οὐ μόνον δʼ ἐν αὐτῇ τῇ πόλει τὸ δημοτικὸν ὑπὸ τὴν προστασίαν τῶν πατρικίων ἦν, ἀλλὰ καὶ τῶν ἀποίκων αὐτῆς πόλεων καὶ τῶν ἐπὶ συμμαχίᾳ καὶ φιλίᾳ προσελθουσῶν καὶ τῶν ἐκ πολέμου κεκρατημένων ἑκάστη φύλακας εἶχε καὶ προστάτας οὓς ἐβούλετο Ῥωμαίων. καὶ πολλάκις ἡ βουλὴ τὰ ἐκ τούτων ἀμφισβητήματα τῶν πόλεων καὶ ἐθνῶν ἐπὶ τοὺς προϊσταμένους αὐτῶν ἀποστέλλουσα, τὰ ὑπʼ ἐκείνων δικασθέντα κύρια ἡγεῖτο.οὕτω δὲ ἄρα βέβαιος ἦν ἡ Ῥωμαίων ὁμόνοια τὴν ἀρχὴν ἐκ τῶν ὑπὸ Ῥωμύλου κατασκευασθέντων λαβοῦσα ἐθῶν, ὥστε οὐδέποτε διʼ αἵματος καὶ φόνου τοῦ κατʼ ἀλλήλων ἐχώρησαν ἐντὸς ἑξακοσίων καὶ τριάκοντα ἐτῶν, πολλῶν καὶ μεγάλων ἀμφισβητημάτων γενομένων τῷ δήμῳ πρὸς τοὺς ἐν τέλει περὶ τῶν κοινῶν, ὡς ἐν ἁπάσαις φιλεῖ γίγνεσθαι μικραῖς τε καὶ μεγάλαις πόλεσιν·ἀλλὰ πείθοντες καὶ διδάσκοντες ἀλλήλους καὶ τὰ μὲν εἴκοντες, τὰ δὲ παρʼ εἰκόντων λαμβάνοντες, πολιτικὰς ἐποιοῦντο τὰς τῶν ἐγκλημάτων διαλύσεις. ἐξ οὗ δὲ Γάιος Γράκχος ἐπὶ τῆς δημαρχικῆς ἐξουσίας γενόμενος διέφθειρε τὴν τοῦ πολιτεύματος ἁρμονίαν, οὐκέτι πέπαυνται σφάττοντες ἀλλήλους καὶ φυγάδας ἐλαύνοντες ἐκ τῆς πόλεως καὶ οὐδενὸς τῶν ἀνηκέστων ἀπεχόμενοι παρὰ τὸ νικᾶν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος ἔσται τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος.ὁ δὲ Ῥωμύλος ἐπειδὴ ταῦτα διεκόσμησε βουλευτὰς εὐθὺς ἔγνω καταστήσασθαι, μεθʼ ὧν πράττεῖν τὰ κοινὰ ἔμελλεν, ἐκ τῶν πατρικίων ἄνδρας ἑκατὸν ἐπιλεξάμενος. ἐποιεῖτο δὲ αὐτῶν τοιάνδε τὴν διαίρεσιν· αὐτὸς μὲν ἐξ ἁπάντων ἕνα τὸν ἄριστον ἀπέδειξεν, ᾧ τὰς κατὰ πόλιν ᾤετο δεῖν ἐπιτρέπειν οἰκονομίας, ὅτε αὐτὸς ἐξάγοι στρατιὰν ὑπερόριον·τῶν δὲ φυλῶν ἑκάστῃ προσέταξε τρεῖς ἄνδρας ἑλέσθαι τοὺς ἐν τῇ φρονιμωτάτῃ τότε ὄντας ἡλικίᾳ καὶ διʼ εὐγένειαν ἐπιφανεῖς. μετὰ δὲ τοὺς ἐννέα τούτους ἑκάστην φράτραν πάλιν ἐκέλευσε τρεῖς ἐκ τῶν πατρικίων ἀποδεῖξαι τοὺς ἐπιτηδειοτάτους· ἔπειτα τοῖς πρώτοις ἐννέα τοῖς ὑπὸ τῶν φυλῶν ἀποδειχθεῖσι τοὺς ἐνενήκοντα προσθείς, οὓς αἱ φρᾶτραι προεχειρίσαντο, καὶ τούτων, ὃν αὐτὸς προέκρινεν, ἡγεμόνα ποιήσας τὸν τῶν ἑκατὸν ἐξεπλήρωσε βουλευτῶν ἀριθμόν.τοῦτο τὸ συνέδριον Ἑλληνιστὶ ἑρμηνευόμενον γερουσίαν δύναται δηλοῦν καὶ μέχρι τοῦ παρόντος ὑπὸ Ῥωμαίων οὕτως καλεῖται. πότερον δὲ διὰ γῆρας τῶν καταλεγέντων εἰς αὐτὸ ἀνδρῶν ἢ διʼ ἀρετὴν ταύτης ἔτυχε τῆς ἐπικλήσεως οὐκ ἔχω τὸ σαφὲς εἰπεῖν. καὶ γὰρ τοὺς πρεσβυτέρους καὶ τοὺς ἀρίστους γέροντας εἰώθεσαν οἱ παλαιοὶ καλεῖν. οἱ δὲ μετέχοντες τοῦ βουλευτηρίου πατέρες ἔγγραφοι προσηγορεύθησαν καὶ μέχρις ἐμοῦ ταύτης ἐτύγχανον τῆς προσηγορίας.