ἐν μὲν τοῖς ὀθνείοις πολέμοις τὸ διὰ τῶν ὅπλων κράτος, τοῦτο δὲ τόλμῃ παραγίνεσθαι καὶ μελέτῃ, ἐν δὲ ταῖς ἐμφυλίοις ταραχαῖς τὴν τῶν πολιτευομένων ὁμοφροσύνην, ταύτην δὲ τὸν σώφρονα καὶ δίκαιον ἑκάστου βίον ἀπέφηνεν ἱκανώτατον ὄντα τῷ κοινῷ παρασχεῖν.τοὺς δὴ τὰ πολέμιά τε ἀσκοῦντας καὶ τὰ τῶν ἐπιθυμιῶν κρατοῦντας ἄριστα κοσμεῖν τὰς ἑαυτῶν πατρίδας τείχη τε ἀνάλωτα τῷ κοινῷ καὶ καταγωγὰς τοῖς ἑαυτῶν βίοις ἀσφαλεῖς τούτους εἶναι τοὺς παρασκευαζομένους· μαχητὰς δέ γε καὶ δικαίους ἄνδρας καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύοντας τὸ τῆς πολιτείας σχῆμα ποιεῖν τοῖς φρονίμως αὐτὸ καταστησαμένοις, μαλθακούς τε αὖ καὶ πλεονέκτας καὶ δούλους αἰσχρῶν ἐπιθυμιῶν τὰ πονηρὰἐπιτηδεύματα ἐπιτελεῖν. ἔφη τε παρὰ τῶν πρεσβυτέρων καὶ διὰ πολλῆς ἱστορίας ἐληλυθότων ἀκούειν, ὅτι πολλαὶ μὲν ἀποικίαι μεγάλαι καὶ εἰς εὐδαίμονας ἀφικόμεναι τόπους, αἱ μὲν αὐτίκα διεφθάρησαν εἰς στάσεις ἐμπεσοῦσαι, αἱ δʼ ὀλίγον ἀντισχοῦσαι χρόνον ὑπήκοοι τοῖς πλησιοχώροις ἠναγκάσθησαν γενέσθαι καὶ ἀντὶ κρείττονος χώρας, ἣν κατέσχον, τὴν χείρονα τύχην διαλλάξασθαι δοῦλαι ἐξ ἐλευθέρων γενόμεναι· ἕτεραι δʼ ὀλιγάνθρωποι καὶ εἰς χωρία οὐ πάνυ σπουδαῖα παραγενόμεναι ἐλεύθεραι μὲν πρῶτον, ἔπειτα δʼ ἑτέρων ἄρχουσαι διετέλεσαν· καὶ οὔτε ταῖς εὐπραγίαις τῶν ὀλίγων οὔτε ταῖς δυστυχίαις τῶν πολλῶν ἕτερόν τι ἢ τὸ τῆς πολιτείας σχῆμα ὑπάρχειν αἴτιον.εἰ μὲν οὖν μία τις ἦν παρὰ πᾶσιν ἀνθρώποις βίου τάξις ἡ ποιοῦσα εὐδαίμονας τὰς πόλεις, οὐ χαλεπὴν ἂν γενέσθαι σφίσι τὴν αἵρεσιν αὐτῆς· νῦν δʼ ἔφη πολλὰς πυνθάνεσθαι τὰς κατασκευὰς παρʼ Ἕλλησί τε καὶ βαρβάροις ὑπαρχούσας, τρεῖς δʼ ἐξ ἁπασῶν ἐπαινουμένας μάλιστα ὑπὸ τῶν χρωμένων ἀκούειν, καὶ τούτων οὐδεμίαν εἶναι τῶν πολιτειῶν εἰλικρινῆ, προσεῖναι δέ τινας ἑκάστῃ κῆρας συμφύτους, ὥστε χαλεπὴν αὐτῶν εἶναι τὴν αἵρεσιν. ἠξίου τε αὐτοὺς βουλευσαμένους ἐπὶ σχολῆς εἰπεῖν εἴτε ὑφʼ ἑνὸς ἄρχεσθαι θέλουσιν ἀνδρὸς εἴτε ὑπʼ ὀλίγων εἴτε νόμους καταστησάμενοι πᾶσιν ἀποδοῦναι τὴν τῶν κοινῶν προστασίαν.ἐγὼ δʼ ὑμῖν, ἔφη, πρὸς ἣν ἂν καταστήσησθε πολιτείαν εὐτρεπὴς καὶ οὔτε ἄρχειν ἀπαξιῶ οὔτε ἄρχεσθαι ἀναίνομαι. τιμῶν δέ, ἅς μοι προσεθήκατε ἡγεμόνα με πρῶτον ἀποδείξαντες τῆς ἀποικίας, ἔπειτα καὶ τῇ πόλει τὴν ἐπωνυμίαν ἐπʼ ἐμοῦ θέντες, ἅλις ἔχω. ταύτας γὰρ οὔτε πόλεμος ὑπερόριος οὔτε στάσις ἐμφύλιος οὔτε ὁ πάντα μαραίνων τὰ καλὰ χρόνος ἀφαιρήσεταί με οὔτε ἄλλη τύχη παλίγκοτος οὐδεμία· ἀλλὰ καὶ ζῶντι καὶ τὸν βίον ἐκλιπόντι τούτων ὑπάρξει μοι τῶν τιμῶν παρὰ πάντα τὸν λοιπὸν αἰῶνα τυγχάνειν.