τῷ δὲ συνεδρίῳ τῆς βουλῆς τιμὴν καὶ δυναστείαν ἀνέθηκε τοιάνδε· περὶ παντὸς ὅτου ἂν εἰσηγῆται βασιλεὺς διαγινώσκειν τε καὶ ψῆφον ἐπιφέρειν, καὶ ὅ τι ἂν δόξῃ τοῖς πλείοσι τοῦτο νικᾶν· ἐκ τῆς Λακωνικῆς πολιτείας καὶ τοῦτο μετενεγκάμενος. οὐδὲ γὰρ οἱ Λακεδαιμονίων βασιλεῖς αὐτοκράτορες ἦσαν ὅ τι βούλοιντο πράττειν, ἀλλʼ ἡ γερουσία πᾶν εἶχε τῶν κοινῶν τὸ κράτος.τῷ δὲ δημοτικῷ πλήθει τρία ταῦτα ἐπέτρεψεν· ἀρχαιρεσιάζειν τε καὶ νόμους ἐπικυροῦν καὶ περὶ πολέμου διαγινώσκειν, ὅταν ὁ βασιλεὺς ἐφῇ, οὐδὲ τούτων ἔχοντι τὴν ἐξουσίαν ἀνεπίληπτον, ἂν μὴ καὶ τῇ βουλῇ ταὐτὰ δοκῇ. ἔφερε δὲ τὴν ψῆφον οὐχ ἅμα πᾶς ὁ δῆμος, ἀλλὰ κατὰ τὰς φράτρας συγκαλούμενος· ὅ τι δὲ ταῖς πλείοσι δόξειε φράτραις τοῦτο ἐπὶ τὴν βουλὴν ἀνεφέρετο. ἐφʼ ἡμῶν δὲ μετάκειται τὸ ἔθος· οὐ γὰρ ἡ βουλὴ διαγινώσκει τὰ ψηφισθέντα ὑπὸ τοῦ δήμου, τῶν δʼ ὑπὸ τῆς βουλῆς γνωσθέντων ὁ δῆμός ἐστι κύριος· πότερον δὲ τῶν ἐθῶν κρεῖττον, ἐν κοινῷ τίθημι τοῖς βουλομένοις σκοπεῖν.ἐκ δὲ τῆς διαιρέσεως ταύτης οὐ μόνον τὰ πολιτικὰ πράγματα σώφρονας ἐλάμβανε καὶ τεταγμένας τὰς διοικήσεις, ἀλλὰ καὶ τὰ πολεμικὰ ταχείας καὶ εὐπειθεῖς. ὁπότε γὰρ αὐτῷ φανείη στρατιὰν ἐξάγειν, οὔτε χιλιάρχους τότε ἔδει ἀποδείκνυσθαι κατὰ φυλὰς οὔτε ἑκατοντάρχους κατὰ λόχους οὔτε ἱππέων ἡγεμόνας οὔτε ἐξαριθμεῖσθαί τε καὶ λοχίζεσθαι καὶ τάξιν ἑκάστους τὴν προσῄκουσαν λαμβάνειν· ἀλλὰ βασιλεὺς μὲν τοῖς χιλιάρχοις παρήγγελλεν, ἐκεῖνοι δὲ τοῖς λοχαγοῖς· παρὰ δὲ τούτων οἱ δεκάδαρχοι μαθόντες ἐξῆγον τοὺς ὑποτεταγμένους ἑαυτοῖς ἕκαστοι, ἀφʼ ἑνός τε κελεύσματος εἴτε πᾶσα ἡ δύναμις εἴτε μοῖρά τις ἐξ αὐτῆς κληθείη τὰ ὅπλα ἔχουσα παρῆν εἰς τὸν ἀποδειχθέντα τόπον εὐτρεπής.τεταγμένην μὲν οὖν καὶ κεκοσμημένην πρὸς εἰρήνην τε ἀποχρώντως καὶ πρὸς τὰ πολέμια ἐπιτηδείως ἐκ τούτων τῶν πολιτευμάτων τὴν πόλιν ὁ Ῥωμύλος ἀπειργάσατο, μεγάλην δὲ καὶ πολυάνθρωπον ἐκ τῶνδε·πρῶτον μὲν εἰς ἀνάγκην κατέστησε τοὺς οἰκήτορας αὐτῆς ἅπασαν ἄρρενα γενεὰν ἐκτρέφειν καὶ θυγατέρων τὰς πρωτογόνους, ἀποκτιννύναι δὲ μηδὲν τῶν γεννωμένων νεώτερον τριετοῦς, πλὴν εἴ τι γένοιτο παιδίον ἀνάπηρον ἢ τέρας εὐθὺς ἀπὸ γονῆς. ταῦτα δʼ οὐκ ἐκώλυσεν ἐκτιθέναι τοὺς γειναμένους ἐπιδείξαντας πρότερον πέντε ἀνδράσι τοῖς ἔγγιστα οἰκοῦσιν, ἐὰν κἀκείνοις συνδοκῇ. κατὰ δὲ τῶν μὴ πειθομένων τῷ νόμῳ ζημίας ὥρισεν ἄλλας τε καὶ τῆς οὐσίας αὐτῶν τὴν ἡμίσειαν εἶναι δημοσίαν.