Ἑλληνικὸν δὲ ἄρα καὶ τοῦτο τὸ ἔθος ἦν. τοῖς γοῦν βασιλεῦσιν, ὅσοι τε πατρίους ἀρχὰς παραλάβοιεν καὶ ὅσους ἡ πληθὺς αὐτὴ καταστήσαιτο ἡγεμόνας, βουλευτήριον ἦν ἐκ τῶν κρατίστων, ὡς Ὅμηρός τε καὶ οἱ παλαιότατοι τῶν ποιητῶν μαρτυροῦσι· καὶ οὐχ ὥσπερ ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις αὐθάδεις καὶ μονογνώμονες ἦσαν αἱ τῶν ἀρχαίων βασιλέων δυναστεῖαι.ὡς δὲ κατεσκευάσατο καὶ τὸ βουλευτικὸν τῶν γερόντων συνέδριον ἐκ τῶν ἑκατὸν ἀνδρῶν, ὁρῶν ὅπερ εἰκὸς ὅτι καὶ νεότητος αὐτῷ δεήσει τινὸς συντεταγμένης, ᾗ χρήσεται φυλακῆς ἕνεκα τοῦ σώματος καὶ πρὸς τὰ κατεπείγοντα τῶν ἔργων ὑπηρεσίᾳ, τριακοσίους ἄνδρας ἐκ τῶν ἐπιφανεστάτων οἴκων τοὺς ἐρρωμενεστάτους τοῖς σώμασιν ἐπιλεξάμενος, οὓς ἀπέδειξαν αἱ φρᾶτραι τὸν αὐτὸν τρόπον, ὅνπερ τοὺς βουλευτὰς ἑκάστη φράτρα δέκα νέους, τούτους τοὺς ἄνδρας ἀεὶ περὶ αὑτὸν εἶχεν·ὄνομα δὲ κοινὸν ἅπαντες οὗτοι ἔσχον κελέριοι, ὡς μὲν οἱ πλείους γράφουσιν ἐπὶ τῆς ὀξύτητος τῶν ὑπηρεσιῶν, ʽτοὺς γὰρ ἑτοίμους καὶ ταχεῖς περὶ τὰ ἔργα κέλερας οἱ Ῥωμαῖοι καλοῦσινʼ ὡς δὲ Οὐαλέριος ὁ Ἀντιεύς φησιν ἐπὶ τοῦἡγεμόνος αὐτῶν τοῦτʼ ἔχοντος τοὔνομα. ἦν γὰρ καὶ τούτων ἡγεμὼν ὁ διαφανέστατος, ᾧ τρεῖς ὑπετάγησαν ἑκατόνταρχοι καὶ αὖθις ὑπʼ ἐκείνοις ἕτεροι τὰς ὑποδεεστέρας ἔχοντες ἀρχάς, οἳ κατὰ πόλιν μὲν αἰχμοφόροι τε αὐτῷ παρηκολούθουν καὶ τῶν κελευομένων ὑπηρέται, κατὰ δὲ τὰς στρατείας πρόμαχοί τε ἦσαν καὶ παρασπισταί· καὶ τὰ πολλὰ οὗτοι κατώρθουν ἐν τοῖς ἀγῶσι πρῶτοί τε ἄρχοντες μάχης καὶ τελευταῖοι τῶν ἄλλων ἀφιστάμενοι, ἱππεῖς μὲν ἔνθα ἐπιτήδειον εἴη πεδίον ἐνιππομαχῆσαι, πεζοὶ δὲ ὅπου τραχὺς εἴη καὶ ἄνιππος τόπος.τοῦτό μοι δοκεῖ παρὰ Λακεδαιμονίων μετενέγκασθαι τὸ ἔθος μαθὼν ὅτι καὶ παρʼ ἐκείνοις οἱ γενναιότατοι τῶν νέων τριακόσιοι φύλακες ἦσαν τῶν βασιλέων, οἷς ἐχρῶντο κατὰ τοὺς πολέμους παρασπισταῖς, ἱππεῦσί τε οὖσι καὶ πεζοῖς.καταστησάμενος δὴ ταῦτα διέκρινε τὰς τιμὰς καὶ τὰς ἐξουσίας, ἃς ἑκάστους ἐβούλετο ἔχειν. βασιλεῖ μὲν οὖν ἐξῄρητο τάδε τὰ γέρα· πρῶτον μὲν ἱερῶν καὶ θυσιῶν ἡγεμονίαν ἔχειν καὶ πάντα διʼ ἐκείνου πράττεσθαι τὰ πρὸς τοὺς θεοὺς ὅσια, ἔπειτα νόμων τε καὶ πατρίων ἐθισμῶν φυλακὴν ποιεῖσθαι καὶ παντὸς τοῦ κατὰ φύσιν ἢ κατὰ συνθήκας δικαίου προνοεῖν τῶν τε ἀδικημάτων τὰ μέγιστα μὲν αὐτὸν δικάζειν, τὰ δʼ ἐλάττονα τοῖς βουλευταῖς ἐπιτρέπειν προνοούμενον ἵνα μηδὲν γίγνηται περὶ τὰς δίκας πλημμελές, βουλήν τε συνάγειν καὶ δῆμον συγκαλεῖν καὶ γνώμης ἄρχειν καὶ τὰ δόξαντα τοῖς πλείοσιν ἐπιτελεῖν. ταῦτα μὲν ἀπέδωκε βασιλεῖ τὰ γέρα καὶ ἔτι πρὸς τούτοις ἡγεμονίαν ἔχειν αὐτοκράτορα ἐν πολέμῳ.