συνέθυόν τε τοῖς ἱερεῦσιν οἱ φρατριεῖς τὰς ἀπομερισθείσας αὐτοῖς θυσίας καὶ συνειστιῶντο κατὰ τὰς ἑορτὰς ἐπὶ τῆς φρατριακῆς ἑστίας· ἑστιατόριον γὰρ ἦν κατεσκευασμένον ἑκάστῃ φράτρᾳ καὶ ἐν αὐτῷ καθωσίωτό τις, ὥσπερ ἐν τοῖς Ἑλληνικοῖς πρυτανείοις, ἑστία κοινὴ τῶν φρατριῶν. ὄνομα δὲ καὶ τοῖς ἑστιατορίοις ἦν, ὅπερ ταῖς φράτραις, κουρίαι καὶ μέχρις ἡμῶν οὕτω καλοῦνται.τοῦτο τὸ πολίτευμα δοκεῖ μοι λαβεῖν ἐκ τῆς Λακεδαιμονίων ἀγωγῆς τῆς περὶ τὰ φιδίτια κατʼ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ἣν Λυκοῦργος εἰσηγήσασθαι δοκεῖ παρὰ Κρητῶν μαθών, καὶ μεγάλα τὴν πόλιν ὠφελῆσαι ἐν εἰρήνῃ μὲν εἰς εὐτέλειαν ἄγων τοὺς βίους καὶ σωφροσύνην τῆς καθʼ ἡμέραν διαίτης, ἐν πολέμῳ δʼ εἰς αἰδῶ καὶ πρόνοιαν καταστήσας ἕκαστον τοῦ μὴ καταλιπεῖν τὸν παραστάτην, ᾧ καὶ συνέσπεισε καὶσυνέθυσε καὶ κοινῶν ἱερῶν μετέσχεν. καὶ οὐ μόνον τῆς περὶ ταῦτα σοφίας χάριν ἄξιος ἐπαινεῖσθαι ὁ ἀνήρ, ἀλλὰ καὶ τῆς εὐτελείας τῶν θυσιῶν, αἷς γεραίρεσθαι τοὺς θεοὺς ἐνομοθέτησεν, ὧν αἱ πλεῖσται διέμενον ἕως τῆς καθʼ ἡμᾶς ἡλικίας, εἰ μὴ καὶ πᾶσαι κατὰ τὸν ἀρχαῖον ἐπιτελούμεναι τρόπον.ἐγὼ γοῦν ἐθεασάμην ἐν ἱεραῖς οἰκίαις δεῖπνα προκείμενα θεοῖς ἐπὶ τραπέζαις ξυλίναις ἀρχαϊκαῖς ἐν κάνησι καὶ πινακίσκοις κεραμεοῖς, ἀλφίτων μάζας καὶ πόπανα καὶ ζέας καὶ καρπῶν τινων ἀπαρχὰς καὶ ἄλλα τοιαῦτα λιτὰ καὶ εὐδάπανα καὶ πάσης ἀπειροκαλίας ἀπηλλαγμένα· καὶ σπονδὰς εἶδον ἐγκεκραμένας οὐκ ἐν ἀργυροῖς καὶ χρυσοῖς ἄγγεσιν, ἀλλʼ ἐν ὀστρακίναις κυλίσκαις καὶ πρόχοις, καὶ πάνυ ἠγάσθην τῶν ἀνδρῶν ὅτι διαμένουσιν ἐν τοῖς πατρίοις ἔθεσιν οὐδὲν ἐξαλλάττοντες τῶν ἀρχαίων ἱερῶν εἰς τὴν ἀλαζόνα πολυτέλειαν.ἔστι μὲν οὖν ἃ καὶ Νόμας Πομπίλιος ὁ μετὰ Ῥωμύλον ἄρξας τῆς πόλεως κατεστήσατο μνήμης ἄξια καὶ λόγου, περιττὸς τὴν γνώμην ἀνὴρ καὶ τὰ θεῖα ἐξηγήσασθαι σοφὸς ἐν ὀλίγοις, ὑπὲρ ὧν ὕστερον ἐρῶ, καὶ Τύλλος Ὁστίλιος ὁ τρίτος ἀπὸ Ῥωμύλου βασιλεύσας καὶ πάντες οἱ μετʼ ἐκεῖνον γενόμενοι βασιλεῖς· ἀλλʼ ὁ τὰ σπέρματα καὶ τὰς ἀρχὰς αὐτοῖς παρασχὼν καὶ τὰ κυριώτατα καταστησάμενος τῶν περὶ τὰ θεῖα νομίμων Ῥωμύλος ἦν.δοκεῖ δὲ καὶ τῆς ἄλλης εὐκοσμίας, ᾗ χρώμενοι Ῥωμαῖοι διεφύλαξαν εὐδαιμονοῦσαν τὴν πόλιν ἐπὶ πολλὰς γενεάς, ἐκεῖνος ἄρξαι νόμους καλοὺς καὶ συμφέροντας ἀγράφους μὲν τοὺς πλείστους, ἔστι δʼ οὓς καὶ ἐν γράμμασι κειμένους καταστησάμενος, ὧν ἐγὼ τοὺς μὲν ἄλλους οὐδὲν δέομαι γράφειν, οὓς δὲ πάντων μάλιστα τεθαύμακα καὶ ἐξ ὧν ὑπείληφα καταφανῆ καὶ τὴν ἄλλην τοῦ ἀνδρὸς γενήσεσθαι νομοθεσίαν, ὡς αὐστηρὰ καὶ μισοπόνηρος ἦν καὶ πολλὴν ἔχουσα πρὸς τοὺς ἡρωικοὺς βίους ὁμοιότητα,δι’ ὀλίγης ὑπομνήσεως σημανῶ, τοσοῦτο προειπών, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ διατάξαντες τάς τε βαρβαρικὰς καὶ τὰς Ἑλληνικὰς πολιτείας τὸ μὲν κοινὸν ὀρθῶς ἰδεῖν, ὅτι πόλιν ἅπασαν ἐκ πολλῶν οἴκων συνεστῶσαν ὀρθήν τε πλεῖν εἰκὸς ὅταν οἱ τῶν ἰδιωτῶν εὐσταθῶσι βίοι, καὶ χειμῶνα πολὺν ἄγειν ὅταν κακῶς ἑκάστοις ἔχῃ τὰ ἴδια, καὶ ὅτι δεῖ τὸν νοῦν ἔχοντα πολιτικὸν ἐάν τε νομοθέτης ἐάν τε βασιλεὺς ᾖ, ταῦτα νομοθετεῖν, ἃ ποιήσει δικαίους καὶ σώφρονας τοὺς τῶν ἰδιωτῶν βίους.ἐξ ὧν δʼ ἂν ἐπιτηδευμάτων καὶ διʼ οἵων γένοιντο τοιοῦτοι νόμων, οὐκέθʼ ὁμοίως ἅπαντες δοκοῦσί μοι συνιδεῖν, ἀλλʼ ἔνιοί γε πολλοῦ καὶ τοῦ παντός, ὡς εἰπεῖν, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις μέρεσι τῆς νομοθεσίας ἁμαρτεῖν.αὐτίκα περὶ γάμων καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας, ἀφʼ ἧς ἄρχεσθαι δεῖ τὸν νομοθέτην, ὥσπερ καὶ ἡ φύσις ἁρμόττειν τοὺς βίους ἡμῶν ἤρξατο, οἱ μὲν ἀπὸ τῶν θηρίων τὸ παράδειγμα λαβόντες ἀφέτους καὶ κοινὰς τὰς μίξεις ἐποίησαν τῷ ἄρρενι πρὸς τὸ θῆλυ, ὡς ἐρωτικῶν τε οἴστρων ἐλευθερώσοντες τοὺς βίους καὶ ζήλων ἀλληλοκτόνων ἐξελούμενοι καὶ πολλῶν ἄλλων ἀπαλλάξοντες κακῶν, ἃ καταλαμβάνει τούς τε ἰδίους οἴκους καὶ τὰς πόλεις ὅλας διὰ γυναῖκας·οἱ δὲ ταύτας μὲν ἐξήλασαν ἐκ τῶν πόλεων τὰς ἀγερώχους καὶ θηριώδεις συνουσίας ἄνδρα συναρμόσαντες εἰς γυναῖκα μίαν, περὶ δε φυλακῆς γάμων καὶ σωφροσύνης γυναικῶν νομοθετεῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲν ἐπεχείρησαν, ἀλλʼ ὡς ἀδυνάτου πράγματος ἀπέστησαν·οἱ δὲ οὔτε ἀνεγγύους ἐποίησαν ὥσπερ ἔνιοι τῶν βαρβάρων τὰς ἀφροδισίους μίξεις οὔτε ἀφῆκαν ὥσπερ Λακεδαιμόνιοι τὰς τῶν γυναικῶν φυλακάς, ἀλλὰ πολλοὺς ἔθεσαν ἐπʼ αὐταῖς νόμους σωφρονιστάς. εἰσὶ δʼ οἳ καὶ ἀρχήν τινα κατέστησαν ἐπιμελησομένην εὐκοσμίας γυναικῶν· οὐ μὴν ἀποχρῶσά γε ἡ πρόνοια αὐτῶν τῆς τηρήσεως, ἀλλὰ μαλακωτέρα τοῦ δέοντος ἐγένετο καὶ οὐχ ἱκανὴ τὴν μὴ σπουδαίᾳ φύσει κεκραμένην εἰς ἀνάγκην βίου σώφρονος ἀγαγεῖν.ὁ δὲ Ῥωμύλος οὔτε ἀνδρὶ κατὰ γυναικὸς ἐγκλήματα δοὺς φθαρείσης ἢ τὸν οἶκον ἀδίκως ἀπολιπούσης οὔτε γαμετῇ κατʼ ἀνδρὸς αἰτιωμένῃ κάκωσιν ἢ ἄδικον ἀπόλειψιν οὔτε περὶ προικὸς ἀποδόσεως ἢ κομιδῆς νόμους θεὶς οὔτε ἄλλο τῶν παραπλησίων τούτοις διορίσας οὐδʼ ὁτιοῦν, ἕνα δὲ νόμον ὑπὲρ ἁπάντων εὖ ἔχοντα, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσε, καταστησάμενος εἰς σωφροσύνην καὶ πολλὴν εὐκοσμίαν ἤγαγε τὰς γυναῖκας.