τοιαῦτα μὲν ὁ Ῥωμύλος ἐκ διδαχῆς τοῦ μητροπάτορος, ὥσπερ ἔφην, ἀπομνημονεύσας ἐν τοῖς πλήθεσιν ἔλεξεν. οἱ δὲ βουλευσάμενοι κατὰ σφᾶς αὐτοὺς ἀποκρίνονται τοιάδε· ἡμεῖς πολιτείας μὲν καινῆς οὐδὲν δεόμεθα, τὴν δʼ ὑπὸ τῶν πατέρων δοκιμασθεῖσαν εἶναι κρατίστην παραλαβόντες οὐ μετατιθέμεθα γνώμῃ τε ἑπόμενοι τῶν παλαιοτέρων, οὺς ἀπὸ μείζονος οἰόμεθα φρονήσεως αὐτὴν καταστήσασθαι, καὶ τύχῃ ἀρεσκόμενοι. οὐ γὰρ τήνδε μεμψαίμεθʼ ἂν εἰκότως, ἣ παρέσχεν ἡμῖν βασιλευομένοις τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίαν τε καὶ ἄλλων ἀρχήν.περὶ μὲν δὴ πολιτείας ταῦτα ἐγνώκαμεν· τὴν δὲ τιμὴν ταύτην οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἢ σοὶ προσήκειν ὑπολαμβάνομεν τοῦ τε βασιλείου γένους ἕνεκα καὶ ἀρετῆς, μάλιστα δʼ ὅτι τῆς ἀποικίας ἡγεμόνι κεχρήμεθά σοι καὶ πολλὴν συνίσμεν δεινότητα, πολλὴν δὲ σοφίαν, οὐ λόγῳ μᾶλλον ἢ ἔργῳ μαθόντες. ταῦτα ὁ Ῥωμύλος ἀκούσας ἀγαπᾶν μὲν ἔφη βασιλείας ἄξιος ὑπʼ ἀνθρώπων κριθείς· οὐ μέντοι γε λήψεσθαι τὴν τιμὴν πρότερον, ἐὰν μὴ καὶ τὸ δαιμόνιον ἐπιθεσπίσῃ διʼ οἰωνῶν αἰσίων.ὡς δὲ κἀκείνοις ἦν βουλομένοις προειπὼν ἡμέραν, ἐν ᾗ διαμαντεύσασθαι περὶ τῆς ἀρχῆς ἔμελλεν, ἐπειδὴ καθῆκεν ὁ χρόνος ἀναστὰς περὶ τὸν ὄρθρον ἐκ τῆς σκηνῆς προῆλθεν· στὰς δὲ ὑπαίθριος ἐν καθαρῷ χωρίῳ καὶ προθύσας ἃ νόμος ἦν εὔχετο Διί τε βασιλεῖ καὶ τοῖς ἄλλοις θεοῖς, οὓς ἐποιήσατο τῆς ἀποικίας ἡγεμόνας, εἰ βουλομένοις αὐτοῖς ἐστι βασιλεύεσθαι τὴν πόλιν ὑφʼ ἑαυτοῦ, σημεῖα οὐράνια φανῆναι καλά.μετὰ δὲ τὴν εὐχὴν ἀστραπὴ διῆλθεν ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά. τίθενται δὲ Ῥωμαῖοι τὰς ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ ἀστραπὰς αἰσίους, εἴτε παρὰ Τυρρηνῶν διδαχθέντες, εἴτε πατέρων καθηγησαμένων κατὰ τοιόνδε· τινά, ὡς ἐγὼ πείθομαι, λογισμόν, ὅτι καθέδρα μέν ἐστι καὶ στάσις ἀρίστη τῶν οἰωνοῖς μαντευομένων ἡ βλέπουσα πρὸς ἀνατολάς, ὅθεν ἡλίου τε ἀναφοραὶ γίνονται καὶ σελήνης καὶ ἀστέρων πλανήτων τε καὶ ἀπλανῶν, ἥ τε τοῦ κόσμου περιφορά, διʼ ἣν τοτὲ μὲν ὑπὲρ γῆς ἅπαντα τὰ ἐν αὐτῷ γίνεται, τοτὲ δὲ ὑπὸ γῆς, ἐκεῖθεν ἀρξαμένη τὴν ἐγκύκλιον ἀποδίδωσι κίνησιν.τοῖς δὲ πρὸς ἀνατολὰς βλέπουσιν ἀριστερὰ μὲν γίνεται τὰ πρὸς τὴν ἄρκτον ἐπιστρέφοντα μέρη, δεξιὰ δὲ τὰ πρὸς μεσημβρίαν φέροντα· τιμιώτερα δὲ τὰ πρότερα πέφυκεν εἶναι τῶν ὑστέρων. μετεωρίζεται γὰρ ἀπὸ τῶν βορείων μερῶν ὁ τοῦ ἄξονος πόλος, περὶ ὃν ἡ τοῦ κόσμου στροφὴ γίνεται, καὶ τῶν πέντε κύκλων τῶν διεζωκότων τὴν σφαῖραν ὁ καλούμενος ἀρκτικὸς ἀεὶ τῇδε φανερός· ταπεινοῦται δʼ ἀπὸ τῶν νοτίων ὁ καλούμενος ἀνταρκτικὸς κύκλος ἀφανὴς κατὰ τοῦτο τὸ μέρος.