νὴ Δίʼ, ἀλλʼ οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδʼ ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι ὁ θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς ὠφέλουν ἂν τοὺς δεομένους, οὐδʼ ἄλλα πολλά· ἃ δʼ ἐστὶν ἐν ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφʼ ὧν δύναμαι ποιεῖν εὖ τινας, ταῦτα τὰ κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν ἡγησαίμην αἴτιον ἐμαυτόν. ταῦτα δʼ ἐστίν, ἃ σὺ κράτιστα νομίζεις εἶναι καὶ πολλῶνχρημάτων αἰτεῖς πρίασθαι. εἰ δὲ δὴ καὶ τὰ μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακαριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων; ἀφʼ ὧν σύ μοι νῦν μεταδίδως αἰσχρῶς ἢ ἀφʼ ὧν αὐτὸς ἐκτησάμην καλῶς πρότερον;παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρηματισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ πρότερον, μάλιστα δʼ, ἐπεὶ ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους στρατιὰν ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων, καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα, καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν, ἀπέδωκα, καὶ τετρακόσια τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον εἰσήνεγκα.ἔπειτʼ ἐκείνων τῶν δορικτήτων ἐξόν μοι λαβεῖν ὁπόσʼ ἂν ἐβουλόμην οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ ἄλλοι πλεῖστοι πρὸς τούτῳ συχνοί, διʼ οὓς ἡ πόλις ἡμῶν τηλικαύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεὰς καὶ ἀντὶ τῆς κρείττονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα; ἐκείνῃ μέν γε τῇ κτήσει καὶ τὸ μεθʼ ἡδονῆς ποιεῖσθαι τὰς ἀπολαύσεις πρὸς τῷ καλῶς καὶ δικαίως προσῆν· ταύτης δὲ καὶ τοῦτʼ ἄπεστι. δανείσματα γάρ ἐστιν, ὅσα προσλαμβάνουσιν ἄνθρωποι παρʼ ἑτέρων, βαρύνοντα τὴν ψυχὴν ἕως ἂν ἀποδοθῇ, κἂν ὀνόμασι καλοῖς αὐτὰ κοσμήσῃ τις, φιλανθρωπίας καλῶν καὶ δωρεὰς ἢ χάριτας.φέρε, ἐὰν δὴ μανεὶς δέξωμαι χρυσόν, ὃν δίδως μοι, καὶ τοῦθʼ ἅπασι Ῥωμαίοις γένηται φανερόν, ἔπειθʼ οἱ τὴν ἀνυπεύθυνον ἔχοντες ἀρχήν, οὓς ἡμεῖς τιμητὰς καλοῦμεν, οἷς ἀποδέδοται τοὺς ἁπάντων Ῥωμαίων ἐξετάζειν βίους καὶ τοὺς ἐκβαίνοντας ἐκ τῶν πατρίων ἐθῶν ζημιοῦν, καλέσαντές με λόγον ἀποδοῦναι κελεύσωσι τῆς δωροδοκίας, ἁπάντων παρόντων ταῦτα προφερόμενοι. ετ 308, 11 — 16ἐπέμψαμέν σε, ὦ Φαβρίκιε, πρεσβευτὴν σὺν ἑτέροις δυσὶν ὑπατικοῖς ἀνδράσι πρὸς βασιλέα Πύρρον ὑπὲρ αἰχμαλώτων λύσεως διαλεξόμενον· ἥκεις ἀπὸ τῆς πρεσβείας τοὺς μὲν αἰχμαλώτους οὐκ ἄγων οὐδὲ ἄλλο τῇ πόλει φέρων ἀγαθὸν οὐθέν, αὐτὸς δὲ βασιλικὰς δωρεὰς εἰληφὼς μόνος τῶν συναποσταλέντων σοι πρέσβεων, καὶ ἣν ὁ δῆμος ἀπεψηφίσατο ποιήσασθαι εἰρήνην, ταύτην ποιήσας μόνος, ἐπʼ οὐθενὶτῆς πόλεως ἀγαθῷ· πόθεν γάρ; ἀλλʼ ἵνα προδῷς αὐτὴν τῷ βασιλεῖ, καὶ διὰ σοῦ μὲν ἐκεῖνος ἅπασαν Ἰταλίαν ὑφʼ αὑτῷ ποιήσηται, διʼ ἐκείνου δὲ σὺ τῆς πατρίδος ἀφέλῃ τὴν ἐλευθερίαν. τοῦτο γάρ ἐστιν, ὃ διώκουσιν ἅπαντες οἱ μὴ τὴν ἀληθινήν, ἀλλὰ τὴν προσποιητὸν ἐπιτηδεύσαντες ἀρετήν, ὅταν εἰς ὄγκον καὶ μέγεθος πραγμάτων προέλθωσιν.εἰ δὲ δὴ μὴ τὸ πρεσβύτερον ἔχων ἀξίωμα, μηδὲ παρὰ τῶν πολεμίων τῆς πατρίδος, μηδʼ ἐπὶ προδοσίᾳ καὶ τυραννίδι τῶν σεαυτοῦ πολιτῶν ἐδωροδόκεις, ἀλλʼ ἰδιώτης ὢν καὶ παρʼ ἀνδρὸς συμμάχου καὶ ἐπʼ οὐδενὶ κακῷ τῆς πόλεως, ἆρʼ οὐ διʼ ἐκεῖνα τῆς μεγάλης ἄξιος εἶ ζημίας, ὅτι διαφθείρεις μὲν τοὺς νέους πλούτου καὶ τρυφῆς καὶ πολυτελείας βασιλικῆς ζῆλον εἰς τοὺς βίους εἰσάγων, οἷς πολλῆς δεῖ σωφροσύνης, εἰ μέλλει σωθήσεσθαι τὰ κοινά·καταισχύνεις δὲ τοὺς σεαυτοῦ προγόνους, ὧν οὐθεὶς ἐξέβη τοὺς πατρίους ἐθισμοὺς οὐδʼ ἠλλάξατο πλοῦτον αἰσχρὸν ἀντὶ πενίας καλῆς, ἀλλʼ ἅπαντες ἐπʼ αὐτῆς ἔμειναν τῆς μικρᾶς οὐσίας, ἣν σὺπαραλαβὼν ἐλάττονα ἢ κατὰ σεαυτὸν ἡγήσω· διαφθείρεις δὲ τὴν ἐκ τῶν προτέρων ἐπιτηδευμάτων γενομένην σοι δόξαν, ὡς ἐγκρατὴς καὶ σώφρων καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας κρείττων; ἔπειτα χαιρήσεις κακὸς ἐξ ἀγαθοῦ γενόμενος, ὅτʼ ἔδει σε, καὶ εἰ πρότερον πονηρὸς ἦσθα, πεπαῦσθαι; ἢ τῶν καλῶν τινος ἔτι μεθέξεις τῶν ὀφειλομένων τοῖς ἀγαθοῖς, ἀλλʼ οὐκ ἄπει μάλιστα μὲν ἐκ τῆς πόλεως, εἰ δὲ μή γʼ ἐκ τῆς ἀγορᾶς;ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ἢ ποιεῖν; τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳκαὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών; σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, διʼ ἃ νῦν ἐσπούδακας περὶ ἐμοῦ; λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς.ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον; ἢ τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός; ἡ σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν; καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν;