πολλάκις ἤδη συνέβη. ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν. εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν. ἀπαχθεὶς δʼ εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης — οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ — πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δʼ οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν ἀναρτησάμενος βρόχῳ.μετʼ ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφʼ ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει. οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν. τὰς δʼ οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο ... οἱ ταμίαι τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον.εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου· καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δʼ ἀιδίῳ ζημιοῦται, τῶν δʼ ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον, ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη. ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ τῶν πολεμίων γενέσθαι προσδοκώντων.ἐπεὶ δʼ αἱ κατὰ πόλιν ἐπαύσαντο ταραχαί, συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι δόγμα κυροῦσιν ἐξάγειν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων. ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ ψηφισθέντα ὑπὸ τῆς βουλῆς Οὐαλέριος μὲν ἅτερος τῶν ὑπάτων τὴν ἡμίσειαν ἔχων τοῦ στρατοῦ μοῖραν ἐξῆγεν ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους· συνῆλθε γὰρ ἀμφότερα τὰ ἔθνη.ἐπιστάμενος δὲ τοὺς Αἰκανοὺς ἐκ τῶν προτέρων κατορθωμάτων αὔχημα προσειληφότας καὶ εἰς πολλὴν καταφρόνησιν τῆς Ῥωμαίων δυνάμεως προελθόντας, ἔτι μᾶλλον ἐβούλετο ἐπᾶραι καὶ θρασυτέρους ποιῆσαι δόξαν οὐκ ἀληθῆ παρασχών, ὡς ὀρρωδῶν εἰς χεῖρας ἰέναι πρὸς αὐτοὺς καὶ πάντα δεδιότως ἐποίει.χωρίον τε γὰρ εἰς στρατοπεδείαν ὑψηλὸν καὶ δυσπρόσιτον ἐξελέξατο τάφρον τε βαθεῖαν περιεβάλετο καὶ χάρακας ἤγειρεν ὑψηλούς. προκαλουμένων δὲ τῶν πολεμίων αὐτὸν εἰς μάχην πολλάκις καὶ κακιζόντων τὴν ἀνανδρίαν ἠνείχετο μένων ἐφʼ ἡσυχίας. ἐπεὶ δʼ ἔγνω τὴν κρατίστην τῶν πολεμίων δύναμιν ἐπὶ προνομὴν τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐξεληλυθυῖαν, ἐν δὲ τῷ χάρακι φυλακὴν οὔτε πολλὴν καταλειπομένην οὔτʼ ἀγαθήν, τοῦτον εἶναι νομίσας τὸν καιρὸν ἐπιτήδειον ἐξῆγε κεκοσμημένην τὴν στρατιὰν καὶ παρέστησεν ὡς εἰς μάχην.