θεῖος δʼ ἦν οὗτος, ὥσπερ ἔφην, Ἀππίῳ τῷ καταστησαμένῳ τὴν ὀλιγαρχίαν καὶ νεωστὶ ὑπὸ τῶν δημάρχων ἀναιρεθέντι· τούς τε κυρωθέντας ὑπʼ αὐτῶν νόμους προβαλλομένου, δι’ ὧν ἠλάττωσαν τὸ τῆς βουλῆς κράτος, καὶ τἆλλα πολιτεύματα, ὅσα οὗτοι πολιτευόμενοι διετέλεσαν· τελευταίαν δὲ τὴν τῶν δέκα ἀνδρῶν, οὓς προὔδωκαν τοῖς δημάρχοις, τῶν μὲν ἀπώλειαν, τῶν δὲ δήμευσιν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας,διεξιόντος. τὰ γὰρ ἐπὶ τῶν ἱερῶν συνομολογηθέντα τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπʼ ἀδείᾳ τε πάντων γενέσθαι καὶ ἀμνηστίᾳ τῶν προτέρων· τόν τʼ Ἀππίου θάνατον οὐκ αὐτοχειρίᾳ γενέσθαι λέγοντος, ἀλλʼ ἐπιβούλως ὑπὸ τῶν δημάρχων πρὸ δίκης, ἵνα μήτε λόγου τύχῃ κρινόμενος μήτʼ ἐλέου, ὡς, εἰ κατέστη γοῦν εἰς κρίσιν ἁνὴρ, ἀπέφυγεν ἂν γένους ἀξίωμα παρεχόμενος καὶ πολλὰ τὸ κοινὸν εὖ πεποιηκὼς ὅρκους τε καὶ πίστεις ἐπιβοώμενος, αἷς ἅνθρωποι πιστεύοντες εἰς διαλλαγὰς συνέρχονται, τέκνα τε καὶ συγγένειαν καὶ αὐτὸ τὸ ταπεινὸν σχῆμα καὶ ἄλλα πολλὰ φέρων εἰς οἶκτον ἐφελκόμενα τὸ πλῆθος.ταῦτα δὴ πάντα κατηγορήματα τῶν ὑπάτων κατʼ αὐτῶν ἐκχέαντος Κλαυδίου Γαΐου, καὶ πάντων τῶν παρόντων, ἔδοξεν ἀγαπᾶν αὐτοὺς εἰ μὴ δώσουσι δίκας· θριάμβων δὲ καταγωγῆς ἤ τινων τοιούτων συγχωρήσεων οὐδὲ κατὰ μικρὸν ἀξίους εἶναι τυγχάνειν.ἀποψηφισαμένης δὲ τῆς βουλῆς τὸν θρίαμβον ἀγανακτοῦντες οἱ περὶ τὸν Οὐαλέριον καὶ δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι συνεκάλεσαν εἰς ἐκκλησίαν τὸ πλῆθος· καὶ πολλὰ τῆς βουλῆς κατηγορήσαντες, συναγορευσάντων αὐτοῖς τῶν δημάρχων καὶ νόμον εἰσηγησαμένων, παρὰ τοῦ δήμου λαμβάνουσι τὴν καταγωγὴν τοῦ θριάμβου, πρῶτοι Ῥωμαίων ἁπάντων τοῦτο εἰσηγησάμενοι τὸ ἔθος.ἐκ δὲ τούτου πάλιν εἰς ἐγκλήματα καὶ διαφορὰς οἱ δημοτικοὶ καθίσταντο πρὸς τοὺς πατρικίους· παρώξυνον δʼ αὐτοὺς οἱ δήμαρχοι καθʼ ἡμέραν ἐκκλησιάζοντες καὶ πολλὰ κατὰ τῆς βουλῆς λέγοντες. ἦν δʼ ἡ μάλιστα ἐρεθίζουσα τοὺς πολλοὺς ὑπόληψις, ἣν ἐκεῖνοι παρεσκεύασαν ἰσχυρὰν γενέσθαι, φήμαις τʼ ἀδεσπότοις καὶ εἰκασμοῖς αὐξηθεῖσα οὐκ ὀλίγοις, ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους, οὓς ἐκύρωσαν οἱ περὶ Οὐαλέριον ὕπατοι· δόξα τʼ ἰσχυρὰ καὶ οὐ πολὺ ἀπέχουσα τοῦ πίστις εἶναι τοὺς πολλοὺς κατεῖχε. καὶ τὰ μὲν ἐπὶ τούτων πραχθέντα τῶν ὑπάτων ταῦτʼ ἦν.