ἔπειτα καταμαθὼν πολλὰς τῶν κατὰ τὴν Ἰταλίαν πόλεων πονηρῶς ἐπιτροπευομένας ὑπὸ τυραννίδων τε καὶ ὀλιγαρχιῶν, τοὺς ἐκ τούτων ἐκπίπτοντας τῶν πόλεων συχνοὺς ὄντας, εἰ μόνον εἶεν ἐλεύθεροι, διακρίνων οὔτε συμφορὰς οὔτε τύχας αὐτῶν ὑποδέχεσθαι καὶ μετάγειν ὡς ἑαυτὸν ἐπεχείρει, τήν τε Ῥωμαίων δύναμιν αὐξῆσαι βουληθεὶς καὶ τὰς τῶν περιοίκων ἐλαττῶσαι· ἐποίει δὲ ταῦτα πρόφασιν ἐξευρὼν εὐπρεπῆ καὶ εἰς θεοῦ τιμὴν τὸ ἔργον ἀναφέρων.τὸ γὰρ μεταξὺ χωρίον τοῦ τε Καπιτωλίου καὶ τῆς ἄκρας, ὃ καλεῖται νῦν κατὰ τὴν Ῥωμαίων διάλεκτον μεθόριον δυεῖν δρυμῶν καὶ ἦν τότε τοῦ συμβεβηκότος ἐπώνυμον, ὕλαις ἀμφιλαφέσι κατʼ ἀμφοτέρας τὰς συναπτούσας τοῖς λόφοις λαγόνας ἐπίσκιον, ἱερὸν ἀνεὶς ἄσυλον ἱκέταις καὶ ναὸν ἐπὶ τοὺτῳ κατασκευασάμενος ʽὅτῳ δὲ ἄρα θεῶν ἢ δαιμόνων οὐκ ἔχω τὸ σαφὲς εἰπεῖνʼ τοῖς καταφεύγουσιν εἰς τοῦτο τὸ ἱερὸν ἱκέταις τοῦ τε μηδὲν κακὸν ὑπʼ ἐχθρῶν παθεῖν ἐγγυητὴς ἐγίνετο τῆς εἰς τὸ θεῖον εὐσεβείας προφάσει καὶ εἰ βούλοιντο παρʼ αὐτῷ μένειν πολιτείας μετεδίδου καὶ γῆς μοῖραν, ἣν κτήσαιτο πολεμίους ἀφελόμενος. οἱ δὲ συνέρρεον ἐκ παντὸς τόπου τὰ οἰκεῖα φεύγοντες κακὰ καὶ οὐκέτι ἑτέρωσε ἀπανίσταντο ταῖς καθʼ ἡμέραν ὁμιλίαις καὶ χάρισιν ὑπʼ αὐτοῦ κατεχόμενοι.τρίτον ἦν ἔτι Ῥωμύλου πολίτευμα, ὃ πάντων μάλιστα τοὺς Ἕλληνας ἀσκεῖν ἔδει, κράτιστον ἁπάντων πολιτευμάτων ὑπάρχον, ὡς ἐμὴ δόξα φέρει, ὃ καὶ τῆς βεβαίου Ῥωμαίοις ἐλευθερίας ἦρχε καὶ τῶν ἐπὶ τὴν ἡγεμονίαν ἀγόντων οὐκ ἐλαχίστην μοῖραν παρέσχε, τὸ μήτε κατασφάττειν ἡβηδὸν τὰς ἁλούσας πολέμῳ πόλεις μήτε ἀνδραποδίζεσθαι μηδὲ γῆν αὐτῶν ἀνιέναι μηλόβοτον, ἀλλὰ κληρούχους εἰς αὐτὰς ἀποστέλλειν ἐπὶ μέρει τινὶ τῆς χώρας καὶ ποιεῖν ἀποικίας τῆς Ῥώμης τὰς κρατηθείσας, ἐνίαις δὲ καὶ πολιτείας μεταδιδόναι.ταῦτά τε δὴ καὶ τἆλλα τούτοις ὅμοια καταστησάμενος πολιτεύματα μεγάλην ἐκ μικρᾶς ἐποίησε τὴν ἀποικίαν, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσεν. οἱ μὲν γὰρ συνοικίσαντες μετʼ αὐτοῦ τὴν Ῥώμην οὐ πλείους ἦσαν ἀνδρῶν τρισχιλίων πεζοὶ καὶ τριακοσίων ἐλάττους ἱππεῖς· οἱ δὲ καταλειφθέντες ὑπʼ ἐκείνου, ὅτʼ ἐξ ἀνθρώπων ἠφανίσθη, πεζοὶ μὲν ἑξακισχίλιοι πρὸς τέτταρσι μυριάσιν, ἱππεῖς δʼ οὐ πολὺ ἀπέχοντες χιλίων.ἐκείνου δὲ ἄρξαντος τῶν πολιτευμάτων τούτων οἵ τε βασιλεῖς οἱ μετʼ αὐτὸν ἡγησάμενοι τῆς πόλεως τὴν αὐτὴν ἐφυλάξαντο προαίρεσιν καὶ οἱ μετʼ ἐκείνους τὰς ἐνιαυσίους λαμβάνοντες ἀρχὰς ἔστιν ἃ καὶ προστιθέντες, οὕτως ὥστε μηδενὸς ἔθνους τοῦ δοκοῦντος εἶναι πολυανθρωποτάτου τὸν Ῥωμαίων γενέσθαι δῆμον ἐλάττονα.