οὐδενός τʼ ἀντεπιόντος ἐκείνην μὲν τὴν ἡμέραν ἐπεῖχε, τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀποσκευὴν αὐτῶν ἦγεν οὐ σφόδρα ὀχυρὰν οὖσαν. μαθόντες δὲ πολιορκούμενον τὸν χάρακα οἱ προεξεληλυθότες ἐπὶ τὰς προνομὰς ταχέως ἧκον, πλὴν οὐχ ἅμα καὶ ἐν κόσμῳ, σποράδες δὲ καὶ κατʼ ὀλίγους ὡς ἕκαστοι εἶχον ἐπιφαινόμενοι· οἵ τʼ ἐκ τοῦ χάρακος ἐπεὶ τοὺς σφετέρους προσιόντας ἐθεάσαντο, θρασύτεροι γεγονότες ἐξῆλθον ἀθρόοι.καὶ γίνεται μέγας ἀγὼν καὶ φόνος ἐξ ἀμφοτέρων πολύς, ἐν ᾧ νικήσαντες οἱ Ῥωμαῖοι τούς τε συστάδην μαχομένους ἐτρέψαντο καὶ τοὺς φεύγοντας ἐπιδιώκοντες, οὓς μὲν ἀπέκτειναν, οὓς δʼ αἰχμαλώτους ἔλαβον, τοῦ δὲ χάρακος αὐτῶν κρατήσαντες χρήματα πολλὰ καὶ λείαν ἄφθονον περιεβάλοντο. Οὐαλέριος μὲν δὴ ταῦτα διαπραξάμενος ἀδεῶς ἤδη τὴν γῆν τῶν πολεμίων ἐπιὼν ἐδῄου.Μάρκος δʼ Ὁράτιος ἐπὶ τὸν κατὰ Σαβίνων πόλεμον ἐπειδὴ τὰ κατὰ τὸν συνάρχοντα ἔγνω προαγαγὼν καὶ αὐτὸς ἐκ τοῦ χάρακος τὰς δυνάμεις ἀντεπῆγε θᾶττον ὅλῃ δυνάμει πρὸς οὐκ ἐλάττους ἀριθμὸν τοὺς Σαβίνους καὶ τὰ πολέμια ἐμπειροτάτους· ἐνεδείξαντο γὰρ φρόνημά τε καὶ τόλμαν ἐκ τῶν προτέρων κατορθωμάτων πολλὴν πρὸς τοὺς ἀντιμαχομένους, καὶ κοινῶς πάντες καὶ ἰδίως ὁ τούτων προηγούμενος· ἦν γὰρ οὐ μόνον στρατηγὸς ἀγαθός, ἀλλὰ καὶπολεμιστὴς κατὰ χεῖρα γενναῖος· καὶ τῶν ἱππέων μεγάλην προθυμίαν παρασχομένων νίκην ἀναιρεῖται λαμπροτάτην, πολλοὺς μὲν ἀποκτείνας τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλειόνων αἰχμαλώτων τετυχηκὼς τοῦ τε χάρακος αὐτῶν ἐρήμου κρατήσας, ἐν ᾧ τήν τʼ ἀποσκευὴν τῶν πολεμίων πολλὴν εὗρε καὶ τὴν λείαν ἅπασαν, ἣν ἐκ τῆς Ῥωμαίων γῆς ἐληίσαντο, αἰχμαλώτους τε πάνυ πολλοὺς τῶν σφετέρων ἀνεσώσατο. οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰς ὠφελείας οἱ Σαβῖνοι διὰ καταφρόνησιν.τὰ μὲν οὖν τῶν πολεμίων χρήματα τοῖς στρατιώταις ὠφέλειαν ἐφῆκε ποιεῖσθαι προεξελόμενος ἐκ τῶν λαφύρων, ὅσα τοῖς θεοῖς καθιερώσειν ἔμελλε· τὴν δὲ λείαν τοῖς ἀφαιρεθεῖσιν ἀπέδωκε.ταῦτα διαπραξάμενος ἀπῆγεν εἰς Ῥώμην τὰς δυνάμεις, καὶ κατὰ τὸν αὐτὸν χρόνον Οὐαλέριος ἧκεν, ἦν τʼ ἀμφοτέροις μέγα φρονοῦσιν ἐπὶ ταῖς νίκαις ἐλπὶς ἐπιφανεῖς κατάξειν θριάμβους.οὐ μὴν ἐχώρησέ γε αὐτοῖς κατʼ ἐλπίδα τὸ ἔργον. συναχθεῖσα γὰρ κατʼ αὐτῶν ἡ βουλὴ κατεστρατοπεδευκότων ἔξω τῆς πόλεως εἰς τὸ καλούμενον Ἄρειον πεδίον, καὶ τὰ πραχθέντα ὑπʼ ἀμφοτέρων μαθοῦσα τὴν ἐπινίκιον οὐκ ἐπέτρεψε ποιήσασθαι θυσίαν πολλῶν μὲν καὶ ἄλλων ἐναντιωθέντων αὐτοῖς ἐκ τοῦ φανεροῦ, μάλιστα δὲ Κλαυδίου Γαΐου·