ὑπήκουσαν δὲ αὐτοῦ ταῖς εὐχαῖς οἱ θεοί, καὶ ὑπὸ Κελτῶν μετὰ μικρὸν ἡ πόλις ἑάλω ἄνευ τοῦ Καπιτωλίου. καταφυγόντων δὲ ἐν αὐτῷ τῶν περιφανεστέρων — τὸ γὰρ ἄλλο πλῆθος ἐν ταῖς Ἰταλικαῖς φεῦγον διεσπάρη πόλεσι — καὶ πολιορκουμένων ὑπὸ Κελτῶν, οἳ παρὰ τὴν Οὐιεντανῶν πόλιν καταφυγόντες Ῥωμαῖοι Καιδίκιόν τινα στρατοπεδάρχην ποιοῦσιν· ὁ δὲ Κάμιλλον ἀποδείκνυσι καὶ ταῦτʼ ἀπόντα ἡγεμόνα πολέμου καὶ εἰρήνης ἐξουσίαν ἔχοντα αὐτοκράτορα.καὶ γενόμενος ἡγεμὼν τῆς πρεσβείας παρεκάλει Κάμιλλον διαλλαγῆναι πρὸς τὴν πατρίδα, τὰς συμφοράς, ἐν αἷς ἦν, ἐπιλογισάμενον, διʼ ἃς ὑπέμεινεν ἐπὶ τὸν ὑβρισθέντα ὑφʼ ἑαυτῆς καταφυγεῖν.ὑποτυχὼν δὲ ὁ Κάμιλλος εἶπεν· οὐ δέομαι παρακλήσεως, ὦ Καιδίκιε· αὐτὸς γάρ, εἰ μὴ θᾶττον ὑμεῖς ἀφίκεσθε κοινωνεῖν με τῶν πραγμάτων ἀξιοῦντες, ἕτοιμος ἦν ταύτην ἄγων τὴν δύναμιν, ἣν παροῦσαν ὁρᾶτέ μοι, πρὸς ὑμᾶς ἥκειν. ὑμῖν δέ, ὦ θεοί τε καὶ δαίμονες, ὅσοι τὸν ἀνθρώπινον ἐποπτεύετε βίον, ὧν τε ἤδη τετιμήκατέ μοι πολλὴν οἶδα χάριν, καὶ περὶ τῶν μελλόντων εὔχομαι καλὴν καὶ εὐτυχῆ τῇ πατρίδι γενέσθαι τὴν ἐμὴν κάθοδον.εἰ δὲ ἐνῆν ἀνθρώπῳ τὰ μέλλοντα συμβήσεσθαι προιδεῖν, οὐδέποτʼ ἂν εὐξάμην ἐς τοιαύτας ἐλθοῦσαν τυχὰς τὴν πατρίδα δεηθῆναί μου· μυριάκις δʼ ἂν εἱλόμην ἄζηλον γενέσθαι μοι καὶ ἄτιμον τὸν μετὰ ταῦτα βίον ἢ βαρβάρων ἀνθρώπων ὠμότητι γενομένην τὴν Ῥώμην ὑποχείριον ἐπιδεῖν καὶ ἐν ἐμοὶμόνῳ τὰς λοιπὰς ἐλπίδας τῆς σωτηρίας ἔχουσαν. ταῦτ εἰπὼν καὶ τὰς δυνάμεις παραλαβὼν ἄφνω τε τοῖς Κελτοῖς ἐπιφανεὶς εἰς φυγὴν αὐτοὺς τρέπει καὶ ἐμπεσὼν ἀσυντάκτοις τε καὶ τεταραγμένοις δίκην προβάτων κατέσφαξεν.ἔτι δʼ οὖν πολιορκουμένων τῶν ἐν τῷ Καπιτωλίῳ καταφυγόντων νέος τις ἀπὸ τῆς Οὐιεντανῶν πόλεως ὑπὸ Ῥωμαίων πεμφθεὶς εἰς τοὺς ἐν τῷ Καπιτωλίῳ καὶ λαθὼν τοὺς αὐτόθι φυλάσσοντας Κελτοὺς ἀνῆλθέ τε καὶ εἰπών, ὅσα ἔδει, πάλιν ὑπὸ νύκτα ἀπηλλάγη.ὡς δὲ ἡμέρα ἐγένετο, τῶν Κελτῶν τις ἰδὼν τὰ ἴχνη λέγει πρὸς τὸν βασιλέα, ὁ δὲ συγκαλέσας τοὺς ἀνδρειοτάτους ἐδήλωσεν αὐτοῖς τὴν τοῦ Ῥωμαίου ἄνοδον· ἔπειτʼ αὐτοὺς ἠξίου τὴν αὐτὴν ἐκείνῳ παρασχομένους τόλμαν πειρᾶσθαι τῆς ἐπὶ τὸ φρούριον ἀναβάσεως, πολλὰς ὑπισχνούμενος τοῖς ἀναβᾶσι δωρεάς. ὁμολογησάντων δὲ συχνῶν παρήγγειλε τοῖς φύλαξιν ἡσυχίαν ἄγειν, ἵνα καθεύδειν αὐτοὺς ὑπολαβόντες οἱῬωμαῖοι καὶ αὐτοὶ πρὸς ὕπνον τράπωνται. ἤδη δὲ τῶν πρώτων ἀναβεβηκότων καὶ τοὺς ὑστερίζοντας ἀναδεχομένων, ἵνα πλείους γενόμενοι τότε ἀποσφάξωσι τοὺς ἐν ταῖς φυλακαῖς καὶ καταλάβωνται τὸ ἔρυμα, ἀνθρώπων μὲν οὐδεὶς ἔμαθεν, ἱεροὶ δέ τινες Ἥρας χῆνες ἐν τῷ τεμένει τρεφόμενοι καταβοῶντες ἅμα καὶ τοῖς βαρβάροις ὁμόσε χωροῦντες κατήγοροι γίνονται τοῦ κακοῦ.ἐκ δὲ τούτου ταραχή τε καὶ κραυγὴ καὶ ὁ δρόμος ἁπάντων ἦν παρακαλούντων ἀλλήλους ἐπὶ τὰ ὅπλα, καὶ οἱ Κελτοὶ δὲ πλείους ἤδη γεγονότες ἐχώρουν ἐνδοτέρω.ἐνθάδε τις τῶν ἐσχηκότων τὴν ὕπατον ἀρχήν, Μάρκος Μάλλιος, ἁρπάσας τὰ ὅπλα καὶ συστὰς τοῖς βαρβάροις τόν τε πρῶτον ἀναβάντα καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸ ξίφος φέροντα φθάσας παίει κατὰ τοῦ βραχίονος καὶ ἀποκόπτει τὸν ἀγκῶνα·καὶ τὸν ἐπὶ τούτῳ πρὶν ἢ εἰς χεῖρας ἐλθεῖν ὀρθῷ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἀνατρέπει καὶ κείμενον ἀποσφάττει, ἔπειτα τοὺς ἄλλους τεταραγμένους ἤδη ἐλαύνων ὑπὸ πόδας, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ κατὰ τοῦ κρημνοῦ διώκων ἐξέχεεν. ἀντὶ ταύτης εὕρετο τῆς ἀριστείας τὴν πρέπουσαν τῷ τότε καιρῷ δωρεὰν παρὰ τῶν κατεχόντων τὸ Καπιτώλιον, οἴνου καὶζέας τὴν ἐφήμερον ἀνδρὸς ἑκάστου τροφήν. περὶ δὲ τῶν ἐν ἐκείνῳ τῷ τόπῳ τὴν φυλακὴν ἐκλιπόντων, καθʼ ὃν ἀνέβησαν οἱ Κελτοί, ζητήσεως γενομένης ὅ τι χρὴ ποιεῖν, ἡ μὲν βουλὴ θάνατον ἁπάντων κατεψηφίσατο, ὁ δὲ δῆμος ἐπιεικέστερος γενόμενος ἑνὸς τοῦἡγεμόνος αὐτῶν ἠρκέσθη τῇ κολάσει. ἵνα δὲ φανερὸς γένοιτο τοῖς βαρβάροις ὁ θάνατος αὐτοῦ, δεθεὶς τὰς χεῖρας ὀπίσω κατὰ τοῦ κρημνοῦ βάλλεται πρὸς αὐτούς. ἐκείνου δὲ τιμωρηθέντος οὐδὲν ἔτι ῥᾴθυμον ἦν τῶν περὶ τὰς φυλακάς, ἀλλὰ παννύχιοι διετέλουν ἅπαντες ἐγρηγορότες, ὥστε τοὺς Κελτοὺς ἀπογνόντας δι’ ἀπάτης ἢ κλοπῆς καθέξειν τὸ φρούριον περὶ λύτρων διαλέγεσθαι, ἃ τοῖς βαρβάροις δόντες κομιοῦνται τὴν πόλιν.ἐπεὶ δὲ τὰ ὅρκια ἐπετέλεσαν καὶ τὸ χρυσίον οἱ Ῥωμαῖοι κατήνεγκαν, σταθμὸς μὲν ἦν, ὃν ἔδει τοὺς Κελτοὺς λαβεῖν, ε καὶ κ τάλαντα· τεθέντος δὲ τοῦ ζυγοῦ πρῶτον μὲν αὐτὸ τὸ τάλαντον ὁ Κελτὸς βαρύτερον τοῦ δικαίου παρῆν φέρων, ἔπειτα ἀγανακτούντων πρὸς τοῦτο τῶν Ῥωμαίων τοσούτου ἐδέησε μετριάσαι περὶ τὸ δίκαιον, ὥστε καὶ τὴν μάχαιραν ἅμα τῇ θήκῃ καὶ τῷ ζωστῆρι περιελόμενος ἐπέθηκε τοῖς σταθμοῖς.τῷ δὲ ταμίᾳ πυνθανομένῳ, τί θέλει τοῦτʼ εἶναι τὸ ἔργον, ἀπεκρίνατο τούτοις τοῖς ὀνόμασιν· ὀδύνη τοῖς κεκρατημένοις. ἐπεὶ δὲ ὁ συγκείμενος σταθμὸς οὐκ ἐξεπληροῦτο διὰ τὴν τοῦ Κελτοῦ πλεονεξίαν, ἀλλὰ καὶ τὸ τρίτον ἐνέδει μέρος, ἀπῄεσαν οἱ Ῥωμαῖοι χρόνον εἰς συμπορισμὸν τοῦ λείποντος αἰτησάμενοι· ὑπέμειναν δὲ ταύτην τὴν ὑπερηφανίαν τῶν βαρβάρων οὐθὲν ἐγνωκότες τῶν ἐπὶ τοῦ στρατοπέδου πραττομένων παρὰ Καιδικίου καὶ Καμίλλου, ὡς ἔφαμεν.