ τὴν ἰδίαν ἀνέστησεν εἰκόνα ἐπιγράψας Ἑλληνικοῖς γράμμασι τὰς ἑαυτοῦ πράξεις.τρίτος αὐτῷ συνέστη πόλεμος πρὸς ἔθνους Τυρρηνικοῦ τὴν μεγίστην ἰσχὺν ἔχουσαν τότε πόλιν, ἣ καλεῖται μὲν Οὐιοί, ἀπέχει δὲ τῆς Ῥώμης ἀμφὶ τοὺς ἑκατὸν σταδίους, κεῖται δʼ ἐφʼ ὑψηλοῦ σκοπέλου καὶ περιρρῶγος μέγεθος ἔχουσα ὅσον Ἀθῆναι. ἐποιήσαντο δʼ οἱ Οὐιεντανοὶ τοῦ πολέμου πρόφασιν τὴν τῆς Φιδήνης ἅλωσιν καὶ πρέσβεις ἀποστείλαντες ἐκέλευον Ῥωμαίοις ἐξάγειν ἐκ τῆς πόλεως τὴν φρουρὰν καὶ τὴν χώραν, ἣν κατεῖχον ἀφελόμενοι τοὺς Φιδηναίους, ἀποδιδόναι τοῖς ἐξ ἀρχῆς κυρίοις. ὡς δʼ οὐκ ἔπειθον ἐλάσαντες πολλῇ στρατιᾷ πλησίον τῆς Φιδήνης ἐν ἀπόπτῳ τίθενται τὸν χάρακα.