τῶν Κελτῶν ἐπιστρατευσάντων τῇ Ῥώμῃ καί τινος βασιλέως εἰς μονομαχίαν προκαλουμένου τῶν Ῥωμαίων, ὅστις εἴη ἀνήρ, Μάρκος Οὐαλέριος, εἷς τῶν χιλιάρχων, ἀπόγονος ὢν Οὐαλερίου Ποπλικόλα τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν,ἐξῄει τῷ Κελτῷ διαγωνίσασθαι. ὡς δὲ συνῄεσαν ὁμόσε, κόραξ καθεζόμενος ἐπὶ τοῦ κράνους αὐτοῦ ἐκεκράγει τε δεινὸν εἰς τὸν βάρβαρον ὁρῶν καί, ὁπότε μέλλοι πληγὴν ἐκφέρειν, πηδῶν ἐπʼ αὐτὸν τοτὲ μὲν τοῖς ὄνυξιν ἤμυττε τὰς παρειάς, τοτὲ δὲ τῷ ῥύγχει τοὺς ὀφθαλμοὺς ἔκοπτεν, ὥστε τὸν Κελτὸν ἔξω γενέσθαι τῶν φρενῶν, οὔθʼ ὅπως τὸν ἄνδρα ἀμύνοιτο δυνάμενον συμβαλεῖν, οὔθʼ ὅπως τὸν κόρακα φυλάττοιτο.ὡς δὲ πολὺς ἐγεγόνει τῇ μάχῃ χρόνος, ὁ μὲν Κελτὸς φέρων ἐπὶ τὸν Οὐαλέριον τὴν μάχαιραν ὡς διὰ τῆς προβολῆς εἰς τὰ πλευρὰ βάψων, ἔπειτʼ ἐπιπτάντος αὐτῷ τοῦ κόρακος καὶ τὰς ὄψεις ὀρύττοντος ἀνέτεινε τὸν θυρεὸν ὡς ἀπελάσων τὸν ὄρνιν· ὁ δὲ Ῥωμαῖος ἔτι μετεωρίζοντος τὸ ὅπλον ἀκολουθήσας κάτωθεν ὑποφέρει τὸ ξίφος καὶ ἀναιρεῖ τὸν Κελτόν.ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττον.ἐπόρθουν τὰς ἐπὶ τῶν ἀγρῶν κτήσεις πολλῆς εὐδαιμονίας γεμούσας. ἀνθρώπους πεπονημένους ὑπὸ πολέμου σώματα καὶ πλὴν ὅσον ἀνέπνεον τὰ λοιπὰ νεκροῖς ὁμοίους. ἔτι θερμῆς τὸ δὴ λεγόμενον οὔσης τῆς τοῦ ἀναιρεθέντος σποδοῦ.τὸν οἴκτιστον ἀπολεῖται τρόπον ὑπʼ ἀνδρὸς ἐχθροῦ πολιτικῷ σιτίζοντος αἵματι τὸν φθόνον. μοῖραν οὐκ ἐλαχίστην τῶν ὠφελειῶν τοῖς στρατιώταις χαριζόμενος, ὥστʼ ἐπικλύσαι πλούτῳ τὴν ἑκάστου πενίαν. διέφθειραν αὐτῶν ἀκμαζούσας ἤδη σπορολογεῖσθαι τὰς ἀρούρας καὶ τὰ κράτιστα τῆς καρποφόρου ἐλωβήσαντο.ὅτι Κοίντου Σερουιλίου τὸ τρίτον ὑπατεύοντος καὶ Γαίου Μαρκίου Ῥουτίλου ὑπατευόντων κίνδυνοι τὴν Ῥώμην χαλεποὶ καὶ ἀπροσδόκητοι κατέσχον, οὓς εἰ μὴ θεία τις πρόνοια διεσκέδασε, δυεῖν κακῶν θάτερον ἂν αὐτῇ συνέπεσεν, ἢ δόξαν αἰσχίστην ἐνεγκεῖν ξενοκτονίας ἢ φόνων ἅψασθαι πολιτικῶν. ἀφʼ ἧς δʼ αἰτίας εἰς τούτους ἦλθε τοὺς κινδύνους, μικρὰ τῶν πρόσθεν ἀναλαβὼν διʼ ὀλίγων πειράσομαι διελθεῖν.ἐν τῷ παρελθόντι ἐνιαυτῷ τὸν Σαυνιτικὸν πόλεμον ὑπὲρ ἁπάσης Καμπανίας ἡ τῶν Ῥωμαίων πόλις ἀραμένη καὶ τρισὶ νικήσασα μάχαις τοὺς ἀντιταχθέντας ἐβούλετο μὲν ἁπάσας ἀπάγειν τὰς δυνάμεις ὡς οὐθενὸς ἔτι κινδύνου ταῖς πόλεσι καταλειπομένου· δεομένων δὲ τῶν Καμπανῶν μὴ καταλιπεῖν αὐτοὺς συμμάχων ἐρήμους ὡς ἐπιθησομένων σφίσι τῶν Σαυνιτῶν, εἰ μηδεμίαν ἔχοιεν ξενικὴν βοήθειαν, ἔγνω τὸν ἀπαλλάξαντα τοῦ πολέμου τὰς πόλεις ὕπατον Μάρκον Οὐαλέριον ὅσην ἂν αὐτοὶ βουληθῶσι τρέφειν στρατιὰν ἐν ταῖς πόλεσι καταλιπεῖν.γενόμενος δὲ τῆς ἐξουσίας ταύτης κύριος ὁ ὕπατος, ὅσοις ἦν βουλομένοις ὀψώνια καὶ μισθοὺς φέρεσθαι τῆς φυλακῆς, τούτους καθίστησιν ἐν ταῖς πόλεσιν· ἐν οἷς ἦν τὸ πλεῖον μέρος ἀνεστίων καὶ καταχρέων καὶ τὴν οἴκοι πενίαν καὶ ἀγνωσίαν ἀσμένως ἀποδιδρασκόντων.τούτους οἱ Καμπανοὶ ταῖς οἰκίαις ἀναλαμβάνοντες τραπέζαις τε ὑπεδέχοντο λαμπραῖς καὶ ταῖς ἄλλαις ἐξένιζον φιλοφροσύναις. πολυτελὴς δὲ καὶ ἁβροδίαιτος ἱκανῶς τοῖς Καμπανίαν οἰκοῦσι καὶ νῦν ἐστι καὶ τότε ἦν ὁ βίος καὶ πάντα τὸν λοιπὸν ἔσται χρόνον, πολύκαρπόν τε πεδιάδα καὶ πολύβοτον καὶ πρὸς ὑγίειαν ἀνθρώποις γεωργοῦσιν ἀρίστην οὖσαν.κατʼ ἀρχὰς μὲν οὖν ἀγαπητῶς οἱ φρουροὶ τὴν φιλοξενίαν τῶν ἀνθρώπων ἐλάμβανον, ἔπειτα διαφθειρόμενοι τὰς ψυχὰς ὑπὸ τοῦ κόρου τῶν ἀγαθῶν πονηροὺς ὑπολογισμοὺς κατὰ μικρὸν ἐλάμβανον καὶ συνιόντες ἀλλήλοις ἔλεγον, ὡς ἀνοήτων ἀνθρώπων ποιήσουσιν ἔργον, εἰ τοσαύτην καταλιπόντες εὐδαιμονίαν ἐπὶ τὸν ἐν Ῥώμῃ βίον ἀνακάμψουσιν, ἔνθα λυπρὰ μὲν ἡ γῆ, πολλαὶ δὲ εἰσφοραί, πολέμων δὲ καὶ κακῶν ἀνάπαυσις οὐδεμία, τὰ δὲ τῶν κοινῶν πόνων ἆθλα παρʼ ὀλίγοις.οἱ δὲ ἀσθενεῖς τοῖς βίοις καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἀποροῦντες καὶ ἔτι μᾶλλον οἱ τὰ χρέα μὴ δυνάμενοι διαλῦσαι τοῖς συμβαλοῦσι καὶ τὴν ἀνάγκην ἀποχρῶσαν εἶναι σύμβουλον τῶν συμφερόντων σφίσιν ἀποφαίνοντες ἄνευ τοῦ καλοῦ, οὐδʼ εἰ πάντες νόμοι τε καὶ ἄρχοντες τὰς ἐσχάτας τιμωρίας ἀπειλοῖεν αὐτοῖς ἐν Καμπανοῖς ἔτι μεθήσεσθαι τῆς παρούσης εὐδαιμονίας ἔλεγον καὶ τελευτῶντες εἰς τοσαύτην ἀπόνοιαν ἦλθον, ὥστε καὶ λέγειν ἐτόλμων·τί δὴ καὶ δράσομεν δεινόν, ἐὰν Καμπανοὺς ἐκβαλόντες τὰς ἐκείνων πόλεις κατάσχωμεν; οὗτοι γὰρ αὐτοὶ πρότερον οὐκ ἐκ τοῦ δικαίου κτησάμενοι τὴν γῆν κατέσχον, ἀλλʼ ἐπιξενωθέντες Τυρρηνοῖς τοῖς κατοικοῦσιν αὐτὴν καὶ τοὺς ἄνδρας ἅπαντας διαφθείραντες τάς τε γυναῖκας αὐτῶν καὶ τοὺς βίους καὶ τὰς πόλεις καὶ τὴν περιμάχητον χώραν παρέλαβον· ὥστε σὺν δίκῃ πείσονται πᾶν ὅ τι ἂν πάθωσιν αὐτοὶ τῆς παρανομίας κατάρξαντες καθʼ ἑτέρων.