οἱ δὲ τὸν ἑξῆς ὑπατεύσαντες ἐνιαυτὸν Λάρος Ἑρμίνιος καὶ Τίτος Οὐεργίνιος· καὶ οἱ παρὰ τούτων τὴν ἀρχὴν παραλαβόντες, Μάρκος Γεγάνιοςμηδὲν δʼ αὐτῶν ἀποκρινομένων, ἀλλʼ ἀγανακτούντων παρελθὼν αὖθις Σκάπτιος ἐπὶ τὸ βῆμα· ἔχετʼ, ἔφη, παρακεχωρημένον, ἄνδρες πολῖται, παρʼ αὐτῶν τῶν διαφερομένων, ὅτι τῆς ἡμετέρας χώρας ἑαυτοῖς μηδὲν προσηκούσης ἀντιποιοῦνται· πρὸς ταῦτα ὁρῶντες τὰ δίκαια καὶ τὰ εὔορκα ψηφίσασθε.ταῦτα τοῦ Σκαπτίου λέγοντος αἰδὼς εἰσῄει τοὺς ὑπάτους ἐνθυμουμένους, ὡς οὔτε δίκαιον οὔτʼ εὐπρεπὲς ἡ δίκη λήψεται τέλος, ἄν τινα ἀμφισβητουμένην ὑφʼ ἑτέρων χώραν δικαστὴς αἱρεθεὶς ὁ Ῥωμαίων δῆμος μηδέποτʼ αὐτῆς ἀντιποιησάμενος ἑαυτῷ προσδικάσῃ τοὺς ἀμφισβητοῦντας ἀφελόμενος· καὶ πολλοὶ σφόδρα ἐλέχθησαν εἰς ἀποτροπὴν τοῦ πράγματος ὑπὸ τῶν ὑπάτων καὶ τῶν ἡγουμένων τῆς βουλῆς λόγοι διακενῆς.οἱ γὰρ ἀνειληφότες τὰς ψήφους πολλὴν μωρίαν εἶναι λέγοντες ἑτέρους περιορᾶν τὰ σφέτερα κατέχοντας, καὶ οὐκ εὐσεβὲς ἐξοίσειν τέλος ὑπολαμβάνοντες, ἐὰν Ἀρικηνοὺς ἢ Ἀρδεάτας κυρίους ἀποδείξωσι τῆς ἀμφισβητησίμου γῆς ὀμωμοκότες ὧν ἂν εὕρωσιν αὐτὴν οὖσαν τούτων ἐπικρινεῖν· τοῖς τε δικαζομένοις ὀργὴν ἔχοντες, ὅτι τοὺς ἀποστερουμένους αὐτῆς δικαστὰς ἠξίωσαν λαβεῖν, ἵνα μηδʼ ὕστερον ἔτι σφίσιν ἐγγένηται τὴν ἑαυτῶν ἀνακομίσασθαι κτῆσιν, ἣν αὐτοὶ μεθʼ ὅρκου δικάσαντες ἑτέρων ἐπέγνωσαν εἶναι.ταῦτα δὴ λογιζόμενοι καὶ ἀγανακτοῦντες τρίτον ἐκέλευσαν τεθῆναι καδίσκον ὑπὲρ τῆς πόλεως Ῥωμαίων καθʼ ἑκάστην φυλήν, εἰς ὃν ἀποθήσονται τὰς ψήφους· καὶ γίνεται πάσαις ταῖς ψήφοις ὁ Ῥωμαίων δῆμος τῆς ἀμφιλόγου χώρας κύριος. ταῦτα μὲν ἐπὶ τούτων τῶν ὑπάτων ἐπράχθη.Μάρκου δὲ Γενυκίου καὶ Γαΐου Κοιντίου τὴν ἀρχὴν παρειληφότων αἱ πολιτικαὶ πάλιν ἀνίσταντο διαφοραὶ τῶν δημοτικῶν ἀξιούντων ἅπασι Ῥωμαίοις ἐξεῖναι τὴν ὕπατον ἀρχὴν λαμβάνειν — τέως γὰρ οἱ πατρίκιοι μόνοι μετῄεσαν αὐτὴν ἐν ταῖς λοχίτισιν ἐκκλησίαις ἀποδεικνύμενοι — νόμον τε συγγράψαντες ὑπὲρ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν εἰσέφερον οἱ τότε δημαρχοῦντες ἐκτὸς ἑνὸς Γαΐου Φουρνίου πάντες οἱ λοιποὶ συμφρονήσαντες, ἐν ᾧ τὸν δῆμον ἐποιοῦντο κύριον τῆς διαγνώσεως καθʼ ἕνα ἕκαστον ἐνιαυτόν, εἴτε πατρικίους βούλοιτο μετιέναι τὴν ὑπατείαν εἴτε δημοτικούς.ἐφʼ οἷς ἠγανάκτουν οἱ τοῦ βουλευτικοῦ μετέχοντες συνεδρίου καταλυομένην τὴν ἑαυτῶν δυναστείαν ὁρῶντες καὶ πάντα ὑπομένειν ᾤοντο δεῖν πρότερον ἢ τὸν νόμον κύριον ἐᾶσαι γενέσθαι· ὀργαί τε καὶ κατηγορίαι καὶ ἀντιπράξεις ἐγίνοντο συνεχεῖς ἐν ἰδίοις τε συλλόγοις καὶ κατὰ τὰς κοινὰς συνόδους, ἁπάντων τῶν πατρικίων πρὸς ἅπαντας ἠλλοτριωμένων τοὺς δημοτικούς.