καὶ λόγοι πολλοὶ μὲν ἐν τῷ συνεδρίῳ, πολλοὶ δὲ κατὰ τὰς ἐκκλησίας ὑπὸ τῶν προϊσταμένων τῆς ἀριστοκρατίας ἐλέχθησαν, ἐπιεικέστεροι μὲν ὑπὸ τῶν οἰομένων ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν τοὺς δημοτικούς, τραχύτεροι δʼ ὑπὸ τῶν νομιζόντων ἐξ ἐπιβουλῆς καὶ φθόνου τοῦ πρὸς αὐτοὺς τὸ πρᾶγμα συγκεῖσθαι.ἑλκομένου δὲ τοῦ χρόνου διακενῆς ἧκον εἰς τὴν πόλιν ἀπὸ τῶν συμμάχων ἄγγελοι λέγοντες, ὅτι πολλῇ στρατιᾷ μέλλουσιν ἐλαύνειν ἐπʼ αὐτοὺς Αἰκανοί τε καὶ Οὐολοῦσκοι, δεόμενοι βοήθειαν ἀποστεῖλαι σφίσι διὰ ταχέων ὡς ἐν τρίβῳ τοῦ πολέμου κειμένοις.ἐλέγοντο δὲ καὶ Τυρρηνῶν οἱ καλούμενοι Οὐιεντανοὶ παρασκευάζεσθαι πρὸς ἀπόστασιν, Ἀρδεᾶται τʼ αὐτῶν οὐκέτι ἦσαν ὑπήκοοι τῆς ἀμφιλόγου χώρας ὀργὴν ἔχοντες, ἣν ὁ Ῥωμαίων δῆμος αἱρεθεὶς δικαστὴς αὑτῷ προσεδίκασεν ἐν τῷ παρελθόντι ἐνιαυτῷ.ταῦτα ἡ βουλὴ μαθοῦσα ψηφίζεται στρατιὰν καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν δυνάμεις. ἀντέπραττον δὲ τοῖς γνωσθεῖσιν ὑπʼ αὐτῶν οἱ τὸν νόμον εἰσφέροντες ἔχουσι δʼ ἐξουσίαν ἐναντιοῦσθαι δήμαρχοι τοῖς ὑπάτοις ἀφαιρούμενοί τε τοὺς ἀγομένους ὑπʼ αὐτῶν ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, καὶ τιμωρίαν οὐδεμίαν ἐῶντες λαμβάνειν παρὰ τῶν ἀπειθούντων.πολλὰ δὲ τῆς βουλῆς ἀξιούσης ἐν μὲν τῷ παρόντι χρόνῳ τὴν φιλονεικίαν καταβαλεῖν, ὅταν δὲ τέλος οἱ πόλεμοι λάβωσι, τότε προτιθέναι τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον, οἵδε τοσούτου ἐδέησαν εἶξαι τοῖς καιροῖς, ὥστε καὶ περὶ τῶν ἄλλων ἐναντιώσεσθαι τοῖς δόγμασι τῆς βουλῆς ἔλεγον, καὶ οὐδὲν ἐάσειν δόγμα περὶ οὐδενὸς κυρωθῆναι πράγματος, ἐὰν μὴ τὸν ὑπʼαὐτῶν εἰσφερόμενον προβουλεύσῃ νόμον. καὶ οὐ μόνον ἐν τῷ συνεδρίῳ πρὸς τοὺς ὑπάτους ταῦτʼ ἀπειλῆσαι προήχθησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἐκκλησίας, ὅρκους, οἵπερ εἰσὶ μέγιστοι παρʼ αὐτοῖς, κατὰ τῆς ἑαυτῶν πίστεως διομοσάμενοι, ἵνα μηδέ τι τῶν ἐγνωσμένων αὐτοῖς πεισθεῖσιν ἐξῇ καταλύειν.πρὸς δὴ τὰς ἀπειλὰς ταύτας ἐσκόπουν, ὅ τι χρὴ ποιεῖν, οἱ πρεσβύτατοί τε καὶ κορυφαιότατοι τῶν προεστηκότων τῆς ἀριστοκρατίας, συναχθέντες εἰς τὸν ἰδιωτικὸν σύλλογον ὑπὸ τῶν ὑπάτων αὐτοὶ καθʼἑαυτούς. Γάϊος μὲν οὖν Κλαύδιος ἥκιστα δημοτικὸς ὢν καὶ ταύτην διαδεδεγμένος ἐκ προγόνων τὴν αἵρεσιν τῆς πολιτείας αὐθαδεστέραν γνώμην εἰσέφερε, μήτε ὑπατείας μήτʼ ἄλλης ἀρχῆς τῷ δήμῳ παραχωρεῖν μηδεμιᾶς· τοὺς δὲ τἀναντία πράττειν ἐπιχειροῦντας ὅπλοις κωλύειν, ἐὰν μὴ πείθωνται τοῖς λόγοις, φειδὼ μηδεμίαν ποιουμένους μήτʼ ἰδιώτου μήτʼ ἄρχοντος. ἅπαντας γὰρ τοὺς ἐπιχειροῦντας τὰ πάτρια κινεῖν ἔθη καὶ τὸν κόσμον τοῦ πολιτεύματος τὸν ἀρχαῖον διαφθείρειν ἀλλοτρίους καὶ πολεμίους εἶναι τῆς πόλεως.