τάφου τε γὰρ ἔνθα ἔπεσεν ἠξίωται τὸν ἱερώτατον τῆς πόλεως κατέχουσα λόφον, καὶ χοὰς αὐτῇ Ῥωμαῖοι καθʼ ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦσι, ʽλέγω δὲ ἃ Πείσων γράφεἰ ὧν οὐδενὸς εἰκὸς αὐτήν, εἰ προδιδοῦσα τὴν πατρίδα τοῖς πολεμίοις ἀπέθανεν, οὔτε παρὰ τῶν προδοθέντων οὔτε παρὰ τῶν ἀποκτεινάντων τυχεῖν, ἀλλὰ καὶ εἴ τι λείψανον αὐτῆς ἦν τοῦ σώματος ἀνασκαφὲν ἔξω ῥιφῆναι σὺν χρόνῳ φόβου τε καὶ ἀποτροπῆς ἕνεκα τῶν μελλόντων τὰ ὅμοια δρᾶν. ἀλλʼ ὑπὲρ μὲν τούτων κρινέτω τις ὡς βούλεται.ὁ δὲ Τάτιος καὶ οἱ Σαβῖνοι φρουρίου γενόμενοι καρτεροῦ κύριοι καὶ τὰ πλεῖστα τῆς Ῥωμαίων ἀποσκευῆς ἀμοχθεὶ παρειληφότες ἐκ τοῦ ἀσφαλοῦς ἤδη τὸν πόλεμον διέφερον. πολλαὶ μὲν οὖν αὐτῶν ἐγίνοντο καὶ διὰ πολλὰς προφάσεις παρεστρατοπεδευκότων ἀλλήλοις διʼ ὀλίγου πεῖραί τε καὶ συμπλοκαὶ οὔτε κατορθώματα μεγάλα ἑκατέρῳ φέρουσαι τῶν στρατευμάτων οὔτε τὰ σφάλματα, μέγισται δʼ ἐκ παρατάξεως ὅλαις ταῖς δυνάμεσι πρὸς ἀλλήλας μάχαι διτταὶ καὶ φόνος ἑκατέρων πολύς.ἑλκομένου δὴ τοῦ χρόνου γνώμην ἀμφότεροι τὴν αὐτὴν ἔσχον ὁλοσχερεῖ κρῖναι τὸν ἀγῶνα μάχῃ, καὶ προελθόντες εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἡγεμόνες τε ἄριστοι τὰ πολέμια καὶ στρατιῶται πολλῶν ἐθάδες ἀγώνων ἄξια λόγου ἔργʼ ἀπεδείκνυντο ἐπιόντες τʼ ἀλλήλοις καὶ τοὺς ἐπιόντας δεχόμενοι καὶ ἐξ ὑποστροφῆς εἰς ἴσον αὖθις καθιστάμενοι.οἱ δʼ ἐπὶ τῶν ἐρυμάτων ἑστῶτες ἰσορρόπου θεαταὶ ἀγῶνος καὶ θαμινὰ ἑκατέρωσε μεταπίπτοντος τῷ μὲν κατορθοῦντι τῶν σφετέρων ἐπικελεύσει τε καὶ παιανισμῷ πολλὴν ἐποίουν τὴν εἰς τὸ εὔψυχον ἐπίδοσιν, τῷ δὲ κάμνοντι καὶ διωκομένῳ δεήσεις τε καὶ οἰμωγὰς προϊέμενοι κωλυταὶ τοῦ εἰς τέλος ἀνάνδρου ἐγίνοντο· ὑφʼ ὧν ἀμφοτέρων ἠναγκάζοντο καὶ παρὰ δύναμιν ὑπομένειν τὰ δεινά. ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτω διενέγκαντες ἀγχωμάλως τὴν μάχην, σκότους ὄντος ἤδη ἄσμενοι εἰς τοὺς οἰκείους ἑκάτεροι χάρακας ἀπηλλάσσοντο.ταῖς δʼ ἑξῆς ἡμέραις ταφὰς ποιησάμενοι τῶν νεκρῶν καὶ τοὺς κεκμηκότας ὑπὸ τραυμάτων ἀνακτησάμενοι δυνάμεις τε παρασκευάσαντες ἄλλας, ἐπειδὴ ἔδοξεν αὐτοῖς αὖθις ἑτέραν συνάψαι μάχην, εἰς τὸ αὐτὸ τῷ προτέρῳ χωρίον συνελθόντες ἄχρι νυκτὸς ἐμάχοντο.ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων ἀμφοτέροις ἐπικρατούντων τοῖς κέρασιν, ʽεἶχε δὲ τοῦ δεξιοῦ τὴν ἡγεμονίαν αὐτὸς ὁ Ῥωμύλος, τοῦ δὲ ἀριστεροῦ Λοκόμων ὁ Τυρρηνόσʼ τοῦ δὲ μέσου μηδέπω κρίσιν ἔχοντος, ὁ κωλύσας τὴν εἰς τέλος τῶν Σαβίνων ἧτταν καὶ εἰς ἀντίπαλα καταστήσας αὖθις τὰ λειπόμενα τοῖς νικῶσιν εἷς ἀνὴρ ἐγένετο Μέττιος Κούρτιος ὄνομα, ῥώμην τε σώματος πολὺς ἀνήρ, καὶ κατὰ χεῖρα γενναῖος, μάλιστα δʼ ἐπὶ τῷ μηδένα ὀκνεῖν φόβον ἢκίνδυνον εὐδοκιμῶν. οὗτος δʼ ἐτάχθη