Καμίλλου τὴν Φαλερίων πόλιν πολιορκοῦντος Φαλίσκων τις εἴτʼ ἀπεγνωκὼς τὴν πόλιν εἴτε κέρδη θηρώμενος ἴδια παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἴκων παρακρουσάμενος — ἦν δὲ διδάσκαλος γραμμάτων — ἐξήγαγεν ἐκ τῆς πόλεως, ὡς περιπατήσοντάς τε πρὸ τοῦ τείχους καὶ τὸ Ῥωμαικὸν στρατόπεδον θεασομένους.ὑπαγόμενος δὲ κατὰ μικρὸν αὐτοὺς προσωτέρω τῆς πόλεως ἐπὶ φυλακτήριον Ῥωμαικὸν ἄγει καὶ τοῖς ἐκδραμοῦσι παραδίδωσιν, ὑφʼ ὧν ἀχθεὶς ἐπὶ τὸν Κάμιλλον ἔφη· βεβουλεῦσθαι μὲν ἔτι πάλαι τὴν πόλιν ὑπὸ Ῥωμαίων ποιῆσαι, οὐδενὸς δὲ κύριος ὢν οὔτε ἄκρας οὔτε πυλῶν οὔθʼ ὅπλων τοῦτον ἐξευρηκέναι τὸν τρόπον, ὑποχειρίους ποιῆσαι τοὺς υἱεῖς τῶν εὐγενεστάτων, ἄφυκτον ἀνάγκην ὑπολαβὼν τοὺς πατέρας αὐτῶν καταλήψεσθαι τῆς σωτηρίας τῶν τέκνων περιεχομένους τάχιον παραδοῦναι Ῥωμαίοις τὴν πόλιν.ὁ μὲν δὴ ταῦτʼ ἔλεγε πολλὰς ἐλπίδας ἔχων θαυμαστούς τινας ἐξοίσεσθαι μισθοὺς τῆς προδοσίας.ὁ δὲ Κάμιλλος εἰς φυλακὴν παραδιδοὺς τὸν γραμματιστὴν καὶ τοὺς παῖδας ἐπιστέλλει τῇ βουλῇ διὰ γραμμάτων τὰ γενόμενα καὶ τί χρὴ ποιεῖν ἤρετο.ἐπιτρέψαντος δʼ αὐτῷ τοῦ συνεδρίου πράττειν, ὅ τι ἂν αὐτῷ φαίνηται κράτιστον, προαγαγὼν ἐκ τοῦ στρατοπέδου τὸν γραμματιστὴν ἅμα τοῖς παισὶ καὶ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν τὸ στρατηγικὸν βῆμα προστάξας τεθῆναι, πολλοῦ συνδραμόντος ὄχλου, τοῦ μὲν ἐπὶ τὰ τείχη, τοῦ δʼ ἐπὶ τὰς πύλας, πρῶτον μὲν ἐδήλωσε τοῖς Φαλίσκοις, οἷα ὁ γραμματιστὴς εἰς αὐτοὺς ἐτόλμησε παρανομεῖν· ἔπειτα περικαταρρῆξαι τὴν ἐσθῆτα τοῦ ἀνδρὸς ἐκέλευσε τοῖς ὑπηρέταις καὶξαίνειν τὸ σῶμα μάστιξι πάνυ πολλαῖς. ὡς δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, ῥάβδους τοῖς παισὶν ἀναδοὺς ἀπάγειν αὐτὸν ἐκέλευσεν εἰς τὴν πόλιν δεδεμένον τὼ χεῖρε ὀπίσω παίοντάς τε καὶ πάντα τρόπον αἰκιζομένους. κομισάμενοι δὲ τοὺς παῖδας οἱ Φαλίσκοι καὶ τὸν γραμματιστὴν ἀξίως τῆς κακῆς διανοίας τιμωρησάμενοι παρέδοσαν τῷ Καμίλλῳ τὴν πόλιν.ὁ αὐτὸς Κάμιλλος ἐπὶ τὴν Οὐιεντανῶν πόλιν στρατεύων ηὔξατο τῇ βασιλείᾳ Ἥρᾳ τῇ ἐν Οὐιεντανοῖς, ἐὰν κρατήσῃ τῆς πόλεως τό τε ξόανον αὐτῆς ἐν Ῥώμῃ καθιδρύσειν καὶ σεβασμοὺς αὐτῇκαταστήσεσθαι πολυτελεῖς. ἁλούσης δὲ τῆς πόλεως ἀπέστειλε τῶν ἱππέων τοὺς ἐπιφανεστάτους ἀρουμένους ἐκ τῶν βάθρων τὸ ἕδος· ὡς δὲ παρῆλθον οἱ πεμφθέντες εἰς τὸν νεών, καί τις ἐξ αὐτῶν εἴτε μετὰ παιδιᾶς καὶ γέλωτος εἴτε οἰωνοῦ δεόμενος, εἰ βούλοιτο μετελθεῖν εἰς Ῥώμην ἡ θεός, ἤρετο, φωνῇ γεγωνῷ τὸ ξόανον ἐφθέγξατο, ὅτι βούλεται. τοῦτο καὶ δὶς γέγονεν· ἀπιστοῦντες γὰρ οἱ νεανίσκοι, εἰ τὸ ξόανον ἦν τὸ φθεγξάμενον, πάλιν ἤροντο τὸ αὐτὸ καὶ τὴν αὐτὴν φωνὴν ἤκουσαν.ἐν δὲ τῇ ἀρχῇ τῶν μετὰ τὸν Κάμιλλον ὑπάτων νόσος εἰς Ῥώμην κατέσκηψε λοιμικὴ τὴν ἀρχὴν ἀπό τε ἀνομβρίας καὶ αὐχμῶν λαβοῦσα ἰσχυρῶν, ὑφʼ ὧν κακωθεῖσα ἥ τε δενδρῖτις καὶ ἡ σιτοφόρος ὀλίγους μὲν ἀνθρώποις καρποὺς ἐξήνεγκε καὶ νοσερούς,ὀλίγην δὲ καὶ πονηρὰν βοσκήμασι νομήν. προβάτων μὲν οὖν καὶ τῶν ἄλλων ὑποζυγίων ἀναρίθμητόν τι διεφθάρη πλῆθος οὐ χιλοῦ σπανισάμενον μόνον, ἀλλὰ καὶ ποτοῦ· τοσαύτη γὰρ τῶν τε ποταμίων καὶ τῶν ἄλλων ναμάτων ἐπίλειψις ἐγένετο, ἡνίκα μάλιστα κάμνει πάντα δίψει τὰ βοτά.ἄνθρωποι δὲ ὀλίγοι μὲν τινες διεφθάρησαν, ἃς οὔπω πρότερον ἐπείρασαν προσενεγκάμενοι τροφάς, οἱ δὲ λοιποὶ μικροῦ πάντες εἰς νόσους δεινὰς κατέπεσον ἀρχομένας μὲν ἀπὸ μικρῶν ἐξανθημάτων, ἃ περὶ τοὺς ἔξωθεν χρῶτας ἀνίστατο, κατασκηπτούσας δʼ εἰς ἕλκη μεγάλα φαγεδαίναις ὅμοια, πονηρὰν μὲν ὄψιν, δεινὴν δὲ ἀλγηδόνα παρέχοντα.ἦν τε οὐθὲν ἴαμα τῆς περιωδυνίας τοῖς κάμνουσιν, ὅ τι μὴ κνησμοὶ καὶ σπαραγμοὶ συνεχεῖς λωβώμενοι τοῖς χρωσὶ μέχρι γυμνώσεως ὀστέων.μετʼ οὐ πολὺ δὲ οἱ δήμαρχοι Καμίλλῳ φθονήσαντες ἐκκλησίαν κατʼ αὐτοῦ συνήγαγον καὶ ἐζημίωσαν αὐτὸν δέκα μυριάσιν ἀσσαρίων, οὐκ ἀγνοοῦντες, ὅτι πολλοστόν τι μέρος ὁ βίος ἦν αὐτῷ τοῦ κατακρίματος, ἀλλʼ ἵνʼ ἀπαχθεὶς εἰς τὸ δεσμωτήριον ὑπὸ τῶν δημάρχων ἀσχημονήσῃ ὁ τοὺς ἐπιφανεστάτους κατορθώσας πολέμους. τὸ μὲν οὖν ἀργύριον οἱ πελάται τε καὶ συγγενεῖς αὐτοῦ συνεισενέγκαντες ἐκ τῶν ἰδίων χρημάτων ἀπέδοσαν, ὥστε μηδεμιᾶς πειραθῆναι ὕβρεως, ὁ δʼ ἀνὴρ ἀφόρητον ἡγούμενος τὸν προπηλακισμὸν ἐκχωρεῖν ἔγνω τῆς πόλεως.γενόμενος δὲ πλησίον τῶν πυλῶν καὶ τοὺς παρόντας ἀσπασάμενος ὀλοφυρομένους καὶ δακρύοντας, οἵου στέρεσθαι μέλλοιεν ἀνδρός, πολλὰ κατὰ τῶν παρειῶν ἀφεὶς δάκρυα καὶ τὴν κατασχοῦσαν αὐτὸν ἀσχημοσύνην ἀνακλαυσάμενος, εἶπεν· ὦ θεοὶ καὶ δαίμονες, ἔφοροι τῶν ἀνθρωπίνων ἔργων, ὑμᾶς ἀξιῶ δικαστὰς γενέσθαι μοι τῶν τε πρὸς τὴν πατρίδα πολιτευμάτων καὶ παντὸς τοῦ παρεληλυθότος βίου·ἔπειτʼ, ἐὰν μὲν ἔνοχον εὕρητέ με ταῖς αἰτίαις, ἐφʼ αἷς ὁ δῆμος κατεψηφίσατό μου, πονηρὰν καὶ ἀσχήμονα τελευτὴν δοῦναι τοῦ βίου, ἐὰν δʼ ἐν ἅπασιν, οἷς ἐπιστεύθην ὑπὸ τῆς πατρίδος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους, εὐσεβῆ καὶ δίκαιον καὶ πάσης ἀσχήμονος ὑποψίας καθαρόν, τιμωροὺς γενέσθαι μοι, τοιούτους ἐπιστήσαντας τοῖς ἠδικηκόσι κινδύνους καὶ φόβους, διʼ οὓς ἀναγκασθήσονται μηδεμίαν ἄλλην ἐλπίδα σωτηρίας ὁρῶντες ἐπʼ ἐμὲ καταφυγεῖν. ταῦτʼ εἰπὼν εἰς πόλιν Ἀρδέαν ᾤχετο.