Τίτος δὲ Κοίντιος οὐκ εἴα τῇ βίᾳ κατείργειν τὸ ἀντίπαλον, οὐδὲ διʼ ὅπλων καὶ διʼ αἵματος ἐμφυλίου χωρεῖν πρὸς τὸ δημοτικόν, ἄλλως τε καὶ δημάρχων σφίσιν ἐναντιωσομένων, οὓς ἱεροὺς εἶναι καὶ παναγεῖς ἐψηφίσαντο οἱ πατέρες ἡμῶν θεοὺς καὶ δαίμονας ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν, καὶ τοὺς μεγίστους ὅρκους κατʼ ἐξωλείας αὐτῶν τε καὶ τῶν ἐγγόνων, ἐάν τι παραβαίνωσι τῶν συγκειμένων, κατομοσάμενοι.ταύτῃ προσθεμένων τῇ γνώμῃ καὶ τῶν ἄλλων τῶν παρακληθέντων εἰς τὸ συνέδριον παραλαβὼν τὸν λόγον ὁ Κλαύδιος· οὐκ ἀγνοῶ μέν, ἔφησεν, ἡλίκων κρηπὶς καταβληθήσεται συμφορῶν ἅπασιν ἡμῖν, ἐὰν ἐπιτρέψωμεν τῷ δήμῳ περὶ τοῦ νόμου ψῆφον λαβεῖν· οὐκ ἔχων δʼ ὅ τι χρὴ ποιεῖν οὐδὲ δυνάμενος τοσούτοις οὖσιν μόνος ἀντιλέγειν, εἴκω τοῖς βουλήμασι τοῖς ὑμετέροις.δίκαιον γὰρ ἀποφαίνεσθαι μὲν ἕκαστον ἃ δοκεῖ τῷ κοινῷ συνοίσειν, πείθεσθαι δὲ τοῖς ὑπὸ τῶν πλειόνων κριθεῖσιν. ἐκεῖνο μέντοι παραινεῖν ὑμῖν ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν ἔχω, τῆς μὲν ὑπατείας μήτε νῦν μήθʼ ὕστερον παραχωρεῖν μηδενὶ πλὴν τῶν πατρικίων, οἷς μόνοις ὅσιόν τε καὶθεμιτόν ἐστι τυγχάνειν· ὅταν δʼ εἰς ἀνάγκην κατακλεισθῆτε ὥσπερ νῦν μεταδιδόναι καὶ τοῖς ἄλλοις πολίταις τῆς μεγίστης ἐξουσίας τε καὶ ἀρχῆς, χιλιάρχους τε ἀντὶ τῶν ὑπάτων ἀποδείκνυτε, ἀριθμὸν αὐτῶν ὁρίσαντες ὅσον δή τινα — ἐμοὶ μὲν γὰρ ὀκτὼ ἢ ἓξ ἀποχρῆς δοκεῖ — ἔν τε τούτοις τοῖς ἀνδράσι μὴ ἐλάττονες ἀριθμὸν ἔστωσαν οἱ πατρίκιοι τῶν δημοτικῶν. ταῦτα γὰρ ποιοῦντες οὔτε τὴν τῶν ὑπάτων ἀρχὴν εἰς ταπεινοὺς καὶ ἀναξίους καταβαλεῖτε οὔτε δυναστείας ἀδίκους ἑαυτοῖς κατασκευάζεσθαι δόξετε μηδεμιᾶς ἀρχῆς μεταδιδόντες τοῖς δημοτικοῖς.ἐπαινεσάντων δʼ ἁπάντων τὴν γνώμην καὶ οὐδενὸς τἀναντία λέγοντος· ἀκούσατʼ, ἔφη, ἃ καὶ τοῖς ὑπάτοις ὑμῖν ἔχω παραινεῖν. ἡμέραν προειπόντες, ἐν ᾗ τὸ προβούλευμα ἐπικυρώσετε καὶ τὰ κριθέντα ὑπὸ τῆς βουλῆς, λόγον ἀπόδοτε τοῖς ἀπολογουμένοις ὑπὲρ τοῦ νόμου καὶ τοῖς κατηγοροῦσι· ῥηθέντων δὲ τῶν λόγων, ὅταν καθήκῃ τὰς γνώμας ἐρωτᾶν, μήτʼ ἀπʼ ἐμοῦ ἄρξησθε μήτʼ ἀπὸ κοιντίου τουδὶ μήτʼ ἀπʼ ἄλλου τῶν πρεσβυτέρων μηδενός, ἀλλʼ ἀπὸ τοῦ φιλοδημοτάτου τῶν βουλευτῶν Λευκίου Οὐαλερίου, καὶ μετὰ τοῦτον ἀξιοῦτε Ὁράτιον εἴ τι βούλεται λέγειν. ὅταν δὲ τὰς παρʼ ἐκείνων γνώμας ἐξετάσητε, τότε τοὺς πρεσβυτέρους ἡμᾶς κελεύετε λέγειν.