τοῦτο μαθόντες οἱ Ῥωμαῖοι κατʼ ἀρχὰς μέν, ὡς δαιμονίου τινὸς μηνίοντος τῇ πόλει, θυσίαις ἐξιλάσασθαι τοὺς κατέχοντας τὸν τόπον θεοὺς καὶ δαίμονας ἐψηφίσαντο καὶ τοὺς ἐπιχωρίους μάντεις ἀνέκρινον, εἴ τι λέγειν ἔχουσιν· ἐπεὶ δʼ οὔτε ἡ λίμην τὴν ἑαυτῆς τάξιν ἀπελάμβανεν, οὔτε οἱ μάντεις ἀκριβὲς οὐδὲν ἔλεγον, ἀλλὰ τῷ θεῷ χρῆσθαι παρῄνουν, ἐπὶ τὸ Δελφικὸν μαντεῖον ἀπέστειλαν θεοπρόπους.ἐν δὲ τῷ μεταξὺ χρόνῳ Οὐιεντανῶν τις ἔμπειρος τῆς ἐπιχωρίου μαντικῆς διὰ προγόνων ἐτύγχανε φυλακὴν ἔχων τοῦ τείχους, ἐγεγόνει δέ τις αὐτῷ τῶν ἀπὸ τῆς Ῥώμης λοχαγῶν ἐκ παλαιοῦ γνώριμος. οὗτος ὁ λοχαγὸς ἐγγὺς τοῦ τείχους ποτὲ γενόμενος καὶ τοὺς συνήθεις ἀσπασμοὺς τῷ ἀνδρὶ ἀποδοὺς οἰκτείρειν αὐτὸν ἔφη τῆς καταληψομένης ἅμα τοῖς ἄλλοις συμφορᾶς, ἐὰν ἡ πόλις ἁλῷ.καὶ ὁ Τυρρηνὸς ἀκηκοὼς τὴν ὑπέρχυσιν τῆς Ἀλβανίδος λίμνης καὶ τὰ παλαιὰ περὶ αὐτῆς προειδὼς θέσφατα ἀναγελάσας· οἷον, ἔφησεν, ἐστὶν ἀγαθὸν τὸ προειδέναι τὰ μέλλοντα. ὑμεῖς δὲ κατὰ τὴν ἀγνωσίαν τῶν ἀποβησομένων πόλεμον ἀτελῆ καὶ πόνους ἀνηνύτους ἀντλεῖτε τὴν Οὐιεντανῶν πόλιν ἀναστήσειν οἰόμενοι. εἰ δέ τις ὑμῖν ἐδήλωσεν, ὅτι τῇ πόλει τῇδε τότε πέπρωται ἁλῶναι, ὅταν ἡ πρὸς Ἀλβανῷ λίμνη σπανίσασα τῶν αὐθιγενῶν ναμάτων μηκέτι μίσγηται θαλάττῃ, ἐπαύσασθε ἂν αὐτοί τε δαπανώμενοι καὶἡμᾶς ἐνοχλοῦντες. ταῦτα ὁ Ῥωμαῖος μαθὼν πολὺς ἐν τῷ σκοπεῖν καθʼ ἑαυτὸν γενόμενος, τότε μὲν ἀπῄει, τῇ δʼ ἑξῆς προειπὼν τοῖς χιλιάρχοις, ἃ διενοεῖτο, παρῆν ἐπὶ τὸν αὐτὸν τόπον ἄνοπλος, ὥστε μηδεμίαν ὑποψίαν ἐπιβουλῆς τὸν Τυρρηνὸν ὑπὲρ αὐτοῦ λαβεῖν. χρησάμενος δὲ τοῖς συνήθεσιν ἀσπασμοῖς πρῶτον μὲν ὑπὲρ τῆς κατεχούσης τὸ Ῥωμαικὸν στρατόπεδον ἀμηχανίας διελέγετο ἄλλʼ, ἐφʼ οἷς ἡσθήσεσθαι τὸν Τυρρηνὸν ὑπελάμβανεν, ἔπειτα ἐξηγητὴν αὑτῷ γενέσθαι ἠξίου σημείων τινῶν καὶ τεράτων νεωστὶ τοῖς χιλιάρχοις γεγονότων.πείθεται τοῖς λόγοις ὁ μάντις οὐδεμίαν δεδοικὼς ἐξαπάτην καὶ τοὺς συνόντας αὐτῷ μεταστῆναι κελεύσας αὐτὸς ἠκολούθει μόνος τῷ λοχαγῷ. ὁ δὲ Ῥωμαῖος ὑπαγόμενος αὐτὸν ἀπωτέρω τοῦ τείχους διὰ τῶν πρὸς ἀπάτην μηχανηθέντων λόγων, ὡς ἐγγὺς ἐγένετο τοῦ περιτειχίσματος, περιλαβὼν ταῖς χερσὶν ἀμφοτέραις μέσον αἴρεταί τε καὶ πρὸς τὸ Ῥωμαικὸν ἀποφέρεται στρατόπεδον.τοῦτον τὸν ἄνδρα οἱ χιλίαρχοι λόγοις τε θεραπεύοντες καὶ βασάνων ἀπειλαῖς δεδιττόμενοι ἅπαντα παρεσκεύασαν ἐξειπεῖν, ἃ περὶ τῆς Ἀλβανίδος λίμνης ἀπέκρυπτεν· εἶτα καὶ πρὸς τὴν βουλὴν αὐτὸν ἀναπέμπουσι. τοῖς δʼ ἐκ τοῦ συνεδρίου οὐχ ἡ ὁμοία παρέστη δόξα, ἀλλὰ τοῖς μὲν ἐδόκει πανοῦργός τις εἶναι καὶ γόης ὁ Τυρρηνὸς καὶ καταψεύδεσθαι τὸῦ δαιμονίου τὰ περὶ τὸν χρησμόν, τοῖς δʼ ἀπὸ πάσης ἀληθείας εἰρηκέναι.