ἐκ δὲ τῆς Ῥεατίνης ἀποικίας ἀποστείλαντας ἄλλας τε πόλεις κτίσαι πολλάς, ἐν αἷς οἰκεῖν ἀτειχίστοις, καὶ δὴ καὶ τὰς προσαγορευομένας Κύρεις· χώραν δὲ κατασχεῖν τῆς μὲν Ἀδριανῆς θαλάττης ἀπέχουσαν ἀμφὶ τοὺς ὀγδοήκοντα καὶ διακοσίους σταδίους, τῆς δὲ Τυρρηνικῆς τετταράκοντα πρὸς διακοσίοις· μῆκος δὲ αὐτῆς εἶναί φησιν ὀλίγῳμεῖον σταδίων χιλίων. ἔστι δέ τις καὶ ἄλλος ὑπὲρ τῶν Σαβίνων ἐν ἱστορίαις ἐπιχωρίοις λεγόμενος λόγος, ὡς Λακεδαιμονίων ἐποικησάντων αὐτοῖς καθʼ ὃν χρόνον ἐπιτροπεύων Εὔνομον τὸν ἀδελφιδοῦν Λυκοῦργος ἔθετο τῇ Σπάρτῃ τοὺς νόμους. ἀχθομένους γάρ τινας τῇ σκληρότητι τῆς νομοθεσίας καὶ διαστάντας ἀπὸ τῶν ἑτέρων οἴχεσθαι τὸ παράπαν ἐκ τῆς πόλεως· ἔπειτα διὰ πελάγους πολλοῦ φερομένους εὔξασθαι τοῖς θεοῖς ʽπόθον γάρ τινα ὑπελθεῖν αὐτοὺς ὁποιασδήποτε γῆσʼ εἰς ἣν ἂν ἔλθωσι πρώτην, ἐν ταύτῃκατοικήσειν. καταχθέντας δὲ τῆς Ἰταλίας περὶ τὰ καλούμενα Πωμεντῖνα πεδία τό τε χωρίον, ἐν ᾧ πρῶτον ὡρμίσαντο, Φορωνίαν ἀπὸ τῆς πελαγίου φορήσεως ὀνομάσαι καὶ θεᾶς ἱερὸν ἱδρύσασθαι Φορωνίας, ᾗ τὰς εὐχὰς ἔθεντο· ἣν νῦν ἑνὸς ἀλλαγῇ γράμματος Φερωνίαν καλοῦσιν. ἐκεῖθεν δʼ ὁρμηθέντας αὐτῶν τινας συνοίκους τοῖς Σαβίνοις γενέσθαι· καὶ διὰ τοῦτο πολλὰ τῶν νομίμων εἶναι Σαβίνων Λακωνικά, μάλιστα δὲ τὸ φιλοπόλεμόν τε καὶ τὸ λιτοδίαιτον καὶ παρὰ πάντα τὰ ἔργα τοῦ βίου σκληρόν. ὑπὲρ μὲν δὴ τοῦ Σαβίνων γένους ταῦθʼ ἱκανά.οἱ δὲ περὶ τὸν Ῥωμύλον καὶ Τάτιον τήν τε πόλιν εὐθὺς ἐποίουν μείζονα προσθέντες ἑτέρους αὐτῇ δύο λόφους, τόν τε Κυρίνιον κληθέντα καὶ τὸν Καίλιον, καὶ διελόμενοι τὰς οἰκήσεις χωρὶς ἀλλήλων δίαιταν ἐν τοῖς ἰδίοις ἑκάτεροι χωρίοις ἐποιοῦντο, Ῥωμύλος μὲν τὸ Παλάτιον κατέχων καὶ τὸ Καίλιον ὄρος· ἔστι δὲ τῷ Παλατίῳ προσεχές· Τάτιος δὲ τὸν Καπιτωλῖνον, ὅνπερ ἐξ ἀρχῆς κατέσχε, καὶ τὸν Κυρίνιονὄχθον. τὸ δʼ ὑποκείμενον τῷ Καπιτωλίῳ πεδίον ἐκκόψαντες τὴν ἐν αὐτῷ πεφυκυῖαν ὕλην καὶ τῆς λίμνης, ἣ δὴ διὰ τὸ κοῖλον εἶναι τὸ χωρίον ἐπλήθυε τοῖς κατιοῦσιν ἐκ τῶν ὀρῶν νάμασι, τὰ πολλὰ χώσαντες ἀγορὰν αὐτόθι κατεστήσαντο, ᾗ καὶ νῦν ἔτι χρώμενοι Ῥωμαῖοι διατελοῦσι, καὶ τὰς συνόδους ἐνταῦθα ἐποιοῦντο ἐν Ἡφαίστου χρηματίζοντες ἱερῷμικρὸν ἐπανεστηκότι τῆς ἀγορᾶς. ἱερά τε ἱδρύσαντο καὶ βωμοὺς καθιέρωσαν οἷς ηὔξαντο κατὰ τὰς μάχας θεοῖς, Ῥωμύλος μὲν ὀρθωσίῳ Διὶ παρὰ ταῖς καλουμέναις Μουγωνίσι πύλαις, αἳ φέρουσιν εἰς τὸ Παλάτιον ἐκ τῆς ἱερᾶς ὁδοῦ, ὅτι τὴν στρατιὰν αὐτοῦ φυγοῦσαν ἐποίησεν ὁ θεὸς ὑπακούσας ταῖς εὐχαῖς στῆναί τε καὶ πρὸς ἀλκὴν τραπέσθαι· Τάτιος δὲ Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Κρόνῳ καὶ Ῥέᾳ, πρὸς δὲ τούτοις Ἑστίᾳ καὶ Ἡφαίστῳ καὶ Ἀρτέμιδι καὶ Ἐνυαλίῳ καὶ ἄλλοις θεοῖς, ὧν χαλεπὸν ἐξειπεῖν Ἑλλάδι γλώττῃ τὰ ὀνόματα, ἐν ἁπάσαις τε ταῖς κουρίαις Ἥρᾳ τραπέζας ἔθετο κυριτίδι λεγομένῃ, αἳ καὶ εἰς τόδε χρόνου κεῖνται.ἔτη μὲν οὖν πέντε συνεβασίλευσαν ἀλλήλοις ὑπὲρ οὐδενὸς διαφερόμενοι χρήματος, ἐν οἷς κοινὴν πρᾶξιν ἀπεδείξαντο τὴν ἐπὶ Καμερίνους στρατείαν. λῃστήρια γὰρ ἐκπέμποντες οἱ Καμερῖνοι καὶ πολλὰ τὴν χώραν αὐτῶν κακοῦντες οὐ συνέβαινον ἐπὶ δίκην πολλάκις ὑπʼ αὐτῶν καλούμενοι· οὓς ἐκ παρατάξεώς τε νικήσαντες ʽἐχώρησαν γὰρ αὐτοῖς ὁμόσἐ καὶ μετὰ ταῦτα ἐκ τειχομαχίας κατὰ κράτος ἑλόντες ὅπλα μὲν ἀφείλοντο καὶ χώρας ἐζημίωσαν τῇ τρίτῃ μερίδι· ἣν τοῖς σφετέροις διεῖλον. τῶν δὲ Καμεριναίων τοὺς ἐποίκους λυμαινομένων τῇ τρίτῃ ἡμέρᾳ ἐπεξελθόντεςκαὶ τρεψάμενοι αὐτούς, τὰ μὲν αὐτῶν ἅπαντα τοῖς σφετέροις πολίταις διεῖλον, αὐτοὺς δὲ τοὺς ἀνθρώπους ὁπόσοι ἐβούλοντο ἐν Ῥώμῃ κατοικεῖν εἴασαν. ἐγένοντο δʼ ὡς τετρακισχίλιοι, οὓς ταῖς φράτραις ἐπεμέρισαν, καὶ τὴν πόλιν αὐτῶν ἀποικίαν Ῥωμαίων ἐποίησαν. ἦν δὲ Ἀλβανῶν ἀπόκτισις ἡ Καμερία πολλοῖς χρόνοις ἀποσταλεῖσα πρότερον τῆς Ῥώμης· τὸ δʼ ἀρχαῖον Ἀβοριγίνων οἴκησις ἐν τοῖς πάνυ ἐπιφανής.ἐνιαυτῷ δὲ ἕκτῳ περιίσταται πάλιν εἰς ἕνα Ῥωμύλον ἡ τῆς πόλεως ἀρχὴ Τατίου τελευτήσαντος ἐξ ἐπιβουλῆς, ἣν συνέστησαν ἐπʼ αὐτῷ Λαουινιατῶν οἱ κορυφαιότατοι συμφρονήσαντες ἀπὸ τοιαύτης αἰτίας· τῶν ἑταίρων τινὲς τοῦ Τατίου λῃστήριον ἐξαγαγόντες εἰς τὴν Λαουινιατῶν χώραν χρήματά τε αὐτῶν ἥρπασαν πολλὰ καὶ βοσκημάτων ἀπήλασαν ἀγέλας, τῶν δʼ ἐπιβοηθούντων οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐτραυμάτισαν.ἀφικομένης δὲ πρεσβείας παρὰ τῶν ἠδικημένων καὶ τὰ δίκαια ἀπαιτούσης ὁ μὲν Ῥωμύλος ἐδικαίωσε παραδοῦναι τοὺς δράσαντας τοῖς ἀδικηθεῖσιν ἀπάγειν, ὁ δὲ Τάτιος τῶν ἑταίρων περιεχόμενος οὐκ ἠξίου πρὸ δίκης τινὰς ὑπʼ ἐχθρῶν ἄγεσθαι καὶ ταῦτα πολίτας ὄντας ὑπὸ ξένων· δικάζεσθαι δʼ αὐτοῖς ἐκέλευε τοὺς ἠδικῆσθαι λέγοντας εἰς Ῥώμην ἀφικομένους.οἱ μὲν δὴ πρέσβεις οὐδὲν εὑρόμενοι τῶν δικαίων ἀγανακτοῦντες ἀπῄεσαν, ἀκολουθήσαντες δʼ αὐτοῖς τῶν Σαβίνων τινὲς ὑπʼ ὀργῆς, ἐσκηνωμένοις παρὰ τὴν ὁδόν ʽἑσπέρα γὰρ αὐτοὺς κατέλαβενʼ ἐπιτίθενται καθεύδουσι καὶ τά τε χρήματʼ αὐτοὺς ἀφαιροῦνται καὶ ὁπόσους ἐν ταῖς κοίταις ἔτι κατέλαβον ἀποσφάττουσιν, ὅσοις δὲ ταχεῖα τῆς ἐπιβουλῆς αὐτῶν αἴσθησις ἐγένετο καὶ τοῦ διαφυγεῖν δύναμις εἰς τὴν πόλιν ἀφικνοῦνται. μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.