μὲν ἡγεῖσθαι τῶν κατὰ μέσην ἀγωνιζομένων τὴν φάλαγγα καὶ τοὺς ἀντιτεταγμένους ἐνίκα, βουληθεὶς δὲ καὶ τὰ κέρατα τῶν Σαβίνων μοχθοῦντα ἤδη καὶ ἐξωθούμενα εἰς τὸ ἴσον καταστῆσαι, παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἐδίωκε τοὺς φεύγοντας τῶν πολεμίων ἐσκεδασμένους καὶ μέχρι τῶν πυλῶν αὐτοὺς ἤλασεν, ὥστε ἠναγκάσθη καταλιπὼν ἡμιτελῆ τὴν νίκην ὁ Ῥωμύλος ἐπιστρέψαι τε καὶ ἐπὶ τὰ νικῶντα τῶν πολεμίων ὤσασθαι μέρη.τὸ μὲν δὴ κάμνον τῶν Σαβίνων μέρος ἐν τῷ ἴσῳ πάλιν ἦν ἀπελθούσης τῆς μετὰ Ῥωμύλου δυνάμεως, ὁ δὲ κίνδυνος ἅπας περὶ τὸν Κούρτιον καὶ τοὺς σὺν ἐκείνῳ νικῶντας ἐγεγόνει. χρόνον μὲν οὖν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὺς Ῥωμαίους λαμπρῶς ἠγωνίσαντο, ἔπειτα πολλῶν ἐπʼ αὐτοὺς συνιόντων ἐνέκλινάν τε καὶ διέσωζον ἑαυτοὺς ἐπὶ τὸν χάρακα, πολλὴν τοῦ Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένως, ἀλλὰ βάδην ἀποχωρεῖν ἀσφάλειαν.αὐτὸς γὰρ εἱστήκει μαχόμενος καὶ τὸν Ῥωμύλον ἐπιόντα ἐδέχετο, γίνεταί τε τῶν ἡγεμόνων αὐτῶν συμπεσόντων ἀλλήλοις μέγας καὶ καλὸς ἀγών. ἔξαιμος δὲ ὢν ἤδη καὶ καταβελὴς ὁ Κούρτιος ὑπῄει κατʼ ὀλίγον, καὶ αὐτὸν ἐκ τῶν κατόπιν ὑπεδέχετο λίμνη βαθεῖα, ἣν περιελθεῖν μὲν χαλεπὸν ἦν περικεχυμένων πανταχόθεν τῶν πολεμίων, διελθεῖν δὲ ὑπό τε ἰλύος πλήθους, ἣν τὰ πέριξ τέλματα εἶχε, καὶ βάθους ὕδατος τοῦ κατὰ μέσην αὐτὴν συνεστῶτος ἄπορον.ταύτῃ πλησιάσας ἔρριψεν ἑαυτὸν εἰς τὸ νᾶμα σὺν τοῖς ὅπλοις, καὶ ὁ Ῥωμύλος ὡς αὐτίκα δὴ τοῦ ἀνδρὸς ἐν τῇ λίμνῃ διαφθαρησομένου ʽκαὶ ἅμα ἀδύνατον ἦν κατὰ τέλματός τε αὐτὸν καὶ διʼ ὕδατος πολλοῦ διώκεινʼ ἐπὶ τοὺς ἄλλους Σαβίνους τρέπεται· ὁ δὲ Κούρτιος πολλὰ μοχθήσας σὺν χρόνῳ σώζεταί τε ἐκ τῆς λίμνης τὰ ὅπλα ἔχων καὶ εἰς τὸν χάρακα ἀπάγεται. οὗτος ὁ τόπος ἀνακέχωσται μὲν ἤδη, καλεῖται δʼ ἐξ ἐκείνου τοῦ πάθους Κούρτιος λάκκος ἐν μέσῳ μάλιστα ὢν τῆς Ῥωμαίων ἀγορᾶς.Ῥωμύλος δὲ τοὺς ἄλλους διώκων ἐγγὺς γενόμενος τοῦ Καπιτωλίου καὶ πολλὰς ἐλπίδας ἔχων αἱρήσειν τὸ φρούριον ἄλλοις τε πολλοῖς τραύμασι καταπονηθεὶς καὶ δὴ καὶ λίθου πληγῇ ἐξαισίῳ κατὰ κροτάφου ἐνεχθέντος ἐκ τῶν ἄνωθεν κακωθείς, αἴρεταί τε πρὸς τῶν παρόντων ἡμιθανὴς καὶ εἰς τὸτεῖχος ἀποφέρεται. τοῖς δὲ Ῥωμαίοις δέος ἐμπίπτει τὸν ἡγεμόνα οὐκέτι ὁρῶσι, καὶ τρέπεται τὸ δεξιὸν κέρας εἰς φυγήν· οἱ δʼ ἐν τῷ εὐωνύμῳ ταχθέντες ἅμα τῷ Λοκόμωνι τέως μὲν ἀντεῖχον ὑπὸ τοῦ ἡγεμόνος ἀναθαρρρυνόμενοι, λαμπροτάτου τὰ πολέμια ἀνδρὸς καὶ πλεῖστα ἔργα κατὰ τοῦτον τὸν πόλεμον ἀποδειξαμένου· ἐπεὶ δὲ κἀκεῖνος ἐλασθεὶς διὰ τῶν πλευρῶν σαυνίῳ τῆς δυνάμεως ὑπολιπούσης ἔπεσεν οὐδʼ αὐτοὶ διέμειναν, φυγὴ δὲ μετὰ τοῦτο πάντων αὐτῶν ἐγίνετο, καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἐδίωκον ἄχρι τῆς πόλεως.