ἐν τοιαύτῃ δʼ ἀμηχανίᾳ τῆς βουλῆς ὑπαρχούσης παρῆσαν οἱ προαποσταλέντες εἰς Δελφοὺς θεόπροποι χρησμοὺς κομίζοντες τοῖς ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοις συνᾴδοντας· ὅτι θεοὶ καὶ δαίμονες οἱ λαχόντες τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖς ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆς ἐν Ἀλβανῷ λίμνης ὑπερχεόμεναι καὶ μέχρι θαλάττης ἀπορρέουσαι·ὅταν δʼ ἐκεῖναι φύσιν τε τὴν ἑαυτῶν καὶ ὁδοὺς τὰς ἀρχαίας ἐκλιποῦσαι καθʼ ἑτέρας ἐκτραπῶσιν, ὡς μηκέτι μίσγεσθαι τῇ θαλάττῃ, τότε καὶ τὴν πόλιν αὐτῶν ἀνάστατον ἔσεσθαι· τοῦτο δʼ οὐκ εἰς μακρὰν ὑπὸ Ῥωμαίων γενήσεσθαι, ἐὰν ὀρύγμασι καθʼ ἕτερα χωρία γενομένοις ἐκτρέψωσι τὴν πλήμμυραν τῶν ὑδάτων εἰς τὰ πρόσω τῆς θαλάττης πεδία. ταῦτα μαθόντες οἱ Ῥωμαῖοι εὐθὺς ἐπέστησαν τοῖς ἔργοις τοὺς χειροτέχνας.ὡς δὲ ταῦτʼ ἤκουσαν Οὐιεντανοὶ παρʼ αἰχμαλώτου τινός, ἐπικηρυκεύεσθαι πρὸς τοὺς πολιορκοῦντας ἤθελον περὶ καταλύσεως τοῦ πολέμου, πρὶν ἁλῶναι κατὰ κράτος τὴν πόλιν, καὶ ἀποδείκνυνται πρέσβεις οἱ πρεσβύτατοι.ἀποψηφισαμένης δὲ τῆς βουλῆς τῶν Ῥωμαίων τὰς διαλλαγὰς οἱ μὲν ἄλλοι πρέσβεις ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατος ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατος, ἐπιστὰς ταῖς θύραις καὶ περιβλέψας εἰς ἅπαντας τοὺς παρόντας ἐν τῷ συνεδρίῳ· καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπές, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντες ἔχειν τῶν περιοίκων διʼ ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντες ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντες χόλον,οὔτε τὴν παρʼ ἀνθρώπων ἐντραπέντες νέμεσιν. ἀνθʼ ὧν ὑμῖν δίκη τιμωρὸς ἥξει παρὰ θεῶν εἰς τὰ ὅμοια ζημιοῦσα· Οὐιεντανοὺς γὰρ ἀφελόμενοι τὴν πατρίδα μετʼ οὐ πολὺ τὴν ἑαυτῶν ἀποβαλεῖτε.μετὰ βραχὺ δὲ ἁλισκομένης τῆς πόλεως οἱ μὲν ὁμόσε τοῖς πολεμίοις χωροῦντες ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ πολλοὺς ἀποκτείναντες κατεκόπησαν, οἱ δʼ αὐτοχειρίᾳ σφάξαντες αὑτοὺς διεφθάρησαν· ὅσοις δὲ διʼ ἀνανδρίαν τε καὶ ταπεινότητα ψυχῆς πάντʼ ἐφαίνετο τοῦ τεθνάναι τὰ δεινὰ μετριώτερα, ῥίψαντες τὰ ὅπλα παρεδίδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς.