τί δὴ καὶ τὸ κωλῦσον ἡμᾶς ἔσται ταῦτα μέχρι τοῦ παντὸς χρόνου καρποῦσθαι τἀγαθά; Σαυνῖται μέν γε καὶ Σιδικῖνοι καὶ Αὔσονες καὶ πάντες οἱ περίοικοι τοσούτου δεήσουσι Καμπανοῖς τιμωροῦντες ἐφʼ ἡμᾶς γε στρατεύειν, ὥστε ἀποχρῆν ὑπολήψονταί σφισιν, εἰ τὰ ἑαυτῶν ἐάσομεν ἑκάστοις ἔχειν.Ῥωμαῖοι δὲ ἴσως μὲν καὶ κατʼ εὐχὴν δέξονται τὸ πραχθὲν ἅπασαν ἀξιοῦντες Ἰταλίαν ταῖς αὑτῶν ἀποικίαις κρατεῖσθαι· εἰ δὲ ἀγανακτεῖν προσποιούμενοι πολεμίους ἡμᾶς κρίναντες οὐ τοσαῦτα δεινὰ διαθήσουσιν, ὅσα πείσονται πρὸς ἡμῶν. χώραν τε γὰρ αὐτῶν δῃώσομεν, ὅσον ἂν ἡμῖν δοκῇ, καὶ δεσμώτας ἐκ τῶν ἀγρῶν λύσομεν καὶ θεράποντας ἐλευθερώσομεν καὶ μετὰ τῶν ἐχθίστων αὐτοῖς Οὐολούσκων τε καὶ Τυρρηνῶν καὶ Σαυνιτῶν καὶ τῶν ἔτι ἐνδοιαστῶς ἀκρομωένων Λατίνων στησόμεθα. ἠναγκασμένοις δʼ ἀνθρώποις καὶ τὸν ἔσχατον περὶ ψυχῆς τρέχουσι δρόμον οὔτʼ ἄπορον οὐδὲν οὔτʼ ἀντίπαλον.τοιαῦτα διαλεγόμενοι πρὸς ἀλλήλους ὀλίγοι μὲν τὰ πρῶτα, ἔπειτα πλείους ἔγνωσαν ἐπιχειρεῖν ταῖς πόλεσι καὶ διʼ ὅρκων ἐδίδοσαν ἀλλήλοις τὸ πιστόν. ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν εἰς τοὐμφανὲς ἀγαγοῦσα μήνυσις, ἣν τῶν συνομοσάντων τινὲς ἐποιήσαντο πρὸς τὸν ἕτερον τῶν ὑπάτων Μάρκιον, ᾧ τὸν κατὰ Σαυνιτῶν πόλεμον ὁ κλῆρος ἀπένειμεν, ἤδη παρειληφότα τὰς ἐν τῇ Ῥώμῃ καταγραφείσας δυνάμεις καὶ ὄντα ἐν ὁδῷ. ὁ δὲ ὕπατος ἀπροσδοκήτου καὶ δεινοῦ πράγματος ἀκούσας ἔκρινε μὴ δείξειν τὸ πρᾶγμα μηδʼ εἰδέναι δοκεῖν, ἀλλὰ δι’ ἀπάτης τινὸς καὶ στρατηγίας κωλῦσαι τὰ συμβησόμενα ταῖς πόλεσιν.ἀποστείλας δή τινας ἅμα τοῖς μηνυταῖς κατασκευαστοὺς εἰς τὰς πόλεις πρὶν αὐτὸς ἐλθεῖν, προσεσκεύασε λέγεσθαι πρὸς τοὺς ἐν ταῖς παραχειμασίαις, ὅτι τὰς μὲν φρουρὰς ἔγνω καταλιπεῖν ἐν ταῖς πόλεσι τὰς τότε οὔσας, ἐπειδὴ βουλομένοις ἐστὶ τοῖς Καμπανοῖς αὐτὰς μένειν, τῇ δʼ οἴκοθεν ἀφιγμένῃ σὺν αὐτῷ δυνάμει πολεμεῖν πρὸς Σαυνίτας παρασκευάζεται, καὶ ἔπεισεν ἅπαντας ταῦτα ὑπολαβεῖν.ἀφικόμενος δὲ εἰς τὴν Καμπανίαν μετὰ τῆς στρατιᾶς ἁπάσης εἰς ἑκάστην παρῄει πόλιν καὶ τοὺς ἐν ταῖς φρουραῖς ἀνακαλούμενος διέκρινεν ἁπάντων τοὺς μετασχόντας τῆς συνωμοσίας. ἔπειτα φιλανθρώπως ἑκάστοις διαλεγόμενος οὓς μὲν ἀπέλυσε τῶν σημείων, ὡς ἂν χαριζόμενος τὴν ἄφεσιν τῆς στρατείας, οὓς δὲ τῷ πρεσβευτῇ καὶ τῷ χιλιάρχῳ παραδοὺς ὡς ἐπὶ χρείας δή τινας στρατιωτικὰς ἀπέλυσεν — οὗτοι δʼ ἦσαν οἱ πονηρότατοι καὶ οὐχ ὑπομένοντες ἀφεῖσθαι τῆς στρατείας — ἐντειλάμενος τοῖς ἄγουσιν αὐτοὺς εἰς Ῥώμην διακομίσαι καὶ φυλάττειν ἐν ἀδήλοις φυλακαῖς, χωρίσαντας ἄλλους ἀπʼ ἄλλων, ἕως ἂν αὐτὸς ἀφίκηται.τοῖς δὲ ἀνδράσιν ἐνθυμουμένοις, ὅτι πάντες οἱ κορυφαιότατοι τῆς συνωμοσίας οἱ μὲν ἀπολύονται τῶν σημείων, οἱ δʼ ἀποστέλλονται δίχα τῶν ἄλλων ὁποιδήποτε, λογισμὸς εἰσῆλθε περιφανῆ γεγονέναι σφῶν τὴν συνωμοσίαν καὶ μετὰ τοῦτο δέος, εἰ χωρὶς ἀλλήλων γένοιντο καὶ τὰ ὅπλα θεῖεν, μὴ δίκας ὑπόσχωσιν εἰς Ῥώμην ἀπαχθέντες· συνιόντες τε κατʼ ὀλίγους ἐσκόπουν,τί χρὴ πράττειν. ἔπειτα γνώμην τινῶν εἰσηγησαμένων περὶ ἀποστάσεως, ἐπαινέσαντες τὸ βούλευμα καὶ πίστεις ἀπορρήτους ἐν ἀλλήλοις ποιησάμενοι, οἱ τῆς στρατείας ἀφειμένοι περὶ Ταρρακίναν πόλιν ἐν ἐπιτηδείοις χωρίοις παρʼ αὐτὴν τὴν ὁδὸν στρατοπεδεύονται.ἔπειθʼ οἱ μετὰ τοῦ πρεσβευτοῦ καὶ τῶν χιλιάρχων ἀποστελλόμενοι τοὺς ἡγεμόνας καταλιπόντες, ἐστὶ δʼ οὓς καὶ τῶν ἀγόντων σφᾶς στρατιωτῶν πείσαντες ἀποστῆναι, περὶ τὸν αὐτὸν ἱδρύονται τόπον. ὡς δὲ ἅπαξ οὗτοι τὰς παρόδους κατελάβοντο, πολλοὶ προσῄεσαν αὐτοῖς ὁσημέραι, καὶ χεὶρ ἐγένετο περὶ αὐτοὺς καρτερά· ἔπειτα τὰ δεσμωτήρια ἁπάντων, ὅσα κατὰ τοὺς ἀγροὺς ἦν, ἐλύετο καὶ συνέρρει ... εσξορ.οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δʼ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας —καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος.καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δʼ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δʼ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τʼ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβοντοὺς χρόνους. ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν.